Ancient Greek · ~24 min
Book 16
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 16.16.1
Not analysed yet
Ὁ οὖν Ἀλέξανδρος ἐνιαυτὸν ἴνα καὶ μῆνα τὴν βασίλειον διαπεττεύσας ἀρχὴν κατέλυσε τὴν ζωήν· τὸ δὲ κράτος ἐς Κωνσταντῖνον τὸν υἱὸν τοῦ Λέοντος περιέστη, παῖδα ἔτι τυγχάνοντα κομιδῇ· ἕβδομον γὰρ ἔτος αὐτῷ τῆς ἡλικίας ἠνύετο. ὁ μέντοι τοῦ δουκὸς Ἀνδρονίκου υἱὸς ὁ Κωνσταντῖνος, δομέστικος ὢν τῶν σχολῶν καὶ τὴν τοῦ Ἀλεξάνδρου ἐνωτισάμενος τελευτήν, ἀπεδήμει γὰρ τῆς βασιλίδος τῶν πόλεων, τὸ μέν τι ὃ ’ν ἔκρυπτεν ὑπὸ σποδιᾷ σπινθῆρα τοῦ ἔρωτος τῆς βασιλείου ἀρχῆς ἀνακαλύπτων τε καὶ ἀναρριπίζων, τὸ δὲ καὶ ὑπ’ ἄλλων πρὸς τοῦτο ἐρεθιζόμενος, ὧν εἰς εἶναι λέγεται καὶ ὁ πατριάρχης Νικόλαος, μήπω γὰρ τῆς τοῦ Ἀλεξάνδρου διαθήκης ἀναγνωσθείσης οὐκ ᾔδει καὶ αὐτὸς καταλελειμμένος ἐπίτροπος, τυραννίδι ἐπικεχείρηκε, καὶ τοὺς ἐκκρίτους τῶν στρατευμάτων παραλαβὼν τῶ Βυζαντίῳ ἐπιδεδήμηκε, καὶ διά τινος πυλίδος νυκτὸς εἰσελθὼν τὴν τοῦ Ἱπποδρόμου πύλην μετὰ λαμπάδων καταλαμβάνει, καί τινας καὶ τῶν συγκλητικῶν προσεταιρισάμενος, πολλοῦ καὶ δημώδους ὄχλου συναθροισθέντος, οἱ καὶ ὡς βασιλέα αὐτὸν εὐφήμουν καὶ ἀνηγόρευον. τῶν δ’ ἐντὸς τὰς πύλας μὴ ἀνοιγνύντων, ὁ πρωτοστράτωρ τοῦ Κωνσταντίνου ταῖς χερσὶ πεποιθὼς καὶ θρασύτερον προσαράξαι τὰς πύλας καὶ καταβαλεῖν βιαζόμενος νύττεται λόγχῃ παρά του τῶν ἔνδον διά τινος ἀμυχῆς. καὶ ὁ μὲν ἦν αὐτίκα νεκρός. ὁ δέ γ’ ἑ Κωνσταντῖνος ἐκεῖθεν εἰς τὸ τῶν ἵππων ἄπεισιν ἁμιλλητήριον θέατρον, εἶτα εἰς τήν λεγομένην ἦλθε Χαλκῆν, καὶ ἄχρι τῶν Ἐξκουβίτων προῆλθεν. ὁ δὲ τῶν ἐπιτρόπων εἶς ὁ μάγιστρος Ἰωάννης ὁ Ἐλαδᾶς ἐκ τῶν ἑταιρειῶν καὶ τῶν πλωίμων συλλέξας τινὰς ἀντικαταστῆναι τῷ τυραννοῦντι αὐτοὺς ἐξαπέστειλε. καὶ συμπλοκῆς γενομένης πολλοὶ πεπτώκασιν ἑκατέρωθεν· ἔσφακτο δὲ καὶ Γρηγορᾶς ὁ τοῦ δούκα υἱὸς καὶ ὁ ἀνεψιὸς αὐτοῦ Μιχαὴλ καὶ Κουρτίκιος ὁ Ἀρμένιος. τούτοις οὖν περιαλγήσας ὁ Κωνσταντῖνος καὶ τὸ οἰκεῖον ἐπιρρῶσαι προθυμούμενος σύνταγμα τὸν ἵππον ἤλαυνε, συμμίξαι θέλων τοῖς ἔμπροσθεν· ἐστρωμένου δὲ τοῦ ἐδάφους πλαξὶν ὑπολισθήσας ὁ ἵππος ἔπεσε καὶ τὸν ἀναβάτην κατήνεγκε, καί αὐτῷ εὐθὺς ἐπελθὼν ἐξέτεμε τὴν αὐτοῦ κεφαλὴν καὶ τῷ βασιλεῖ Κωνσταντίνῳ προσήνεγκε, διὰ τῆς δυτικῆς τοῦ Χρυσοτρικλίνου πύλης εἰσελθών, τὴν