Ancient Greek · ~21 min
Book 16
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 16.17.1
Not analysed yet
Ἰωάννης δὲ ὁ Βογᾶς ἐστάλη Πατζινάκους εἰς συμμαχίαν ἀγαγεῖν κατὰ τῶν Βουλγάρων, καὶ ὁ πατρίκιος Ῥωμανὸς ὁ Λακαπηνός, δρουγγάριος τῶν πλωίμων, ὡρίσθη μετὰ τοῦ στόλου παραπλεῖν, ἅμα μὲν εἰς συνεργίαν τοῦ τῶν σχολῶν δομεστίκου, ἅμα δὲ καί, εἰ ἀχθεῖεν σύμμαχοι παρὰ τοῦ Βογᾶ, διαπεραιώσασθαι σφᾶς. ἧκεν οὖν ὁ Βογᾶς μετὰ τῶν συμμάχων. στάσεως δ’ ἐμπεσούσης αὐτῷ τε καὶ τῷ Λακαπηνῷ, ὁρῶντες οἱ Πατζινάκοι αὐτοὺς πρὸς ἀλλήλους διαπληκτιζομένους καὶ ἀμελῶς περὶ τὴν αὐτῶν διακειμένους διάβασιν, εἰς τὰ ἑαυτῶν ἐπανήλθοσαν. οἱ μὲν οὖν οὕτω ταῦτά φασ καὶ τὴν ἧτταν τῶν Ῥωμαίων ἐντεῦθεν συμβῆνα(??) ἡ τυχόντων τῆς συμμαχίας, οἶ δὲ ἀλλοίως τὸ πρᾶγμα ἱστόρησαν· ἡττήσαντος γάρ φασι τοῦ Φώκα τοὺς βαρβάρους καὶ διώκοντος φήμην γενέσθαι ὡς ὁ δρουγγάριος τῶν πλωίμων ἄπεισι σὺν τῷ στόλῳ, τὴν βασιλείαν παραληψόμενος· τοῦτο δὲ τῷ δομεστίκῳ πεσὸν εἰς ἐκταράξαι αὐτόν, ὡς ἀποσχέσθαι μὲν τῆς διώξεως, ἐπανελθεῖν δ’ εἰς τὸν χάρακα, τὰ τῆς φήμης ἀκριβωσόμενον, κἀντεῦθεν παλίντροπον γενέσθαι τὸν πόλεμον· φυγεῖν μὲν γὰρ τοὺς Ῥωμαίους, τῆς μάχης οἰηθέντας τὴν εἰς τὸν χάρακα τοῦ δομεστίκου ἀπέλευσιν ,τοὺς δὲ Βουλγάρους ἐκ τῆς φυγῆς ἐπαναστραφέντας διώκειν αὐτούς. τὴν δὲ πρὸς τὸν χάρακα τοῦ δομεστίκου ὑποστροφὴν τῆς βασιλείας ἐπιθυμίᾳ πεποίηκεν. ἐρῶν γὰρ αὐτῆς ἔσπευδεν, εἰ ἀληθὲς ἦν τὸ τὸν δρουγγάριουν ἀπιέναι, προκαταλαβεῖν αὐτὸς καὶ οἰκειώσασθαι τὴν ἀρχήν. μετὰ δὲ τὴν ἧτταν ἐπανελθόντων τοῦ τ’ ἑ Λακαπηνοῦ καὶ τοῦ Βογᾶ, ἐζητήθη τὰ μέσον αὐτῶν, καὶ κατεκρίθη ὁ Ῥωμανὸς πηρωθῆναι τὰ ὡς αἴτιος τῆς ἥττης ἢ κακούργως ἢ ῥᾳθύμως γενόμενος, ἀλλ’ ἐκεῖνον μὲν τῆς ψήφου ταύτης ἐξήρπασάν τινες μέγα παρὰ τῇ βασιλίσσῃ δυνάμενοι. ὁ δὲ Βούλγαρος Συμεὼν τῇ νίκῃ ἐξογκωθεὶς ἐπῄει κατὰ τῆς βασιλευούσης τῶν πόλεων. ἀντικατέστη δὲ αὐτῷ πάλιν ὁ τῶν σχολῶν δομέστικος ὁ Φωκᾶς, καὶ μάχης συγκροτηθείσης ἐν Κατασύρταις οἱ βάρβαροι ἥττηντο. πολλῶν