Ancient Greek · ~17 min
Book 16
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 16.13.1
Not analysed yet
Ἠγάγετο δὲ καὶ τρίτην ὁ Λέων εὐνέτειραν, ἡ Εὐδοκία μὲν ἐκαλεῖτο, ἐκ δὲ τοῦ Ὀψικίου τὸ γένος εἷλκε καὶ τὴν ὥραν ἦν περιττή. ἀλλὰ καὶ αὕτη βραχύ τι συνεζήκει τῷ βασιλεῖ. συλλαβοῦσα γὰρ καὶ πρὸς τῷ τεκεῖν γενομένη σὺν τῷ τεχθέντι ἀπέ- θανεν. ἔχων δὲ δι’ ἐφέσεως οὗτος ὁ αὐτοκράτωρ παῖδα ἐσχηκέναι, μᾶλλον μέντοι καὶ κεχρηματισμένον ἐσχηκὼς τοῦτο· ἦν γὰρ ἐραστὴς σοφίας παντοδαπῆς καὶ αὐτῆς δῆτα τῆς ἀπορρήτου, ἡ δι’ ἐπῳδῶν μαντεύεται τὰ ἐσόμενα, καὶ περὶ τὰς τῶν δ’ ἐσχολάκει κινήσεις καὶ τὴν ἐκ τούτων ἀποτελεσματικὴν ἐπιστήμην μετήρχετο, καὶ εὕρισκεν ὡς ἔξει παῖδα τῆς βασιλείας διάδοχον· καὶ τετάρτην ἄγεται γαμετὴν τὴν Καρβωνοψίναν Ζωήν. οὐκ εὐθὺς μέντοι αὐτῇ τοῦ τῆς βασιλείας μετέδωκεν ἀξιώματος, ἀλλ’ ἐφ’ ἱκανὸν αὐτῷ συμβιοῦσα ἦν ἀταινίωτος, μέχρις οὗ παιδίον ἐξ αὐτῆς ἐτέχθη τῷ βασιλεῖ, ὃ παρὰ τοῦ πατριάρχου Νικολάου τοῦ θείου κατηξιώθη βαπτίσματος. τοῦ γὰρ Ἀντωνίου τῷ θρόνῳ τῆς Κωνσταντινουπόλεως ἐπιζήσαντος ἔτη *καὶ μεταθεμένου τὴν ζωήν, ὁ μυστικὸς Νικόλαος πατριάρχης κεχειροτόνητο. μετὰ δὲ τὸν τοῦ υἱοῦ αὐτοῦ τοκετόν, τόν, ὃν Κωνσταντῖνον ὠνόμασεν ὁ βασιλεύς, καὶ τὴν σύνευνον αὐτοῦ ἀνηγόρευσε. διὰ γοῦν τὸν τέταρτον γάμον ἀφώριστο παρὰ τοῦ πατριάρχου ὁ Λέων. τιμῶν δὲ τὴν πρώτην αὐτοῦ γαμετὴν τὴν μακαρίαν Θεοφανὼ τέμενος ἀνήγειρεν εἰς ὄνομα ἐκείνης ἔγγιστα τοῦ τῶν ἀγίων Ἀποστόλων ναοῦ, ἐν ᾧ καὶ τὸν νεκρὸν ἐκείνης κατέθετο. καὶ ἐπ’ ὀνόματι τοῦ ἁγίου Λαζάρου ναὸν ἐδείματο ἕτερον, εἰς ὃν καὶ τὸ ἱερὸν ἐκείνου σῶμα ἀπεθησαύρισεν ἐκ τῆς Κύπρου μετενεχθέν, ἀλλὰ μὴν καὶ τὸ τῆς Μαγδαληνῆς Μαρίας. ἀσχολουμένων δὲ ταῖς οἰκοδομαῖς τῶν πλωίμων καὶ τοῦ στόλου μὴ πλέοντος, τὸ τῶν Ἀγαρηνῶν ναυτικὸν τὸ Ταυρομένιον ἐξεπόρθησε καὶ τὴν νῆσον κατέσχε Λῆμνον, καὶ πολλὴ τῶν ἀνθρώπων ἐν αὐτοῖς συνέβη φθορά. προόδου δὲ κατὰ τὴν πεντηκοστὴν γινομένης τοῦ βασιλεύοντος εἰς τὸν τοῦ ἁγίου Μωκίου ναὸν κατὰ τὸ ἔθος ὁ βασιλεὺς οὗτος ἐποιήσατο τὴν προέλευσιν, καί τις ἤδη ταῖς κιγκλίσι τοῦ θυσιαστηρίου τοῦ αὐτοκράτορος πλησιάζοντος ἐξώρμησεν ἐκ τοῦ ἄμβωνος βάκτρον μετὰ χεῖρας ἔχων βαρύτατον καὶ κατὰ τῆς βασιλικῆς ἐπήνεγκεν αὐτὸ κεφαλῆς, καὶ συνέτριψεν ἂν αὐτήν, εἰ μή τῇ ᾐωρημένῃ λυχνίᾳ προσαράξαν τὸ βάκτρον ἀφῄρητο ταύτῃ τῆς καταφορᾶς τὴν σφοδρότητα. τέως δ’ οὖν αἷμα τῆς τοῦ βασιλέως κεφαλῆς καταρρένον θόρυβον τοῖς ἄρχουσιν ἐνεποίησεν· ὅτι δ’ οὐ παρῆν ἐκεῖ Ἀλέξανδρος ὁ τοῦ βασιλέως αὐτάδελφος, ὑπόληψις παρὰ τοῖς πλείοσιν ἐπεκράτησε τῆς ἐπιβουλῆς αὐτὸν μὴ εἶναι ἀμέθεκτον. ὁ δὲ τὸ τόλμημα ποιήσας βασάνοις ὑποβληθείς, καὶ μηδένα μηνύσας συνίστορα, χεῖρας ἀπετμήθη καὶ πόδας, καὶ τέλος παρεδόθη πυρί. ὁ δὲ μοναχὸς Μάρκος ὁ τὸ τετραῴδιον τοῦ μεγάλου ἀναπληρώσας ἔφη παρὼν πρὸς τὸν βασιλέα ‘‘τοῦτο προείρητο παρὰ τοῦ Δαβὶδ εἰρηκότος, Ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τῷ ἁγίῳ σου, καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου. ἴσθι οὖν, βασιλεῦ, ὡς ἀπὸ τοῦδε χρόνον βασιλεύσεις δεκαετῆ. ·’ καὶ ὁ λόγος ἔργον ἐγένετο . ἔθανε γὰρ ὁ Λέων μετὰ δέκα ἐνιαυτοὺς κατ’ αὐτὴν ἡμέραν καθ’ ἣν ἐπλήγη τότε τὴν κεφαλήν. ὁ ἤδη δὲ ῥηθεὶς Σαμωνᾶς παρὰ τῷ βασιλεῖ μεγάλα δυνάμενος πλοῦτόν τε δαψιλῆ περιβαλόμενος, καὶ τοῦτον λαβών, εἰς τοὺς Ἀγαρηνούς, ὅθεν ὥρμητο, ἀπεδίδρασκεν. ἀλλ’ ἑάλω τὸν Ἅλυν διαπερῶν· ὁ δὲ εἰς τὸν ἐν Σιριχᾶ σταυρὸν ἔλεγεν ἀπιέναι, τούτῳ εὐχὴν ποιησάμενος· ὃν λαβὼν Κωνσταντῖνος ὁ τοῦ δουκὸς Ἀνδρονίκου υἱὸς εἰς τὸ Βυζάντιον ἐπανήγαγεν. ὁ δὲ βασιλεὺς ἔτι τηρῶν τῷ Σαμωνᾷ τὴν πρῴην διάθεσιν ἐνετείλατο τῷ Κωνσταντίνῳ, εἰ ἐρωτηθείη ἐνώπιον τῆς συγκλήτου περὶ τοῦ Σαμωνᾶ, μὴ εἰπεῖν ὅτι ἀπεδίδρασκεν, ἀλλ’ ὅτι εἰς τὸν ἐν Σιριχᾶ ἀπῄει σταυρόν. τῇ δ’ ἑξῆς τῆς συγκλή- του παρούσης ἤρετο μεθ’ ὅρκων ἐπαγωγῆς τὸν Κωνσταντῖνον ὁ βασιλεὺς εἰ ἔφευγεν ὁ Σαμωνᾶς· ὁ δὲ διὰ τοὺς ὅρκους ψεύσασθαι μὴ θελήσας, εἶπεν ὅτι εἰς τὴν οἰκείαν πατρίδα τὴν Μελιτηνὴν ἀπῄει. ὁ βασιλεὺς δὲ τὸν μὲν Κωνσταντῖνον μετ’ ὀργῆς ἀπεπέμψατο, τὸν δὲ Σαμωνᾶν μετὰ ταῦτα τῆς προτέρας ἠξίωσεν οἰκειώσεως, εἶτα καὶ πατρίκιον ἐτίμησε καὶ παρακοιμώμενον προεβάλετο, ὃς εἰς πολλὰ τῶν οὐ καθηκόντων τὸν αὐτοκράτορα προεβίβαζεν, ὧν έν καὶ τὸ βιάσασθαι τὸν πατριάρχην δέξασθαι αὐτὸν καὶ τοῦ ἀφορισμοῦ ἀπολῦσαι. μεταπεμψάμενος οὖν τὸν ἀρχιερέα ὁ βασιλεὺς ἐδεῖτο δεχθῆναι. ὡς δ’ ἐκεῖνος ἦν ἀδυσώπητος, ἐκ τῶν βασιλείων αὐτίκα διαπερᾶται πρὸς τὴν Ἰρίαν, κἀκεῖθεν πεζοποροῦντα εἰς τὸ ἐν Γαλακρήναις ἄγουσιν αὐτὸν μοναστήριον, ὃ αὐτὸς ἐδομήσατο, ἔτη προστάντα τῆς ἐκκλησίας ἕνδεκα. προεχειρίσθη δὲ πατριάρχης ὁ σύγκελλος Εὐθύμιος, ἀνὴρ ἱερός, ὃς καὶ βουλόμενον τὸν βασιλέα νόμῳ θεσπίσαι ἄγεσθαι κατὰ ταὐτὸν τὸν βουλόμενον γυναῖκας δύο ἡ καὶ τρεῖς ἄχρι τεττάρων πάσῃ σπουδῇ διεκώλυσε.