πρόρρησιν τοῦ βασιλεύσαντος Λέοντος. ὅτι δὲ οὐ τεύξεται τῆς βασιλείας ὁ δοὺξ Κωνσταντῖνος καὶ ἑτέρωθεν τοῖς περὶ τὸν βασιλέα ἐπέγνωστο. ἦ ’ν γάρ τις τελώνης Νικόλαος, ὃς χρεώστης πολλῶν χρημάτων τῷ δημοσίῳ γενόμενος πρὸς τοὺς Ἰσμαηλίτας κατέφυγε καὶ τὴν πίστιν ἐξομοσάμενος ἀστρολογίαν μετῄει. οὗτος τῷ λογοθέτῃ τοῦ δρόμου ἀπεστάλκει γραμμάτιον· ἡ δὲ τούτου περίληψις ἦν τοιαύτη· ἀμὴ φοβηθῆτε ἀπὸ τοῦ δουκός· νεωτερίσει γὰρ ἀφρό- νως καὶ εὐθέως ὀλοθρευθήσεται. καὶ ἡ μὲν ἀποστασία ἐπέπαυτο. ὁ δὲ τοῦ Κωνσταντίνου πενθερὸς ὁ μάγιστρος Γρηγορᾶς καὶ Λέων ὁ χοιροσφάκτης τῇ μεγάλῃ ἐκκλησίᾳ προσπεφοιτήκασιν, οὓς ἐκβαλόντες τοῦ θείου τεμένους μοναχοὺς ἀπέκειραν οἱ ἐπίτροποι ἐν τῇ τοῦ Στουδίου μονῇ. ἄλλους δ’ αἰκισάμενοι ἐθριάμβευσαν, ἑτέροις τὰ ὄμματα ἐξεπήρωσαν, ἐνίων δὲ τὰς κεφαλὰς ἀπέτεμον, καὶ ἄλλους ἐκ Χρυσοπόλεως μέχρι τοῦ Λευκάτου ἀνεσκολόπισαν. καὶ ἄλλοι δὲ πλείους τῆς τῶν ἐπιτρόπων ἐξουσίας γεγόνασιν ἂν παρανάλωμα, εἰ μή τινες τῶν δικαστῶν τῆς πρὸς τὰς τιμωρίας ῥοπῆς αὐτοὺς ἀνεχαίτισαν, εἰπόντες ‘‘πῶς ταῦτα ποιεῖτε ὑμεῖς κελεύσεως ἄτερ βασιλικῆς, ἐπεὶ παῖς ὄν ὁ βασιλεὺς τοῖς πραττομένοις οὐ συναινεἴ;’’ ἀποκείραντες δὲ οἱ ἐπίτροποι καὶ τὴν τοῦ Κωνσταντίνου γυναῖκα καὶ τὸν υἱὸν Στέφανον ἐκτομίαν ποιήσαντες εἰς τὸν ἐν Παφλαγονίᾳ οἶκον αὐτῶν ἀπεστάλκασι τούτους. οἱ δὲ τοῦ βασιλέως ἐπίτροποι, ὅ τε πατριάρχης καὶ οἱ λοιποί, ἐναυθεντοῦντες τοῖς πράγμασι πολλὰ τῶν οὐ δεόντων ἐποίουν, καὶ πρὸς ἀλλήλους δὲ διεφέροντο, τῶν μὲν τάδ’ εἰσαγόντων, τῶν δὲ τὰ ἀντίθετα, καὶ ἦν ἡ τούτων διοίκησις πολυαρχία τίς, ἀλλ’ οὐ μοναρχία. ὁ δὲ Βούλγαρος Συμεών, ὡς μὴ βασιλέως ἐπιστατοῦντος τοῖς πράγμασι, ῥᾳδίως ἐλπίσας κρατῆσαι τῆς βασιλίδος τῶν πόλεων, ἔπεισι κατὰ ταύτης μετὰ πλείστης δυνάμεως, καὶ ἔξω στρατοπεδεύεται τῶν ταύτης τειχῶν, καὶ πολιορκῆσαι ταύτην διανενόητο. ἰδὼν δὲ τὸ τῶν τειχῶν κρατερὸν καὶ τὸ πλῆθος τὸ ἐπ’ αὐτῶν καὶ τῶν ἐν τοῖς τείχεσι μηχανημάτων τὸ δαψιλές, ἰλιγγιάσας μετέπεσεν εἰς τὸ Ἕβδομον, ζητῶν σπείσασθαι. ὁ γοῦν πατριάρχης καὶ οἱ λοιποὶ τῶν ἐπιτρόπων λαβόντες τὸν βασιλέα εἰς τὰ ἐν Βλαχέρναις ἦλθον ὅπου καὶ ὁ Συμεὼν παρεγένετο, ὁμήρους δοὺς καὶ λαβών, καὶ τῷ πατριάρχῃ κλίνας τὴν κεφαλὴν ηὐλογήθη παρ’ ἐκείνου καὶ συνειστιάθη τῷ βασιλεῖ. εἶτα μὴ ἀρεσθεὶς ταῖς συνθήκαις ἐπανῆλθεν ἀσύμβατος, δώροις δεξιωθεὶς καὶ αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ. ἀνακαλουμένου δὲ διόλου τὴν ἑαυτοῦ μητέρα τοῦ βασιλέως καὶ ἐπὶ ταύτῃ δακρύοντος, ἔφθη γὰρ ταύτην τῶν ἀνακτόρων καταγαγεῖν ὁ Ἀλέξανδρος, ἠναγκάσθησαν αὐτὴν ἀναγαγεῖν οἱ ἐπίτροποι. ἡ δὲ ἀνελθοῦσα τῆς διοικήσεως εἴχετο, προσλαβοῦσα καὶ τὸν παρακοιμώμενον Κωνσταντῖνον καὶ τοὺς αὐταδέλφους ἄμφω τοὺς Γογγυλίους, καὶ πρῶτον μὲν τὸν πατριάρχην ἀπάγει τῶν βασιλείων, εἶτα καὶ τοὺς τοῦ Ἀλεξάνδρου θεράποντας ἐξωθεῖ, τὸν ῥαίκτωρα τὸν Βασιλίτξην καὶ τὸν Γαβριηλόπωλον, ἀλλὰ μέντοι καὶ τοὺς λοιπούς. Κωνσταντῖνος δὲ παρακοιμώμενος τὰ πάντα ἠδύνατο. ὁ μέντοι Βούλγαρος Συμεὼν τὴν Θρᾴκην κατέτρεχέ τε καὶ ἐληί- ζετο, καὶ ἐν τῇ Ἀδριανουπόλει βάλλεται χάρακα, πολιορκίᾳ ταύτην ἐλπίζων ἑλεῖν. ὡς δ’ ἐώρα ἑαυτῷ πόλεως μέτεισι. χρήμασι γάρ τινας τῶν φυλάκων κενόσπουδον τὸ ἐγχείρημα, ἑτέρως τὴν ἅλωσιν τῆς αὐτῆς ὑποφθείρας ἐκ προδοσίας αὐτὴν ἐξεπόρθησεν. ἀλλὰ ταύτην μετέπειτα πάλιν ὑπὸ Ῥωμαίους ἡ βασιλίσσης σπουδὴ ἐποιήσατο. μὴ φέρουσα δὲ τὰς κατὰ τῆς Θρᾶκῴας χώρας πυκνὰς ἐπελεύσεις Συμεών, σπένδεται τοῖς ἐξ Ἰσμαὴλ καὶ τά τε ἑῷα τάγματα καὶ τὰ ἑσπέρια συναθροίσασα τῷ μαγίστρῳ B Λέοντι τῷ Φωκᾷ τόν σχολῶν δομεστίκῳ τυγχάνοντι τὸν κατὰ τοῦ Συμεὼν ἀνέθετο πόλεμον. ὃς καὶ μάχην συνάψας ἡττᾷ τοὺς Βουλγάρους περιφανῶς καὶ φόνον αὐτῶν ποιεῖται πολύν. κατάκοπος δὲ γεγονὼς καὶ ἱδρῶτι διάβροχος κἀντεῦθεν λιποθυμῶν, ἐπί τινι πηγῇ τοῦ ἵππου ἀποβὰς ἀνέψυχεν ἑαυτόν. ἐν τούτῳ δὲ ὁ ἵππος αὐτοῦ τὰς τοῦ κατέχοντος αὐτὸν χεῖρας διαφυγὼν ἐν τῷ τοῦ στρατοπέδου πεδίῳ ἐκρόαινεν ἀναβάτου χωρίς. ἐπίσημος δὲ τυγχάνων εἰς δειλίαν ἐνέβαλε τὰ στρατεύματα, οἰηθέντα πεσεῖν τὸν δομέστικον, καὶ τοῦ μὲν πολέμου ἀπέσχοντο καὶ τῆς διώξεως ἔστησαν, θόρυβος δ’ ἔσχεν αὐτούς. ὁ δέ γ’ ἑ Συμεὼν ἐκ περιωπῆς τινος ὁρῶν τὸ συμβεβηκὸς περὶ τὰ στρατεύματα, τοῖς περὶ αὐτὸν ἐγκελεύεται καὶ κατὰ Ῥωμαίων ἐξώρμησε καὶ τεθορυβημένοις αὐτοῖς ἐμβαλὼν εἰς φυγὴν ἅπαντας ἀθρόον ἐτρέ- ψατο, καὶ τοὺς μὲν οἱ Βούλγαροι διώκοντες ἔκτεινον, οἶ δ’ ὑπ’ ἀλλήλων ἀπώλλυντο συμπατούμενοι. ὁ δὲ τῶν σχολῶν δομέστικος μόλις εἰς Μεσημβρίαν διαδρᾶναι δεδύνητο· πολλοὶ δὲ καὶ τῶν στρατηγῶν καὶ ταγματάρχαι τότε ἐφθάρησαν.