δὲ καὶ τούτων περιφανῶν ἔρωτα τρεφόντων τῆς βασιλείας, μᾶλλον τῶν ἄλλων περὶ τὸν ταύτης ἐφλέγμαινεν ἔρωτα ὁ τῶν σχολῶν δομέστικος ὁ Φωκᾶς, πεποιθὼς μὲν καὶ ἑαυτῷ διὰ τὸ γένος καὶ διὰ τὴν ἰσχύν, οὐχ ἥκιστα δὲ τῷ παρακοιμωμένῳ Κωνσταντίνῳ τῷ ἐκτομίᾳ, τὰ πάντα τότε παρὰ τοῖς ἀνακτόροις ἰσχύοντι, οὗ ἐπ᾿ ἀδελφῇ κηδεστῆς έτύγχανεν ὤν. ταῦτα τοίνυν ὁρῶν ὁ τοῦ βασιλέως Κωνσταντίνου παιδαγωγός, καὶ δείσας περὶ αὐτῷ, πείθει τοῦτον τὸν τοῦ στόλου δρουγγάριον τὸν εἰρημένου ῾Ρωμανὸν οἰκειώσασθαι καὶ φύλακα λακα προσλαβέσθαι. ἐγχαράττει τοίνυν βιβλίον ὁ Βασιλεὺς οἰκειόγραφον, καὶ στέλλει τῷ δρουγγαρίῳ. ὁ δὲ τοῦτο δεξάμενος ὑπέσχετο την τοῦ παρακοιμωμένου δυναστείαν, εἰ οἷόν τε, καθελεῖν. καί ποτε τοῦ παρακοιμωμένου, ἔνθα ὁ στόλος ὥρμιστο, παραγενομένου καὶ ἐπισπέρχοντος ἐκπλεῦσαι αὐτόν, ὁ Δρουγγάριος δουλικώτερον αὐτῷ προσυπήντησε, καὶ μεθ᾿ ὑποστολῆς ὡμίλει καὶ περὶ τὰς τριήρεις ἠρέμα πως προεβίβαζεν. ὡς δὲ τῇ ναυαρχίδι προςήγγισεν ἑτοίμους ἔχων ἄνδρας παρεπομενους αὐτῷ γενναίους τε καὶ πολλούς, “ἄρατε τοῦτον” εἶπεν. οἱ δὲ συσχόντες αὐτὸν εἰς τὴν τριήρη ἐνέθεντο, τῶν περὶ αὐτὸν αὐτίκα διασπαρέντων. τοῦτο τῇ βασιλίδι ἐνωτισθὲν εἰς θόρυβον αὐτὴν καὶ τοὺς ἐν τέλει ἐνέβαλε. πέμπει τοίνυν πρὸς τὸν ῾Ρωμανὸν ἐρωτῶσα τί ἂν εἴη τὸ γεγονός. ἀλλὰ τὸ ναυτικὸν λίθοις τοὺς πεμφθέντας ἐδίωξαν. τῇ δ᾿ ἑξῆς τὸν πατριάρχην ὁ βασιλεὺς μετακαλεςάμενος καὶ τὸν μάγιστρον Στέφανον ἔπεμψε τοὺς ἐκ τῶν βασιλείων τὴν αὐτοῦ μητέρα Κατάξοντας. τῆς δὲ τῷν υἱῷ προσφυείσης μετὰ δακρύων, εἰς οἶκτον ἐκεῖνος ἐκλίθη καὶ ἀφῆκεν αὐτήν, εἰς ἑαυτὸν δὲ τὴν ἐξουςίαν μετήνεγκε, καὶ προεχειρίσατο δομέστικον τῶν σχολῶν τὸν Γαριδᾶν ᾿Ιωάννην τὸν μάγιστρον. ὁ δὲ δρουγγάριος ὁ Λακαπηνός, ἐξαρτύσας τὸν στόλον ὥσπερ εἰς ναυμαχίαν κατὰ τὴν ἡμέραν τοῦ εὐαγγελισμοῦ τοῖς βασιλείοις προςέπλευσεν εἰς τὸν Βουκολέοντα. καὶ ὁ μὲν πατριάρ- χης καὶ ὁ μάγιστρος Στέφανος εὐθὺς ἐκ τῶν ἀνακτόρων ἐξέστησαν, ὁ δὲ Ῥωμανὸς ὅρκους τελέσας φρικωδεστάτου ’ς μήποτε κατὰ τοῦ βασιλέως φρονῆσαι μηδ’ ἐπιθέσθαι τῇ βασιλείᾳ ,ἀνῆλθεν εἰς τὰ βασίλεια, καὶ εἰς τὸν ἐν τῷ Φάρῳ ναὸν τῷ Κωνσταντίνῳ συνεισελθὼν συνεισελθὼν καὶ πίστεις δούς τε καὶ μέγας ἑταιρειάρχης προβάλλεται. δὲ τῷ Φωκᾷ ὁ βασιλεὺς μὴ ἀθυμῆσαι μηδ’ ἀπογνῶναι, προσμεῖναι δὲ μικρόν, ὡς μελλούσης αὐτῷ γενέσθαι προνοίας μετὰ βραχύ. ὁ δὲ Ῥωμανὸς ἑαυτοῦ θυγατέρα Ἑλένην μνηστεύεται τῷ Κωνσταντίνῳ, καὶ τῇ τρίτῃ τοῦ πάσχα τετέλεστο τὰ γαμήλια, τοῦ πατριάρχου Νικολάου τὴν ἱερολογίαν ποιήσαντος, καὶ αὐτίκα τετίμηται βασιλεοπάτωρ ὁ Ῥωμανός, μέγας δ’ ἑταιρειάρχης Χριστοφόρος υἱός. ταῦτα δὲ μαθὼν ὁ Φωκᾶς τυραννίδι ἐπέθετο, Κωνσταντῖνον τὸν παρακοιμώμενον προσλαβόμενος καὶ ἑτέρους τῶν ἀρχόντων, καὶ διαβεβαιούμενος ὑπὲρ τοῦ βασιλέως Κωνσταντίνου πράττειν πράττει. ὁ Ῥωμανὸς δὲ γραφὴν γεγραφὼς περιέχουσαν τῆς τοῦ Φώκα προφάσεως, καὶ ταύτην τῇ τοῦ βασιλέως ὑποσημασίᾳ καὶ χρυσῇ σφραγῖδι βεβαιωσάμενος, πέμπει ταύτην παρὰ τὸ μετὰ τοῦ Φώκα στράτευμα μετά τινος γυναίου ἑταιρικοῦ. κἀκεῖνο πολλοῖς τὴν χρυσοσήμαντον ὑποδεικνύον λάθρᾳ γραφὴν πολλοὺς καταλιπεῖν πεποίηκε τὸν Φωκᾶν καὶ προσχωρῆσαι τῷ βασιλεῖ. ὁ δὲ Φωκᾶς ἐν Χρυσοπόλει γενόμενος, καὶ καταλειφθεὶς ὑπὸ τοῦ μετ’ αὐτοῦ πλήθους τῷ βασιλεῖ προσφοιτήσαντος, ἐτράπετο εἰς φυγήν, καὶ ἔν τινι χωρίῳ γενόμενος, ὅπερ παρὰ τῶν ἐγχωρίων Γοηλέων συλλαμβάνεται, καὶ τυφλωθεὶς εἰσάγεται εἰς τὴν βασιλεύουσαν · καὶ τοῦτο τέλος τῇ αὐτοῦ τυραννίδι ἐγένετο. ἀλλὰ μὴν καὶ ἑτέρα ἐπιβουλὴ κατὰ τοῦ βασιλέως συνέστη· νεανίας γάρ τινες καθῆκαν κατ’ αὐτοῦ θηρῶντος, ἵν᾿ αὐτῷ ἐν τῇ θήρᾳ ἐπίθωνται. ἀλλ’ ἐγνώσθη τὸ βούλευμα, καὶ οἱ πρωτουργοὶ ἐκολάσδησαν. ἐξεβλήθη δὲ τῶν βασιλείων καὶ ἡ τοῦ βασιλέως μήτηρ Ζωή, ὡς ἐπιβουλεύουσα δῆθεν τῷ βασιλεοπάτορι, καὶ ἀπεκάρη ἐν τῇ τῆς ἁγίας Εὐφη- μίας μονῇ. τῇ δὲ εἰκοστῇ τετάρτῃ τοῦ Σεπτεμβρίου μηνὸς εἰς τὴν τοῦ Καίσαρος ἀξίαν ἀνήχθη ὁ Ῥωμανὸς καὶ κατὰ τὸν Δεκέμβριον τῷ τῆς βασιλείας διαδήματι τεταινίωτο παρὰ τοῦ πατριάρχου Νικολάου τοῦ Κωνσταντίνου δῆθεν ἐπιτροπῇ.