Ancient Greek · ~13 min
Book 16
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 16.21.1
Not analysed yet
Ἄρτι δὲ τῆς μοναρχίας ὁ Κωνσταντῖνος τυχὼν καὶ τῷ υἱῷ ‘Pωμανῷ διάδημα περιέθετο, τοῖς τε συναραμένοις αὐτῷ εἰς τὴν τῶν βασιλευόντων καθαίρεσιν ἀμοιβὰς ἐκτιννὺς τὸν μὲν Φωκᾶν Βάρδαν μάγιστρον ἐτίμησε καὶ δομέστικον προεχειρίσατο σχολῶν τῆς Ἀνατολῆς. ἀμφοῖν δὲ τῶν τοῦ Βάρδα υἱῶν τὸν μὲν Νικηφόρον τὸν ὕστερον βασιλεύσαντα τῶν Ἀνατολικῶν προεβάλετο στρατηγόν, τὸν δὲ Λέοντα τῆς Καππαδοκίας καὶ τοὺς ἄλλους ἄλλως ἠμείψατο. τὸν δὲ τοῦ Στεφάνου τοῦ βασιλέως υἱὸν Ῥωμανὸν ἐκτομίαν ἐποίησεν, ἀλλὰ μὴν καὶ Βασίλειον τὸν νόθον υἱὸν τοῦ γέροντος Ῥωμανοῦ, ὃν ἐγείνατο δούλῃ τινὶ συμφθαρείς. τὸν δὲ τοῦ Χριστοφόρου υἱὸν Μιχαὴλ ἀπέκειρε κληρικόν. ἦν δὲ ὁ προσκείμενος, τὰ πρὸς θεὸν εὐσεβὴς καὶ λόγοις προσκείμενος, ὡς ἔστι καταμαθεῖν ἐκ συγγραμμάτων αὐτοῦ, ἀλλὰ μέντοι καὶ ἐξ ἐπιστολῶν, ἃ κἂν μὴ πρὸς τέχνην ἠκρίβωντο τὴν ῥητορικήν, ἀλλά γε σχήμασι ταύτης καί τισιν ἰδέαις ποικίλλονται. ἐδίδου δὲ καὶ ῥυθμοῖς ἑαυτὸν καὶ μέτροις παντοδαποῖς· γνοίη δέ τις τοῦτο ἐξ ὧν ἐπὶ θανούσῃ αὐτῷ τῇ κοινωνῷ τοῦ βίου ἐμμέτρως ἐθρήνησεν. ἐπεμελήθη δὲ καὶ τῆς φιλοσοφίας αὐτῆς, ἐπιλελησμένης ἤδη σχεδόν, ἀλλὰ μέντοι καὶ τῶν ἐπιστημῶν διδασκάλους ἐπιστήσας καὶ ἀναζωπυρήσας ἐκλειπούσας αὐτάς. καὶ ταῦτα μὲν τῆς κρείττονος μοίρας ἐκείνῳ προσῆν. περὶ δὲ τὴν τῆς βασιλείας διοίκησιν διέκειτο μαλθακώτερον, δύσοργός τε καὶ βαρύμηνις τοῖς πταίουσιν ἦν καὶ κολαστὴς ἀπαραίτητος, οἴνῳ τε τοῦ αὐτάρκους ἐκέχρητο πλείονι. καὶ ἀρχαιρεσιάζων οὐ τοὺς ἀξίους ἐφίστα ταῖς στρατηγίαις ἢ ταῖς τῆς πολιτείας ἀρχαῖς, ἀλλὰ τοὺς μοχθηροτέρους καὶ ἀδοκίμους, καὶ οὓς ἡ βασιλὶς καὶ ὁ παρακοιμώμενος εἰσῆγον Βασίλειος, ὠνίους χρημάτων τιθέμενοι τὰς ἀρχάς. ἀλλ’ οὕτω μὲν τὰ τῆς