Ancient Greek · ~16 min
Book 16
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 16.20.1
Not analysed yet
Καὶ οἱ Ἀγαρηνοὶ δὲ διὰ τοῦ δομεστίκου τῶν σχολῶν Ἰωάννου τοῦ κουρκούα καὶ τοῦ ἀδελφοῦ Θεοφίλου, πάππος δὲ ὁ Θεόφιλος τοῦ μετέπειτα τῆς βασιλείας κρατήσαντος Ἰωάννου, ἥττηντό τε πολλά- κὶς καὶ τεταπείνωντο καὶ πόλεις οὐκ ἐλαχίστας ὧν κατεῖχον ἀφῄρηντο. ὁ δὲ βασιλεὺς Ῥωμᾶνος εἰς συναίσθησιν τάχα δόξας ἐλθεῖν τῆς ἐπιορκίας καὶ τῆς τῶν συνθηκῶν παραβάσεως, ἃς πρὸς τὸν βασιλέα Κωνσταντῖνον πεποίητο, δι’ εὐποιιῶν ἔσπευδεν ἐξιλεώσασθαι τὸν θεόν. καὶ διαδόσεις μὲν καὶ ἀλλοίας ἐτίθετο, ἐπὶ δὲ ταύταις καὶ τὰ παρὰ τῶν ἐν τῇ πόλει χρεωστούμενα τοῖς δανεισταῖς ἀποδοῖς τοὺς ὀφειλέτας ἀπέλυσε τοῦ βάρους τῆς ὀφειλῆς, καὶ τὰ γραμματεῖα λαβὼν ἐν μέσῃ τῇ ἀγορᾷ πυρὶ κατῃθάλωσεν· εἰς ἐννεακαίδεκα δὲ κεντηνάρια τὰ τῶν ὀφειλῶν ἠριθμήθησαν. παρέσχε καὶ τὰ ἐνοίκια τῶν κατὰ τὴν μεγάλην πόλιν οἰκούντων μισθωτικῶς. τοὺς μὲν οὖν ὀφειλέτας ὠφέλουν ταῦτα, τῷ δέ γε Ῥωμανῷ μικρὸν ἢ οὐδὲν οἶμαι λυσιτελεῖν, ὅτι τε ἀλλότρια ἐτύγχανον τὰ διδόμενα, δημόσια γάρ, καὶ ὅτι τὴν βασιλείαν ἁρπάσας καὶ ταύτην κατέχων καὶ ἀπολαύων αὐτῆς καὶ τὸν ᾧ προσῆκε ταύτης ἀποστε- ρῶν, ἑαυτΓιο μὲν ἀπεκλήρου τῆς βασιλικῆς εὐκληρίας τὰ ξύ μπαντα, ταῖς δ’ εὐποιίαις ῥανίδα μικρὰν ἀπερῶν, τοιοῦτόν τι πράττων οἷον ἄν τις, εἰ βοῦν ἀπελάσας τοὺ γείτονος καὶ καταθύσας αὐτὸν τοὺς μὲν πόδας ἄκρους διένειμε πένησι, τὸ σῶμα δ’ ὅλον αὐτὸς ἐθοινήσατο. ἀλλὰ ταῦτα κατ’ ἀνθρωπίνην κρίσιν· εἰ δέ τις πρὸς τὴν θείαν ἀποβλέψειεν ἀγαθότητα, οὐδὲ ταῦτ’ ἂν ἴσως εἴποι ἀσυντελῆ. τούτου τῶν σκήπτρων κρατοῦντος καὶ τὸ ἀχειρότευκτον ἐκτύπωμα τοῦ σωτῆρος Χριστοῦ τὸ θεῖον χειρόμακτρον ἐκομίσθη πρὸς τὴν προκαθημένην τῶν πόλεων. εἶχε μὲν γὰρ τέως τοῦτο ἡ Ἔδεσσα· ἡ δὲ ἁλῶ- ’ναι παρὰ Ῥωμαίων πολιορκούντων αὐτὴν ἵν᾿ οὖν φύγοιεν οἶ Ἐδεσσηνοὶ τὴν ἐκπόρθησιν, λύτρον ταύτης τὸ θεῖον παρέσχον ἐκτύπωμα. ἀφίκετο δὲ τότε καὶ ἐξ Ἀρμενίας μειρακίσκων δυὰς συμφυῶν, τοῦ ἑνὸς δὲ θανόντος ἐτμήθη ἡ συμφυία παρ’ ἰατρῶν· ἀλλ’ οὐδὲν τὸν περίλοιπον ὤνησε, μικρὸν δ’ ἐπιβιώσας τῷ ἀδελφῷ κἀκεῖνος ἐξέπνευ- σεν. ὅπως μὲν οὖν μηδὲν αὐτῷ προσήκουσαν τὴν βασιλείαν ὁ Ῥωμανὸς ἐσφετερίσατο καὶ τοὺς παῖδας τῆς βασιλικῆς