Ancient Greek · ~9 min
Book 16
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 16.15
Not analysed yet
Ἀλέξανδρος δὲ ἅμα τε τοὺς πόδας ἤρεισε τῇ ἀρχῇ καὶ ἄμα τὸν πατριάρχην Νικόλαον ἐκ Γαλακρηνῶν ἀγαγὼν εἰς τὸν τῆς Κωνσταντινουπόλεως θρόνον ἀνήγαγε, τὸ δεύτερον καταγαγὼν τὸν Εὐθύμιον, καὶ ἐπὶ βήματος τὴν τούτου ποιήσας καθαίρεσιν, ἐνυβρισάντων εἰς τὸν ἄνδρα πολλὰ τῶν προσκειμένων τῷ Νικολάῳ, εἶτα καὶ ὑπερόριον ποιήσας αὐταρχήσας δὲ ὁ βασιλεὺς οὑτοσὶ οὐδὲν ἐοικὸς εἰργάσατο βασιλεῖ, ἀλλὰ τρυφαῖς καὶ θήραις καὶ ἀσελγείαις ἐξέδωκεν ἑαυτόν, τὰ δὲ τῆς βασιλείας καὶ κοινὰ πράγματα ἀνθρώποις ἀνέθετο ἀγύρταις καὶ τοῖς ἐκ τριόδων, οὓς πρὸ τῆς μοναρχίας ἐπιρρήτων εἶχε πράξεων κοινωνούς, ὧν ἕνα Βασιλίτζην λεγόμενον καὶ διάδοχον τῶν σκήπ- τρων διενοεῖτο ποιήσασθαι· τὸν γὰρ ἀδελφόπαιδα Κωνσταντῖνον καὶ ἰδιωτεῦσαι ἐβούλετο καὶ τῶν παι- δογόνων ἀφελέσθαι μορίων. καὶ εἰ μὴ ταχὺ τὸ τέλος αὐτῷ τῆς ζωῆς ἐπελήλυθε καὶ οὕτως αὐτῷ παρὰ τῆς ἄνω προνοίας ἐσφάλησαν τὰ βουλεύματα, τάχ’ ἄν ὅσον τὸ ἐπ’ ἐκείνῳ καὶ εἰς ἔργον ἐξέβησαν. γοήτων δὲ πυνθανόμενος εἰ ἐς μῆκος αὐτῷ τὰ τῆς ζωῆς προελεύσεται, ἤκουσεν ἐξ ἐκείνων ὡς ἔσται αὐτῷ μακροχρόνιον τὸ βιώσιμον, εἰ τῷ ἐν θεάτρῳ συί; ὃς ἐκ χαλκοῦ πέπλασται, ὀδόντας καὶ αἰδοῖα περίθοιτο. ‘‘σὸν γὰρ οὗτος’’ ἔλεγον ‘‘στοιχεῖόν ἐστιν, ἀντίος ἱστάμενος Λέοντι τῷ σῷ ἀδελφῷ,” οὐδὲν κρίνοντες ὑγιὲς ἢ τὸ συὶ· τοῦτον ἀπεικάσαι τὸν αὐτοκράτορα, διὰ τὸ περὶ γαστέρα κεχηνέναι τε καὶ συσσίτια καὶ ἀκολασίαις προσκεῖσθαι διηνεκῶς. πιστεύσας οὖν τοῖς λόγοις ἐκείνων ὁ καὶ χοίρων ἀνοητότερος τὰ λείποντα ταῦτα τῷ χαλκουργήματι ἐξειργάσατο. τοῦ μέντοι τῶν Βουλγάρων ἀρχηγετοῦντος τοῦ Συμεὼν εἰ τὴν εἰρήνην ἀσπάζοιτο ἐρωτῶντος διά τινων ὑπ’ αὐτοῦ πεμφθέντων, ὁ Ἀλέξανδρος ἀτίμως τε τοὺς πεμφθέντας ἐδέξατο καὶ ὑπερηφάνως ὡμίλησε καὶ ὑπερόγκως ἠπείλησεν. ὅθεν ὁ Συμεὼν τὴν ὕβριν μὴ ἐνεγκὼν κατὰ Ῥωμαίων ὡπλισατο. συμποσίοις δὲ καὶ μέθαις διόλου προστετη- κὼς ὁ Ἀλέξανδρος, ἅπαξ ἀριστήσας μετὰ λουτρὸν καὶ κοίλῃ χρησάμενος τῇ γαστρὶ καὶ ἀπλήστως ἀκρα- τισάμενος σφαιρίσαι προέθετο, καὶ κατατείνας τὸ σῶμα τῇ ἱππασίᾳ καὶ ταῖς τῆς σφαίρας ἐκτραχηλίσεσι ῥῆξιν ὑπέστη ,καὶ αἷμα διά τε τῆς ῥινὸς κενώσας καὶ τῆς αἰδοῦς μετὰ μίαν ἡμέραν ἐξέλιπεν, ἐπιτρόπους τῷ ἀνεψιῷ καὶ τῆς βασιλείας διοικητὰς γράψας τόν τε πατριάρχην Νικόλαον καὶ τὸν μάγιστρον Στέφανον καὶ τὸν μάγιστρον Ἰωάννην τὸν Ἐλαδᾶν τόν τε ῥαίκτωρα Ἰωάννην καὶ δύο τῶν ὑπ’ αὐτοῦ προαχθέντων ἐκ τύχης ἀνυρτίδος εἰς συγκλητικὴν ἀξίαν καὶ εἰς πατρικιότητα, τὸν Βασιλίτζην καὶ τὸν Γαβριηλόπουλον.