Ancient Greek · ~22 min
Book 16
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 16.14.1
Not analysed yet
Τῶν δὲ Ἀγαρηνῶν ναυσὶ τὰς τῶν Ῥωμαίων ληιζομένων χώρας, ὁ βασιλεὺς Ἱμέριον τὸν λογοθέτην τοῦ δρόμου τοῦ στόλου προβαλόμενος ἀρχηγὸν κατὰ τῶν ἐκ τῆς Ἄγαρ ἀπέστειλεν, ἐντειλάμενος αὐτῷ καὶ τὸν δοῦκα προσλαβέσθαι Ἀνδρόνικον. ὁ δὲ δόλιος Σαμωνᾶς ἄσπονδον ἔχων ἔχθραν κατὰ τοῦ γένους τοῦ δουκικοῦ, ὑποτίθησί τινι τῶν φίλων τοῦ Ἀνδρονίκου δηλῶσαι αὐτῷ μὴ συμπλεῦσαι τῷ Ἱμε- ρίῳ, ἐκκόψαι οἶ τὰ ὄμματα μέλλοντι κατὰ βασίλειον πρόσταγμα. διὸ οὐκ ἐπείσθη τῷ Ἱμερίῳ συνελθεῖν ὁ Ἀνδρόνικος, ὅθεν καὶ μόνος ἐκεῖνος ναυμαχήσας ἐκράτησε καὶ τοῦ τῶν πολεμίων περιεγένετο ναυτικοῦ. ἐντεῦθεν ἀπεγνωκὼς ὁ Ἀνδρόνικος συγγε- νεῖς τε καὶ δούλους αὐτοῦ προσλαβόμενος κατέσχε τὴν Κάβαλαν, ὀχυρόν τι φρούριον τοῦ Ἰκονίου οὐ πάνυ τι διακείμενον μηκόθεν. ὁ δὲ Σαμωνᾶς οὐ διέλιπε τὸν βασιλέα ἐρεθίζων καὶ εἰς ὀργὴν παρακινῶν κατὰ τοῦ ἀνδρός. μαθὼν δ’ ἐκεῖνος καὶ τὴν τοῦ πατριάρχου Νικολάου ἐκ τῆς ἐκκλησίας ἐξώθησιν, καὶ πάντοθεν ἀπογνούς, πανοικεσίᾳ τοῖς Ἀγαρηνοῖς προσελήλυθεν. ὁ δὲ βασιλεὺς τοῦτο γνοὺς ὑπερήλγησεν, ἐναντίον ἕξειν τὸν ἄνδρα ἀνθ’ ὑπερμάχου πτοούμενος. γραφὴν τοίνυν ἐγχαράσσει βασίλειον, δι’ ἧς τῷ Ἀνδρονίκῳ καὶ ἀμνηστία τῶν πραχθέντων ἐπρυτανεύετο καὶ ὑπονόστησις ἐπετρέπετο καὶ πολλῶν δόσις ἐπήγγελτο ἀγαθῶν. ταύτην ἐμβαλόντες κηρῷ τὴν γραφὴν καὶ λαμπάδι τὸν κηρὸν ἀπεικάσαντες Σαρακηνῷ τῶν αἰχμαλώτων ἑνὶ τῆς εἱρκτῆς ἐκβληθέντι ἐγχειρίζουσιν, ἐντειλάμενοι τῷ Ἀνδρονίκῳ δοῦναι αὐτήν. τοῦτον δὴ τὸν Ἀγαρηνὸν ὁ Σαμωνᾶς μετακαλεσάμενος ἐν ἀπορρήτοις φησὶ πρὸς αὐτὸν ‘‘οἶδας ὅτι τὸν ὄλεθρον τῆς Συρίας ὅλης φέρεις ἐν ταῖς χερσί σου; ἕνα γοῦν καὶ τὴν πατρίδα σώσῃς καὶ τοὺς ὁμογενεῖς, τὸν κηρὸν τοῦτον ἐγχείρισον τῷ Οὐζήρ.’’ ὁ δὲ πεποίηκεν ὡς παρήγγελτο, καὶ γνόντες οἱ τῆς Ἄγαρ τὴν δύναμιν τῆς γραφῆς, καὶ τὸν Ἀνδρόνικον δεσμοῦσι καὶ πάντας τοὺς σὺν αὐτῷ. ὁ μὲν οὖν Ἀνδρόνικος ἐν τοῖς δεσμοῖς τὸν βίον κατέλυσε, τινὲς δὲ τῶν σὺν αὐτῷ τὴν ἐκ τῶν δεσμῶν μὴ στέγοντες κάκωσιν τὴν πί- στιν ἑαυτῶν ἐξωμόσαντο. ὁ Κωνσταντῖνος δὲ καί τινες τῶν σὺν αὐτῷ τῆς εἱρκτῆς ἐκφυγόντες πρὸς τὰ Ῥωμαίων ἀπῄεσαν, καὶ τοὺς καταδιώκοντας αὐτοὺς Ἀγαρηνοὺς γενναίως τρεψάμενοι διεσώθησαν. ὃν ὁ βασιλεὺς ἐδέξατό τε περιχαρῶς καὶ ἐδεξιώσατο μεγαλοπρεπῶς καὶ διαφερόντως ἐτίμησεν· εἶτα καὶ πρὸς αὐτὸν ἔφη ‘‘μὴ ἀπατάτω σε, Κωνσταντῖνε, τὸ ὄνομα, μηδ’ οἴου τῆς βασιλείας τυχεῖν, ὡς Κωνσταντίνου Ῥωμαίων μέλλοντος ἄρξειν· ἴσθι γὰρ ἀκριβῶς τοῦτον εἶναι τὸν υἱὸν τὸν ἐμόν· σὺ δὲ εἰ μὲν ἣν ἔλαχες σπάρταν κοσμεῖς, ἔσται σοι εὖ· εἰ δὲ νεωτερίσεις καὶ τυραννίδι ἐπιχειρήσεις, ἕσο βεβαίως εἰδὼς ὡς διὰ τῆσδε τῆς πύλης, τὴν πρὸς δύσιν οὖσαν τοῦ Χρυσοτρικλίνου δείξας αὐτῷ, ἡ κεφαλή σου τοῦ λοιποῦ σώματος χωρὶς εἰσαχθήσεται·” ὃ καὶ γέγονεν ὕστερον. ἐκ δὲ Μελιτηνῆς ἐλθόντων τινῶν, ἐν οἶς ἦν καὶ ὁ τοῦ Σαμωνᾶ πατήρ, ὑπεδέξατο τούτους ἐντίμως ὁ βασιλεύς, καὶ εἰς τὴν μεγάλην ἐκκλησίαν μὴ δεόντως ἀπίστους ὄντας εἰσήγαγεν. ἰδὼν δὲ ὁ τοῦ Σαμωνᾶ πατὴρ ἣν εἶχεν ὁ υἱὸς αὐτοῦ τιμὴν ἐν τοῖς βασιλείοις, καὶ τὸν πλοῦτον · ὃν περιέκειτο, ἤθελε συνδιάγειν αὐτῷ. ἐκωλύθη δὲ παρ’ ἐκείνου, τὴν οἰκείαν θρησκείαν τηρεῖν συμβουλεύοντος καὶ εἰς τὴν πατρίδα ἐπανελθεῖν· ‘‘εἰ δὲ καὶ αὐτός” ἔφη ‘‘τύχω καιροῦ, ὑπονοστήσω πρὸς σέ.” τῆς δ’ ἑορτῆς τῆς πεντηκοστῆς ἐνστάσης ἔστεψε τὸν υἱὸν αὐτοῦ ὁ βασιλεὺς καὶ ἀνηγόρευσε βασιλέα. ἐκτομίαν δ’ ἔχων θεράποντα ὁ μυσαρὸς Σαμωνᾶς Κωνσταντῖνον ὀνομαζόμενον, ἐκ δὲ Παφλαγονίας γενόμενον, τῇ δεσποίνῃ τοῦτον δέδωκεν εἰς ὑπηρεσίαν. ἐπεὶ δὲ τῇ βασιλίσσῃ καὶ αὐτῷ τῷ κρατοῦντι λίαν ὁ Κωνσταντῖνος ᾠκείωτο, εἰς βασκανίαν ὁ βέβηλος ἠρέθιστο Σαμωνᾶς καὶ πρὸς τὸν βασιλέα κατεῖπεν αὐτοῦ ὡς ἐρωμένου τῇ βασιλίσσῃ. ζηλοτυπήσας οὖν ὁ Λέων ἀποκαρῆναι τοῦτον προσέταξε μοναχόν, καὶ μετ’ οὐ πολὺ ἄγει τοῦτον ,καὶ ’ποδυθῆναι κελεύσας τὰ μοναχικὰ ἀμφία καὶ κοσμικὴν περιβαλέσθαι στολὴν μᾶλλον ἢ πρότερον αὐτὸν ᾠκειώσατο. οὐκ ἀνεκτὰ δ’ ἦσαν ταῦτα τῷ Σαμωνᾷ. γράφει τοίνυν λοίδορόν τι γραμμάτιον l5 διά