Ancient Greek · ~18 min
Book 16
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 16.18.1
Not analysed yet
Καὶ ὁ μὲν Λακαπηνὸς Ῥωμᾶνος οὕτω τῆς ἀναρρήσεως ἔτυχεν, οὐκ ἠγάπα δὲ ταύτης τυχὼν αὐτός, ἀλλὰ μετὰ βραχὺ καὶ τὴν οἰκείαν ὁμευνέτιν τὴν Θεοδόραν ταινιοῖ, εἶτα καὶ τὸν ὒ ἰὸν Χριστοφόρον, προαιρέσει μὲν τῷ δοκεῖν τοῦ Κωνσταντίνου ,τῇ δ’ ἀληθείᾳ βιαζομένου ἀσχάλλοντός τε πρὸς οὓς έθάρρει καὶ ἐν συμφορᾷ τιθεμένου τὰ πραττόμενα, μὴ θαρροῦντος δὲ ἀνταίρειν. ἐπιβουλῆς δὲ κατὰ τοῦ ‘Pωμανοῦ γενομένης, ἧς ὁ σακελλάριος πρωτουργὸς ἦν Ἀναστάσιος, ὡς τῷ Κωνσταντίνῳ δῆθεν ἀμύνων, ἐγνώσθη τὰ κατ’ αὐτήν, καὶ οἱ μὲν συνίστορες, ὡς ἔδοξε τῷ Ῥωμανῷ, ἐκολάσθησαν, ὁ δὲ σακελλάριος ἀπεκάρη. ἣν δὴ πρόφασιν ἔσχεν ὁ Ῥωμᾶνος τοῦ ὑποβιβάσαι τὸν Κωνσταντῖνον ἑαυτοῦ, μέχρι τότε πρῶτον εὐφημούμενον ἐν ταῖς ἀναρρήσεσιν. ὁ Συμεὼν δὲ κατὰ τῆς πόλεως ἐκπέμπει στρατόν· ἔνα δὲ μὴ ἐλθόντες τὰς πρὸ τῆς πόλεως διαφθείρωσιν ἀγλαίας, ἔπεμψε καὶ ὁ ‘Pωμανὸς τοὺς ἀντιταξομένους αὐτοῖς καὶ τῶν Βουλγάρων ἐπελθόντων αὐ- τοῖς πίπτουσι μὲν καὶ τῶν ἀρχόντων πολλοί, τῶν δέ γε στρατιωτῶν οἱ μὲν εἰς τὰς τριήρεις σπεύδοντες ἐμβῆναι παραπλεούσας εἰς τὴν θάλασσαν ἐξωλίσθαινον, καὶ ὑπὸ κυμάτων ἐφέροντο, οἱ δὲ ὑπὸ τῶν πολεμίων διώλλυντο, οἱ δὲ καὶ ζῶντες συνελαμβάνοντο. οὕτω δὲ διατεθείσης τῆς Ῥωμαϊκῆς στρατιᾶς κατὰ τὰς Πηγάς, τά τε ἐκεῖ ὄντα ἀνάκτορα οἱ Βούλγαροι ἐπυρπόλησαν καὶ τἄλλα ὅσα ἐν τῷ αἰγιαλῷ τοῦ κατ’ ἀντικρὺ τῆς πόλεως ἦσαν διακειμένου πορθμοῦ. θανούσης δὲ τῆς τοῦ Ῥωμανου συμβίου τῆς Αὐγοῦ στῆς Θεοδώρας ἡ τοῦ βασιλέως Χριστοφόρου γυνὴ Σοφία τοῦ τῆς Αὐγούστης ἠξιώθη ὀνόματος. ὁ τῶν Βουλγάρων δ’ ἐξηγούμενος Συμεὼν τῇ Ἀδριανουπόλει προσέβαλε καὶ ταύτην ἐπολιόρκει. ἤνυσε δ’ ἂν οὐδέν, εἰ μὴ τοῖς ἔνδον ἐπιλελοίπει τὰ ἐπιτήδεια· βιαζόμενοι γὰρ τῷ λιμῷ καὶ ἑαυτοὺς καὶ τὴν πόλιν τοῖς πολεμίοις παρέδωκαν. τότε μέντοι καὶ ὁ ἐκ Τριπόλεως Λέων μετὰ δυνάμεως ναυτικῆς κατὰ Ῥωμαίων ἐχώρησεν· ἀλλὰ τούτῳ περὶ τὴν νῆσον Λῆμνον τριήρεις ἐπελθοῦσαι Ῥωμαϊκαὶ τοὺς μὲν Ἀγαρηνοὺς σχεδόν τι ξύμπαντας διεφθάρκασι, τὰς δὲ νῆας αὐτῶν ὑποβρυχίους ἐποίησαν, μόλις τοῦ Τριπολίτου φυγεῖν ἐξισχύσαντος. καὶ ὁ Βούλγαρος δὲ Συμεὼν τά τε κατὰ Μακεδονίαν καὶ τἀπὶ Θρᾴκης σὺν βαρεῖ στρατεύματι ἐληίζετο, καὶ παρὰ τὴν πόλιν ἐλθὼν ἀγχοῦ τῶν Βλαχερνῶν πεποίητο τὴν παρεμβολήν, καὶ τῷ βασιλεῖ Ῥωμανῷ ἐζήτησεν ἐντυχεῖν, καὶ τὴν ἔντευξιν ὁ βασιλεὺς ᾑρετίσατο, καὶ κατὰ τὸν τοῦ Κοσμιδίου αἰγιαλὸν ὁ μὲν βασιλεὺς σὺν τῷ στόλῳ ἀφίκετο, ὁ δέ γε Συμεὼν