βασιλείας, εἰ καὶ μὴ ἐν πᾶσι καλῶς, ᾠκονόμητο. ἐπιβουλαὶ δὲ κατὰ τοῦ κρατοῦντος ἐμελετήθησαν, ἡ μὲν παρὰ τοῦ παρακοιμωμένου Θεοφάνους, πολλοὺς καὶ ἄλλους συνίστορας ἔχοντος καὶ βουλομένου τὸν Ῥωμανὸν ἐπαναγαγεῖν ἐκ Πρωτῆς εἰς τὰ βασίλεια· ἡ δὲ παρ’ ἑτέρων, τὸν Στέφανον ἐκ Λέσβου λαβεῖν μελετησάντων καὶ ἀπο- καταστῆσαι τῇ βασιλείᾳ. ἀλλὰ καὶ ἄμφω τὰς ἐπιβουλὰς ὁ Κωνσταντῖνος ἐφώρασε, καὶ τοὺς μὲν συνωμότας ἐκόλασε, τοὺς δὲ βασιλειῶντας ὑπ’ ἀσφαλεστέραν ἔθετο τήρησιν. τῶν Τούρκων δέ, τοὺς δ’ Οὔγγρους οὕτω καλεῖσθαι καὶ πρῴην εἰρήκαμεν, τὰ Ῥωμαίων ληιζομένων ἐπί τινα καιρὸν ἠρεμῆσαι τὸ ἔθνος συμβέβηκεν. ὁ γὰρ τούτων ἀρχηγετῶν Βολοσουδὴς κεκλημένος, καὶ ἕτερος δ’ αὖθις Γυλᾶς, καὶ αὐτὸς μέρους ἄρχων, προσηλθέτην τῷ βασιλεῖ· καὶ ἕκαστος αὐτῶν τοὺ θείου τῆς παλιγγενεσίας ἠξιώθη λουτροῦ καὶ τὸ καθ’ ἡμᾶς ἐμυήθη μυστήριον, ῥίον, καὶ πατρίκιος ἐτιμήθη ἑκάτερος, καὶ κατηντλήθησαν χρήμασι, καὶ οὕτως ἐπανῆλθον εἰς τὰ ἤθη τὰ ἑαυτῶν, λαβόντες καὶ ἀρχιερέα, δι’ οὗ πολλοὶ πρὸς ἐπίγνωσιν τοῦ θεοῦ μετηνέχθησαν. ἀλλ’ ὁ μὲν Γυλᾶς λᾶς καὶ τῇ πίστει ἐνέμεινε καὶ τὴν εἰρήνην ἐτήρησεν. ὁ δὲ λοιπὸς τὰς πρὸς θεὸν συνθήκας ἠθετηκὼς αὖθις κατὰ Ῥωμαίων ὡπλίζετο, τοῦτο δὲ καὶ Φράγγων ποιῆσαι ἐπιχειρήσας ἑάλω καὶ ἀνεσταύρωτο. καὶ ἡ τοῦ κατὰ Ῥωμαίων ἐκπλεύσαντος Ῥὼς γαμετὴ Ἔλγα, τοῦ ξυνευνέτου αὐτῆς τελευτήσαντος, προσῆλθε τῷ βασιλεῖ, καὶ βαπτισθεῖσα τιμηθεῖσά τε ὡς ἐχρῆν, ὑπενόστησεν. ἐφρόντιζε δὲ ὁ αὐτοκράτωρ, ἤδη θανούσης τῆς τῷ υἱῷ αὐτοῦ Ῥωμανῷ συξυγείσης θυγατρὸς τοῦ τῶν Φράγγων ῥῆγός Οὔγωνος, ἑτέραν ἀγαγέσθαι αὐτῷ γαμετήν, καὶ συνοικίζει αὐτῷ κόρην, τύχης μὲν χαμερποῦς ἢ καὶ χυδαίας, εἴποιεν ἄν τινες, καπήλων γὰρ ἐκφῦναι ταύτην φασί, τὸ δὲ εἶδος εὐπρεπεστάτην, ἄντικρυς ἄγαλμα πλασθεῖσαν ὑπὸ τῆς φύσεως, ἥτις Ἀναστασὼ καλουμένη Θεοφανὼ μετωνόμαστο.