ἠξίωσε τιμῆς τε καὶ κλήσεως καὶ ὅπως ἑαυτὸν καὶ τοὺς παῖδας τῶν πρωτείων ἠξίωσε, τὸν δ’ ἐγγενῆ τῆς βασιλείας διάδοχον Κωνσταντῖνον πολλοστὸν πολλοστὸν ἔθετο πάντων ὑποβιβάσας, ἤδη μοι προιστόρηται. ἥκει δὲ νῦν ὁ λόγος προσθήσων καὶ τὰ ἑξῆς καὶ δείξων ὡς κἂν βραδύτερον ἴσως μέτεισι τοὺς ἀδικοῦντας ἡ πρόνοια, μετανοίας αὐτοῖς ἐπιμετροῦσα καιρόν, ἀλλά γε τοῦ κακοῦ μὴ ἀπεχομένους μέτεισι σχολαίῳ ποδὶ καὶ δίκας εἰσπράττεται. ἤνυε μὲν οὖν ὁ Ῥωμανὸς αὐταρχῶν καὶ ἕκτον ἐνιαυτόν. ὁ δὲ Κωνσταντῖνος, ὅπως ἑαυτῷ τὴν βασιλείαν ἐπανασώσηται, διὰ παντὸς ἔστρεφε κατὰ νοῦν, καὶ ἔνα τὸ ἐφετὸν αὐτῷ διαπράξηται, δι’ ἑτέρων ἐπεγείρει τῷ πατρὶ τοὺς υἱοὺς ἢ μᾶλλον τὸν ἕνα τὸν Στέφανον. ὁ γὰρ Κωνσταντῖνος σταθηροτέρας τυγχάνων φρενὸς τὴν προσβολὴν οὐ προσήκατο. ὁ δὲ προσεταιρισάμενος καὶ ἄλλους ἐπέθετο τῷ πατρί, καὶ κατασχὼν αὐτὸν ἐν τῇ νήσῳ τῇ Πρωτῇ περιώρισε καὶ ἀπέκειρεν, αὐτὸς δὲ τῆς βασιλικῆς ἀντεποιήσατο διοικήσεως σὺν τῷ γαμβρῷ καὶ ,τῷ ἀδελφῷ· ἀλλ’ οὐκ ἦν ὁμοφωνῆσαι τοὺς τρεῖς. ἔν τισιν οὖν διεφέροντο καὶ ἀλλήλοις ἀντέλεγον· κἀντεῦθεν ἀλλήλους ὑπώπτευον καὶ κατασπάσαι τῆς βασιλείας τὸν Κωνσταντῖνον ὁ Στέφανος διὰ φροντίδος ἐτίθετο καὶ ὁ Κωνσταντῖνος αὖθις τὸν Στέφανον. ἀλλ’ ἦν ὁ Κωνσταντῖνος πρὸς τὸ ἔργον ὀξύτερος πάνυ, πρὸς τοῦτο καὶ τῆς συζύγου Ἑλένης ἐπισπερχούσης αὐτόν. προσλαβόμενος τοίνυν καί τινας τῶν στρατιωτικῶν ἀρχόντων κατέσχε καὶ ἄμφω τοὺς ἀδελφοὺς συναριστοῦντας αὐτῷ, καὶ αὐτίκα τὸν μὲν εἰς τὴν νῆσον τὴν Πάνορμον ἐξαπέστειλεν· ἡ τοῦ Ἀντιγόνου αὕτη ἐστίν· τὸν δὲ εἰς τὴν καλουμένην Τερέβινθον, καὶ κληρικοὺς καὶ ἄμφω ἀπέκειρεν. εἶτ’ ἐκεῖθεν μεταχθῆναι μέλλοντες εἰς ὄψιν ἐλθεῖν τῷ πατρί, οὓς ἰδὼν ἐκεῖνος εἶπεν ‘υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν.” ἐκεῖθεν οὖν ὁ μὲν Στέφανος ἐν Προικονήσῳ περιωρίσθη, κἀκεῖθεν εἰς Ῥόδον κἀκ ταύτης εἰς Μιτυλήνην μετετέθη· τῷ δὲ Κωνσταντίνῳ ἡ Σαμοθρᾴκη περιγραπτὸν ἐγένετο ὅριον. ὃς ἀποδρᾶναι δοκιμάσας πολλάκις, καὶ διὰ τοῦτο φαρμάκῳ τὸν πρωτεύοντα τῶν φυλάκων αὐτοῦ ἀνελών, ἀνῃρέθη παρὰ τῶν ἄλλων. ὁ δὲ Στέφανος ἐν Λέσβῳ ἀπεβίω, ἐννεακαίδεκα διαγαγὼν ἐνιαυτοὺς παρ’ αὐτῇ. ὁ δὲ τούτων πατὴρ ἐν τῇ Πρωτῇ τὴν ζωὴν ἐξεμέτρησε, καὶ οὕτω τούτων ἕκαστον ἡ δίκη μετῆλθεν.