τινος τῶν αὐτοῦ, καὶ ῥιπτεῖ ἔνθα ὁ βασιλεὺς διελεύσεσθαι ἔμελλεν· ὅπερ εὑρὼν ἐκεῖνος καὶ ἀναγνοὺς ἤλγησέ τε καὶ τὸν πεποιηκότα τοῦτο ἐζήτει. εἷς οὖν τις τῶν συνειδότων τὴν πρᾶξιν ταύτην τῷ Σαμωνᾷ τοῦτον εἶναι τὸν ἐργάτην τοῦ λοιδόρου βιβλίου τῷ κρατοῦντι ἐδήλωσεν. ἐκλείψεως μέντοι τότε τῆς σελήνης συμβάσης, τὸν μητροπολίτην Συνάδων ὁ βασιλεὺς μετεπέμψατο, περὶ ταύτης πευσόμενος. ὃν ὁ Σαμωνᾶς ἰδίᾳ παραλαβὼν ἤρετο περὶ τῆς ἐκλείψεως· κἀκεῖνος ἔφη ὅτι ‘‘σὸν τὸ τῆς σελήνης πάθημα σημαίνει δυστύχημα· εἰ δὲ τοῦ Ἰουλίου τρισκαιδεκάτη παρελεύσεται πρὸ τοῦ παθεῖν, ἐκφεύξῃ καὶ σὺ τὸ δυστύχημα. εἶτα καὶ πρὸς τοῦ βασιλέως ὁ Συνᾴδων ἐρωτηθεὶς ἀπεκρίνατο ὡς εἰς τὸ δεύτερον μετὰ σὲ πρόσωπον ἐνσκήψει ἡ κάκωσις. δεύτερον δὲ πρόσωπον ὁ βασιλεὺς τὸν ἀδελφὸν αὐτοῦ τὸν Ἀλέξανδρον ἔκρινεν, ἀλλ’ ἐσφάλη περὶ τὴν κρίσιν· ἔδει γάρ ποτε τῷ κακίστῳ Σα- μώνᾳ γενέσθαι κακῶς. μαθὼν οὖν ὡς ἐκεῖνος ἦν ὁ τοῦ λοιδόρου βιβλίου πατήρ, ἐξωθεῖ μὲν τῶν βασιλείων αὐτὸν καὶ ἀποκείρει καὶ περιγραπτοῖς ὁρίοις καθείργνυσι. καὶ ταῦτα γέγονε, μήπω τῆς τρισκαιδεκάτης τοῦ Ἰουλίου παραρρυείσης. παρακοιμώμενος δὲ ἀντὶ τοῦ Σαμωνᾶ ὁ παρ’ ἐκείνου βασκαινόμενος μένος Κωνσταντῖνος καὶ προκεχείριστο, ᾧ καὶ μονὴν ὁ βασιλεὺς ἐδομήσατο ἐν ταῖς Νοσσιαῖς. νοσήσας δὲ ὁ Λέων κοιλιακὸν νόσημα τοσοῦτον κατειργάσθη τὴν δύναμιν ὡς μηδὲ δυνηθῆναι διαλεχθῆναι τῇ συγκλήτῳ περὶ νηστείας τὴν συνήθη διάλεξιν, ἡ καλεῖται σελέντιον. ὅμως ὀλίγα τινὰ ταύτῃ διαλεχθεὶς καὶ ἀξιώσας αὐτοῦ μεμνῆσθαι καὶ πίστιν εἰς τὴν αὐτοῦ σύμβιον τηρεῖν καὶ εἰς τὸν υἱόν, καὶ τελευταίαν ταύτην προσλαλιὰν πρὸς αὐτὴν ποιεῖσθαι εἰπὼν ‘‘οὐκ αὐτίκα ἐξέλιπεν, ἀλλὰ μέχρι τοῦ Μαΐου διήρκεσε.’’ τότε δὲ τελευτῶν τὴν αὐταρχίαν τῷ ἀδελφῷ κατέλιπεν καὶ τὸν υἱὸν αὐτῷ παραδέδωκεν, ἀξιώσας ἐπιμελεῖσθαι αὐτοῦ καὶ ἀνάγειν βασιλικῶς καὶ αὐτοκράτορα καταλιπεῖν· ὅν, φασί, βλέπων ἐρχόμενον πρὸς αὐτὸν ἤδη ἐκλείπων, φάναι ‘‘ἴδε ὁ κακὸς μετὰ τοῦς δεκατρεῖς μῆνας.’’ ἐβασίλευσε δὲ ὁ Λέων ἔτη εἴκοσι καὶ πέντε ἐπὶ μησὶ τρισίν.