Ancient Greek · ~18 min
Book 16
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 16.22.1
Not analysed yet
Ἔτει δὲ δωδεκάτῳ τῆς Κωνσταντίνου αὐταρχίας ὁ πατριάρχης Θεοφύλακτος ἀπεβίω, ἐπὶ ἔτη τρία καὶ εἴκοσιν ἀρχιερατεύσας· ὲξκαίδεκα δὲ ἦν ἐνιαυτῶν, ὅτε τῆς ἀρχιερωσύνης ἀθέσμως ἠξίωτο. ὅθεν καὶ ὑπὸ παιδαγωγοὺς ἐτέλει ὁ πατριάρχης, ἕως αὐτῷ ὁ πατὴρ ἐβασίλευεν· εἶτα τούτους ἀποσειδάμενος πολλὰ τῶν οὐ δεόντων ἢ τῶν ἀπειρημένων, εἰπεῖν οἰκειότερον, διεπράττετο, ἱππομανῶν τε καὶ κυνοτροφῶν καὶ θήραις προσκείμενος καὶ τὰ τούτοις πράττων ἀκόλουθα. ἔτρεφε δὲ καὶ ἵππων σφοδρότατον ἔρωτα, καὶ εἶχε θηλείας ἵππους πάνυ πολλάς. μία τοίνυν αὐτῶν ἡ τῶν λοιπῶν ἐπισημοτέρα κατὰ γαστρὸς ἔχουσα ἔτυχε τεκοῦσα κατὰ τὴν ἱερὰν τῆς μεγάλης πέμπτης ἡμέραν, καὶ λειτουργοῦντι τότε τῷ πατριάρχῃ ἧκέ τις κομίζων περὶ τοῦ τοκετοῦ εὐαγγέλια · ὁ δὲ ὑπερήσθη καὶ τὴν θείαν ἱερουργίαν συντεμὼν σπουδῇ πρὸς τὸ Κοσμίδιον ἀπελήλυθεν, ἐκεῖ γὰρ εἶχον αἱ ἵπποι αὐτοῦ τὰς διατριβάς, καὶ τὸν νεογνὸν πῶλον ἑωρακὼς ὑπενόστησεν εἰς τὴν ἐκκλησίαν καὶ τὴν τῶν ἁγίων παθῶν τοῦ σωτῆρος Χριστοῦ ἐτέλεσε τελετήν. κατέστρεψε δὲ τὴν ζωὴν ἐξ ἱππασίας· θρασύτατα γὰρ ἱππαζόμενος καὶ πρὸς τεῖχός τι τῶν παραθαλασσίων προσαραχθεὶς αἷμα διὰ στόματος ἀνήγαγε, κὰντεῦθεν ἐπὶ δύο ἔτη νοσήσας, εἶθ’ ὑδέρῳ περιπεσών, ἀπεβίω. καὶ προεχειρίσθη πατριάρχης Πολύευκτος μοναχὸς ἐκτομίας, καὶ λόγῳ διαπρέπων καὶ ἀρετῇ, ὃς παρὰ τοῦ Καισαρείας κεχειροτόνητο. ὁ γὰρ Ἡρακλείας προσκεκρουκὼς κατά τι τῷ βασιλεῖ ἐκωλύθη τοῦ προνομίου αὐτοῦ · καὶ τοῦτο τοῖς φιλοσκώμμοσιν εὕ ρητο κατὰ τοῦ πατριάρχου αἰτίαμα. ἐπεὶ δ’ ἐχειροτονήθη, τῷ βασιλεῖ ἐντυχὼν καταδρομὴν ἐποιή- σατο τῶν συγγενῶν τοῦ γέροντος Ῥωμανοῦ καὶ ἀναστεῖλαι τὴν τούτων πλεονεξίαν παρῄνει. ὅπερ οὔτ’ αὐτὸς ἀν’ ἐπαχθῶς ἤκουσε καὶ ἡ βασιλὶς Ἑλένη, παρὰ τοῦ ἐκτομίου Βασιλείου, ὃς μετέπειτα παρα- γέγονε, προβιβασθεῖσα, ἠρέθισε κατὰ τοῦ πατριάρχου τὸν αὐτοκράτορα, καὶ ἐζήτει λαβήν, δι’ ἧς αὐτὸν τὴν ἀρχιερωσύνην ἀφέληται. τότε δὲ καὶ ἡ τιμία χεὶρ τοῦ προδρόμου εἰς τὴν ὑπερκειμένην ἀπεκομίσθη τῶν πόλεων ἐξ Ἀντιοχείας διά τινος διακόνου Ἰώβ. τῶν δ’ ἐν τῇ Κρήτῃ Ἀγαρηνῶν τὰ παράλια τῆς ‘Pωμαίων ἡγεμονίας ληιζομένων ὁ βασιλεὺς στόλον ἑτοιμασάμενος, ὃν πλεῖσται συνίστων νῆες πολεμιστήριοι, κατ’ ἐκείνων ἐκπέπομφεν. ἀλλ’ ἐσφάλησαν τὰ τοῦ στόλου τῇ τοῦ ναυαρχοῦντος ἀπειρίᾳ καὶ ἀμελείᾳ. καὶ τὸ μὲν πλεῖον τοῦ πληρώματος τῶν νηῶν ἀπώλετο, τὸ μὲν ἑαλωκός, τὸ δὲ μαχαίρας ἔργον γενόμενον, πολλοστὸν δὲ διασέσωστο. καὶ αὐτὸς δ’ ἂν ἑάλω ὁ ναύαρχος, εἰ μὴ περὶ αὐτὸν συστάντες οἱ αὐτοῦ θεράποντες καὶ συνασπισμῷ τοὺς Ἀγαρηνοὺς ἀπωσάμενοι ἄδειαν παρέσχον τῷ στρατηγῷ ἐμβῆναι εἰς τὴν στρατηγίδα τριήρη καὶ οὕτω φυγεῖν. ἀλλ’ οὐχ οὕτω καὶ τῷ Βάρδᾳ Φωκᾷ τῷ τῶν σχολῶν δομεστίκῳ συνηντήκει τὰ πρὸς τοὺς ἑῴους Ἀγαρηνούς, στρατηγικῇ δὲ τέχνῃ καὶ ἐμπειρίᾳ τοὺς πρὸς ἐκείνους πολέμους διατιθέμενος ἄστεα τε πολλὰ ἐκείνων ἀφείλετο καὶ τὰ προστυχόντα λείαν ἐτίθετο. ὅ γε μὴν τοῦ βασιλέως υἱὸς Ῥωμανός, εἰς ἄνδρας ἤδη τελεῖν ἠργμένος ἐξ ἀγενείων καὶ εἰς ἑαυτὸν τὴν ἐξουσίαν περιαγαγεῖν ἱμειρόμενος, ἐπιβουλεύει τῇ ζωῇ τοῦ πατρός, συμπραττούσης αὐτῷ καὶ τῆς γαμετῆς, καὶ φαρμάκῳ δηλητηρίῳ τὴν ἐπιβουλὴν συνεσκεύασαν, ὃ λαθόντες καθαρτηρίῳ πόματι συνεκέρασαν, ὅπερ ἔμελλεν ὁ αὐτοκράτωρ πιεῖν. ἄρτι δὲ δοθῆναι μέλλον εἰς πόσιν τῷ βασιλεῖ, εἴτ’ ἐκ προνοίας εἴτε τυχαίως τὸ πλέον ἐκκέχυτο, τὸ δὲ περιλειφθὲν ὀλίγον ὄν καὶ παρὰ τοῦ βασιλέως ποθὲν ὀδύναις μὲν αὐτὸν καὶ κινδύνου φόβοις οὐ μικροῖς περιέβαλεν, οὐ μέντοι καὶ κίνδυνον ἐποίησεν αὐτῷ περὶ τὴν ζωήν. τέως δ’ οὖν αὐτὸν δυσχερῶς διαπέφευγε. τῷ πεντεκαιδεκάτῳ δ’ ἐνιαυτῷ τῆς αὐτοῦ βασιλείας ἐν τῷ τοῦ Ὀλύμπου ὄρει οὗτος ἐξῆλθεν ὁ βασιλεύς, λόγῳ μὲν ἔνα ταῖς τῶν ἐκεῖ ἀσκουμένων εὐχαῖς καθοπλισθείη κατὰ τῶν Ἀγαρηνῶν, τῷ δ’ ὄντι, ὡς λέγεται, ἵνα τῷ Κυζίκου Θεοδώρῳ συγγένηται καὶ ὅπως τὸν Πολύευκτον ἐξωθήσει τῆς ἐκκλησίας σκέψηται μετ’ αὐτοῦ. ἔνθα δὴ γεγονός, κακῶς ἔχων ἐπανῆλθεν εἰς τὰ βασίλεια, καὶ μετ’ ὀλίγον τὴν ζωὴν ἐξεμέτρησεν, ὡς μέν τισι δοκεῖ, ἐκ δυσκρασίας σωματικῆς, ὡς δ’ ἑτέροις δοξάζεται, καὶ αὖθις ὑπὸ τοῦ υἱοῦ ἐπιβουλευθείς. ἦν δ’ ὁ σύμπας πας τῆς βιοτῆς αὐτοῦ χρόνος ἐνιαυτοὶ πεντήκοντα τέσσαρες καὶ μῆνες δύο, συμβασιλεύσαντος τῷ πατρὶ Λέοντι καὶ Ἀλεξάνδρῳ τῷ θείῳ καὶ τῇ μητρὶ ἔτη τρισκαίδεκα καὶ τῷ Ῥωμανῷ τὴν βασιλείαν ἁρπάσαντι ἔτη ἓξ ἐπὶ εἴκοσι, μοναρχήσαντος δὲ τελευταῖον ἐνιαυτοὺς πεντεκαίδεκα. ἦν δὲ καὶ μέχρις ἀποβιώσεως ἐν πολλῇ φροντίδι τὴν τοῦ ἀρχιποίμενος καθαίρεσιν τοῦ Πολυεύκτου τιθέμενος. λέγεται δὲ πρό τινων ἡμερῶν τῆς αὐτοῦ τελευτῆς λίθους νυκτὸς φέρεσθαι μετὰ ῥοίζου πολλοῦ κατὰ τῶν αὐτοῦ θαλάμων, καὶ τοῦτο συμβαίνειν ἐπὶ πλείους νύκτας, καὶ νομίσαι μὲν τὸν βασιλέα παρά τινων ἀνθρώπων λιθολευστεῖσθαι, καὶ πολλοὺς περιστῆσαι τοῖς βασιλείοις, οἷς ἐπιτετήρητο τὸ γινόμενον· οὐδεὶς ὤφθη τῶν λίθων πομπεύς· ὅθεν οὐδ’ ἐξ ἀνθρώπων τὸ ἔργον νενόμιστο πράττεσθαι.