Ancient Greek · ~13 min
Book 16
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 16.19.1
Not analysed yet
Ὁ δὲ βασιλεὺς Ῥωμανὸς οὐκ ἀρκοῦν ἡγούμενος ὅτι ἑαυτοῦ τὸν βασιλέα Κωνσταντῖνον ὑπεβίβασε, λαβὴν ἐζήτει καὶ τὸν Χριστοφόρον προθεῖναι αὐτοῦ, καὶ παρεσκεύασε τὴν τῶν Βουλγάρων πληθὺν ἐν τῷ τοῦ γάμου καιρῷ στασιάσαι, ζητοῦσαν τὸν Χριστοφόρον πρὸ τοῦ Κωνσταντίνου ἀναγορεύεσθαι, καὶ διὰ τὴν δῆθεν οἰκονομῶν τι παρεχώρησε τὸ αἰτούμενον γίνεσθαι. εἶτα μήτε τὸ θεῖον δείσας, ὃ τὰς ὁμολογίας αὐτῷ ἐμπεπέδωκε, μήτ’ αἰδεσθεὶς τὸ ὑπήκοον, καὶ ἄμφω τοὺς ἄλλους υἱεῖς αὐτοῦ τοῦ Κωνσταντίνου προτέρους εὐφημεῖσθαι πεποίηκε, καὶ ὁ πρῶτος πέμπτος ἐγένετο, καὶ εἰ μὴ ὁ μικρὸς Ῥωμανὸς ὁ τοῦ υἱὸς ἔφθη θανών, κἀκεῖνος ἂν αὐτοῦ προτετίμητο. ἦν οὖν ὁ αὐθιγενὴς βασιλεὺς καὶ ᾧ κατὰ κλῆρον ἡ βασιλεία διέφερεν ὥσπερ παρέγγραπτος. ἀλλ’ ἐπὶ τούτοις ἡ δίκη οὐκ ἐπενύσταξεν· ἀναβεβλήσθω δ’ ἡ περὶ τούτων διήγησις. ὁ Ἀμασείας δὲ Στέφανος ἔτη τρία διαγαγὼν ἐν τῷ θρόνῳ τῆς ὑπερκειμένης τῶν πόλεων ἐτελεύτησε, καὶ ἐχειροτονήθη Τρύφων τις μοναχὸς ἐπὶ συνθήκαις τοῦ μετὰ χρόνον ὡρισμένον ἑκὼν ἐκστῆναι τοῦ θρόνου τῷ τοῦ βασιλέως υἱῷ τῷ Θεοφυλάκτῳ· ἦν γὰρ ἔτι μειράκιον. γέγονε δ’ ἐν τοῖς χρόνοις τούτοις χειμών τε ἀφόρητος λιμός τε σφοδρότατος καὶ ἐμπρησμὸς φρικωδέστατος. ὅτε καὶ ὁ βασιλεὺς Χριστοφόρος τὴν ζωὴν ἐξεμέτρησεν. ἤδη δε τοῦ ὡρισμένου καιροῦ παραρρυέντος ὁ πατριάρχης Τρύφων οὐ μεθίετο τοῦ θρόνου τοῦ ἀρχιερατι- κοῦ κατὰτὰ συγκείμενα, ἀλλ’ ὅλαις χερσὶτῆς ἀρχιερωσύνης ἀντείχετο. καὶ ὁ βασιλεὺς ἠνιᾶτο διὰ τὴν ἀπάτην, ὡς ἐμπαιχθείς. ὁ γοῦν Καισαρείας χαρίσασθαι τῷ βασιλεῖ προθυμούμενος ,δόλῳ μέτεισι τὴν τοῦ πατριάρχου ἀφέλειαν ,καὶ φίλου προσωπεῖον ἑαυτῷ περιθέμενος τῷ πατριάρχῃ φησίν “ἡ μὲν κατὰ σοῦ τοῦ κρατοῦντος ἐπίθεσις σφοδρά, ἀλλ’ ἐπιλείπουσιν αὐτῷ αἰτιάματα ὑπὸ καθαίρεσίν σε τιθέμενα, καὶ λοιπὸν εἰς τὸ μηδὲ ὅλως εἰδέναι σε γράμματα οἱ κατὰ σοῦ περιίστανται. ἀλλὰ σπεῦσον καὶ τούτου τοὺς μελετῶντας κατὰ σοῦ ἀποκρούσαΓ,θαι. διαλύσεις δὲ τούτοις τὸ σπούδασμα, εἰ ἐνώπιον πολλῶν χάρτην λαβὼν τὸ ὄνομα ἐγχαράξεις τὸ σὸν καὶ τὸ τῆς ἀρχιερωσύνης ἀξίωμα. καὶ τούτου ἀποκομισθέντος τῷ βασιλεῖ οὐκέτι κατὰ σοῦ αἰτίαμα περιλέλειπται.” ὁ μὲν οὖν συνεβούλευσε ταῦτα, ὁ δὲ ἐπείθετο, καὶ πολλῶν παρόντων ἀγράφῳ χάρτῃ ταῦτ’ ἐγεγράφει· ‘‘Τρύφων ἐλέῳ θεοῦ ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως νέας Pώμης.’’ καὶ λαβὼν τὸν χάρ- τὴν ὁ Καισαρείας ἀπῄει ἐμφανίσων τοῦτον τῷ βασιλεῖ. ἔγγραφον οὖν ἐν αὐτῷ παραιτήσεως ὡς ἐκ τοῦ πατριάρχου ἄνωθι τῆς ὑπογραφῆς ἐξυφαίνεται, καὶ ὡς παραιτησάμενος τῆς ἐκκλησίας ἐκβάλλεται, καὶ ὁ τοῦ βασιλέως υἱὸς πατριάρχης κεχειροτόνηται. στόλος δὲ Ῥωσικὸς ἐπῆλθε κατὰ τῆς πόλεως, καὶ ὁ στόλος οὐ χιλιόναυς, ὡς λέγεται, ἦν, ἀλλ’ εἰς πεντεκαίδεκα χιλιάδας τὰ τούτου πλοῖα ἠρίθμηντο. τούτοις περὶ τὸν Φάρον προσορμισθεῖσιν ἀντίπρῳρος ἔστη στόλος Ῥωμαϊκός, καὶ ἀθρόον αὐτοῖς ἐτρέψατο τοὺς βαρβάρους, καὶ πολλὰ τῶν πλοίων τῷ ὑγρῷ πυρὶ ἀπετέφρωσεν. ὅσα δέ γε περιελέλειπτο πρὸς ἴω περαιωθέντα, τῷ πατρικίῳ Βάρδᾳ ἐνέκυρσε τῷ Φωκᾷ, στρατιωτικοῦ στρατηγοῦντι συντάγματος, τάγματος, ὃς πρὸς συλλογὴν τῶν ἀναγκαίων πολλοὺς ἐξιόντας τῶν πλοίων καταλαμβάνων ἀνῄρει. ἀλλὰ καὶ ὁ δομέστικος τῶν σχολῶν ὁ Κουρκούας ἑτέροις ἐντυγχάνων κατὰ ζήτησιν τῶν ἐπιτηδείων ἐκβαίνουσι τῶν νηῶν, καὶ ἐζώγρει καὶ μαχαίρας ἔργον ἐτίθετο. οὕτω δὲ καὶ διὰ θαλάσσης καὶ διὰ γῆς παθόντες κακῶς οὐκέτι τῶν πλοίων ἐξώρμουν. ὡς δὲ τὰ πρὸς τροφὴν αὐτοῖς παντάπασιν ἐπιλέλοιπεν, ἐπανελθεῖν ἐς τὰ οἰκεῖα διανενόηνται καὶ ἤδη τοῦ ἔκπλου κατήρξαντο. ἀλλ’ αὖθις αὐτοῖς αἱ τριήρεις ἐπέθεντο, καὶ δὶς οἱ βάρβαροι κατεναυμαχήθησαν, ὡς ὀλίγας πάνυ τῶν σφετέρων νηῶν ἐκφυγεῖν καὶ ἀνθυπονοστῆσαι πρὸς τοὺς οἰκείους, ἀγγέλους γενομένας ἐκείνοις τῆς συμφορᾶς. καὶ οἱ μὲν Ῥὼς παθόντες πλέον κακῶς ἢ δεδρακότες τῆς κατὰ Ῥωμαίων ἀπέσχοντο ἐπιθέσεως.