μετὰ τῆς οἰκείας παρεγένετο στρατιᾶς, καὶ ὡμίλησαν καὶ ὁ βασιλεὺς μεγαλοπρεπῶς τῷ Συ- μεὼν ἐδωρήσατο. ἀσύμβατοι δὲ ἀπ’ ἀλλήλων διέστησαν, ὃ καὶ δυὰς ἔδοξε δηλῶσαι ἀετῶν. φασὶ γὰρ ἄνωθεν αὐτῶν διαπτῆναι τούτους καὶ ἀλλήλοις συμμίξαι μετὰ κλαγγῆς, εἶτ’ εὐθὺς διαστῆναι τοῦ μὲν ἐπὶ τὴν πόλιν ἀποπτάντος, τοῦ δ’ ἐπὶ Θρᾴκην κινήσαντος τὸ πτερόν. ὁ βασιλεὺς δὲ Ῥωμανὸς ἀπληστευσάμενος ἐπὶ τῇ τῆς βασιλείας ἀρχῇ, καὶ ὥσπερ ἐπιλελησμένος τῶν ὅρκων, οὓς ὠμωμόκει καθ’ ἱερῶν, καὶ μὴ ἀρκούμενος ὅτι ἑαυτὸν καὶ τὸν τῶν υἱέων πρεσβύτερον ἠξίωσε διαδήματος, καὶ τοὺς λοιποὺς δύο τῶν παίδων αὐτοῦ βασιλικῶς τεταινίωκεν, εἶτα καὶ τὸν ἐκ τοῦ Χριστοφόρου γενόμενον αὐτῷ υἱωνόν, καὶ τὴν τῶν Ῥωμαίων ἀρχὴν ἀντὶ Βασιλείας εἰς πολυαρχίαν μετήνεγκε. τῷ τελευταίῳ δὲ τῶν υἱῶν αὐτοῦ Θεοφυλάκτῳ τὸν θρόνον τὸν ἀρχιερατικὸν τῆς βασιλίδος τῶν πόλεων μνηστευόμενος ἀπέκειρε κληρικόν, διὰ τοῦ πατριάρχου προχειρισθέντα καὶ σύγκελλον. τοῦ πατριάρχου δὲ Νικολάου ἔτη τρισκαίδεκα τὸ δεύτερον τῆς ἐκκλησίας κρατήσαντος καὶ μεταθεμένου τὴν βιοτήν, ὁ μητροπολίτης πολίτης Ἀμασείας Στέφανος εἰς τὸν θρόνον τῆς Κωνσταντινουπόλεως μετήνεκτο. ὁ μέντοι τῶν ἄρχων ὁ Συμεών, ἀνὴρ ὢν αἱμάτων, ἡσυχίαν ἄγειν οὔποτε ὅλως προῄρητο, ὅθεν κατὰ τοῦ ἔθνους τῶν Χροβάτων ἐστράτευσεν, ἀλλ’ ἥττητο ὑπ’ ἐκείνων, κἀν ταῖς τῶν ὀρῶν δυσχωρίαις τὸ οἰκεῖον ἀπέβαλε στράτευμα. ἐν τούτῳ δὲ πρόσεισί τις τῷ βασιλεῖ Ῥωμανῷ, λέγων τὴν ἄνωθεν τῆς ἐν τῷ Ξηρολόφῳ ἁψῖδος καθιδρυμένην στήλην καὶ πρὸς τὰ ἑσπέρια ἀποβλέπουσαν εἰς τὸν Συμεὼν ἐστοιχειῶ- σθαι τὸν Βούλγαρον, καὶ εἰ τὴν ταύτης ἀποτέμῃ τις κεφαλήν, ἕψεται τῇ ἐκτομῇ τοῦ Συμεὼν ἡ φθορά. ὁ μὲν οὖν εἶπε ταῦτα, καὶ ἡ κεφαλὴ τῆς στήλης οὐκ εἰς μακρὰν ἐξετέτμητο, καὶ τῷ Συμεῶν αὐθωρὸν ἐπέλιπε τὸ βιώσιμον, ληφθέντι καρδιωγμῷ, ὡς μετὰ ταῦτα ἐγνώσθη τῷ βασιλεῖ, ἀκριβωσαμένῳ τῆς ἐκείνου τελευτῆς τὸν καιρόν. ὡς δ’ ἐξ ἀνθρώπων ὁ Συμεὼν ἀπελήλυθεν ,ἡ τῶν Βουλγάρων ἀρχὴ πρὸς Πέτρον τὸν ἐκ τῆς δευτέρας αὐτοῦ γυναικὸς αὐτῷ τεχθέντα περιελήλυθεν, ὅς, ἐπεὶ καὶ λιμῷ τὸ τῶν Βουλγάρων ἔθνος ἦν πιεζόμενον καὶ τὰ πέριξ ἔθνη μὴ κατ’ αὐτοῦ ὁρμήσαιεν ἐδεδίει καὶ πρὸ τῶν ἄλλων Ῥωμαίους, στέλλει πρὸς τὸν βασιλέα, σπονδὰς ποιησόμενος, εἰ δ’ αἱροῖτο, καὶ κῆδος εἰς ἑαυτόν. ὡς δὲ τῷ βασιλεῖ καὶ ἄμφω καταθύμια ἔδοξε τὰ αἰτούμενα καὶ αὐτὸς ὁ Πέτρος ἀφίκετο, καὶ γεγόνασι μὲν συνθῆκαι περὶ σπονδῶν, συνήφθη δὲ αὐτῷ πρὸς συμβίωσιν γαμικὴν καὶ ἡ τοῦ βασιλέως ἐγγόνη, ἣ ἐκ τοῦ πρεσβυτέρου τῶν υἱῶν αὐτοῦ τοῦ Χριστο- φόρου γεγέννητο.