Ancient Greek · ~25 min
Book 16
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 16.23.1
Not analysed yet
Καὶ ὁ μὲν Κωνσταντῖνος τοῦ ἐπικλωσθέντος αὐτῷ μίτου ῥαγέντος τοῦ ὁρισθέντος αὐτῷ χρόνου τῆς βιοτῆς ἀπεβίω, ὁ υἱὸς δὲ αὐτοῦ ‘Ρωμανός, ὅς καὶ παιδίον ἐλέγετο, τῆς αὐταρχίας ἐπείληπτο. παιδίον δ’ ἐλέγετο, οὐχ ὅτι παιδικῆς ὢν ἡλικίας τῆς βασιλείας ἐκράτησεν, ἤδη γὰρ ἀνδράσι συντέτακτο, ἀλλ’ ἀντιδιαστελλόμενος πρὸς τὸν μητροπάτορα 'Ρωμανόν, ὄντα πρεσβύτην καὶ ὑπερήλικα. εἰ δέ τις εἴποι παιδίον αὐτὸν καλεῖσθαι, ὅτι καὶ παιδαριώδης ἦν αὐτῷ ἡ ζωή, καὶ τοῦτο τῷ ἐκείνου ἤθει ἁρμοδιώτατον. ἄρτι δὲ τῶν σκήπτρων γενόμενος ἐγκρατής, τὸν υἰὸν αὐτοῦ Βασίλειον ταινιοῖ καὶ κλήσεως βασιλικῆς ἀξιοῖ. εἶτα καὶ δεύτερος αὐτῷ ἐτέχθη υἱός, ἐπὶ τῷ πάππῳ Κωνσταντίνῳ τὴν κλῆσιν λαχών. αὐτὸς μὲν οὖν ὁ Ῥωμανὸς τρυφαῖς ἡδυπαθείαις ἐξέδωκεν ἑαυτὸν καὶ ἐκδεδιῃτημένῃ ζωῇ καὶ ἀνδράσι συνῆν διεφθαρμένοις τε καὶ λοιμοῖς, τὴν δὲ τῆς βασιλείας διοίκησιν ὑπὸ τὸν πραιπόσιτον καὶ παρακοιμώμενον τὸν Βρίγγαν Ἰωσὴφ ἐποιήσατο. πέμπεται τοίνυν Νικηφόρος μάγιστρος ὁ Φωκᾶς ὁ δομέστικος τῶν σχολῶν κατὰ τῶν ἐν Κρήτῃ Σαρακηνῶν σὺν ἀξιομάχῳ στρατῷ, καὶ δι’ ἑπτὰ μηνῶν πολλάκις τοῖς βαρβάροις συμπλακεὶς καὶ πᾶσαν πολιορκητικὴν τοῖς αὐτῶν ἄστεσιν ἐπαγαγὼν μηχανήν, ὑφ’ ἑαυτόν αὐτὰ ἐποιήσατο, εἶτα καὶ τὴν αὐτῶν μητρόπολιν τὸν Χάνδακα ἐξεπόρθησε καὶ τὸν ἀρχηγὸν τῶν ἐν Κρήτῃ Σαρακηνῶν, Κουρούπην καλούμενον, ἐχειρώσατο καὶ τὸν μετ’ αὐτὸν τῶν ἄλλων πρωτεύοντα, ὠνομασμένον δὲ Ἀνεμᾶν. καὶ εἰ μὴ διὰ φήμην κρατοῦσαν ὡς ὁ Κρήτης τοὺς Σαρακηνοὺς ἐξελάσων Ῥωμαῖος τῶν Ῥωμαϊκῶν ἐκ τρόπου παντὸς ἐπιλήψεται σκήπτρων ἐκεῖθεν ὁ Φωκᾶς μετεκέκλητο, τάχα τέλεον ἂν ἡ νῆσος δεδούλωτο καὶ οἶ Σαρακηνοὶ ταύτης ἂν ἀπηλάθησαν. καὶ τὸν Λέοντα δὲ τὸν Φωκᾶν τὸν του Νικηφόρου ὁμαίμονα κατὰ τοῦ Χαμδάν, ὃς τοῦ χαλεπ’ ἐκράτει, ὁ ῾Ρωμᾶνος σὺν δυνάμει ἀπέστειλε, καὶ οὗτος δὲ τῷ Χαμδὰν συμμίξας ἡττᾷ κατὰ κράτος τὸν βάρβαρον, ὡς τὸ πολὺ μὲν τῆς αὐτοῦ στρατιᾶς ἐν τῇ μάχῃ πεσεῖν, τὸ δ’ ἄλλο γενέσθαι ἁλώσιμον, αὐτὸν δὲ τὸν στρατάρχην μόλις σὺν εὐαριθμήτοις δυνηθῆναι φυγεῖν. καὶ ὁ μὲν Λέων ἐπανελθὼν καὶ μεγαλοπρεπῶς ὑπεδέχθη καὶ ἐπινικίῳ θριάμβῳ τετίμητο. μελέτη δέ τινων κατὰ τοῦ αὐτοκράτορος ἐφωράθη καὶ οἶ ταύτην συρράψαντες καὶ οἶ τούτων συνίστορες συνεσχέθησαν, πλὴν οὐκ ἀπηνῶς ἐκολάσθησαν. ὁ μάγιστρος δὲ Νικηφόρος ὁ Φωκᾶς ἐκ τῆς Κρήτης μετακληθεὶς οὐκ εἰάθη πρὸς τὸ Βυζάντιον ἐπαναδραμεῖν, ἀλλ’ ἐκελεύσθη πρὸς τὴν ἑῴαν μετὰ πάσης χωρῆσαι τῆς στρατιᾶς· ὁ γὰρ Χαμδὰν αὖθις κατὰ ῾Ρωμαίων χωρήσειν ἠλπίζετο. ἐν γοῦν Συρίᾳ γενόμενος ὁ Φωκᾶς, καὶ τούτῳ κατὰ συστάδην μαχεσάμενος, καὶ ἥττησε περιφανῶς καὶ τὴν Βέρροιαν ἄτερ τῆς ἀκροπόλεως ἐξεπόρθησε καὶ πλοῦτον ἐκεῖθεν πλεῖστον συνήγαγε καὶ δοριαλώτους ἤλασεν οὐκ εὐαριθμήτους καὶ πολλοὺς δεσμίους χριστιανοὺς τῆς αἰχμαλωσίας ἀπέλυσε. λέγεται γοῦν ἐν ἀρχῇ τῆς αὐταρχίας τοῦ Ῥωμανοῦ τῶν Ἀγαρηνῶν πᾶσαν χώραν λεηλατούντων εἰς ἀπορίαν περιστῆναι τὸν αὐτοκράτορα, καὶ τὸν Φωκᾶν Νικηφόρον προσκαλεσάμενον ἐρέσθαι τοῦτον πῶς εἰς τὸ κατόπιν ῾Ρωμαίοις περιη- νέχθη τὰ πράγματα. τὸν δὲ μηδὲν ὑποστειλάμενον ἐλευθέρῳ φάναι “διότι σὺ μὲν βασιλεύεις, ὁ δ’ ἐμὸς πατὴρ στραταρχεῖ, σὺ μὲν τῆς ἀρχῆς οὐχ ὡς δέον ἐπειλημμένος, ἐκεῖνος δὲ φιλοχρηματῶν. εἰ βούλοιο δέ, μεταβληθήσονται Ῥωμαίοις καὶ τὰ φρονήματα καὶ τὰ πράγματα, πλήν μὴ ἀθρόαν οἴου ἔσεσθαι τὴν μεταβολήν.” ὁ δὲ βασιλεὺς τούτων ἀκούσας ἐπέτρεπεν αὐτῷ μεταχειρίσασθαι τὴν πρᾶξιν ὡς βούλεται, καὶ ὃς αὐτίκα ἐπεμελεῖτο τοῦ ὁπλιτικοῦ τό τε ὄν διατάσσων καὶ ἄλλο ἐγκαταλέγων καὶ γυμνάζων εἰς ἅπαν στρατιωτικὸν ἐπιτήδευμα. καὶ οὕτω τὰς τάξεις ἀναπληρώσας καὶ καθοπλίσας τοὺς βωλοκόπους καὶ τὸ προφητικὸν αὐτοῖς ἀντίρροπον θέμενος, εἰς μαχαίρας αὐτοῖς δηλαδή συγκόψας τὰ δρέπανα καὶ εἰς ζιβύνας τὰ ἄροτρα σὺν αὐτοῖς τὰ θρυλούμενα ῥᾳδίως ἔστησε τρόπαια. τρισὶ δ’ ἔτεσι διαπεττεύσας τὴν βασιλείαν ὁ Ῥωμανὸς καὶ μικρὸν ἐπέκεινα μετέστη τῆς ἐνταῦθα ζωῆς, ἢ φαρμάκῳ δηλητηρίῳ κατά τινας ἠ’ φιληδονίαις καὶ μίξεσιν ἑαυτὸν κατατείνας καὶ ταύταις δαπανήσας τὴν ἰσχὺν τοῦ σαρκίου, τὴν βασιλείαν λιπὼν τοῖς υἱοῖς ἀμφοῖν καὶ τῇ τούτων μητρὶ Θεοφανοῖ. τοῦ δὲ Ῥωμανοῦ θανόντος ὁ Φωκᾶς κελεύσει τῆς βασιλίσσης ἧκεν εἰς τὸ Βυζάντιον καὶ κατήγαγε θρίαμβον ἐπὶ τοῖς ἐκ Βερροίας κεκομισμένοις λαφύροις, ὅθεν καί τι μέρος τῆς τιμίας ἐσθῆτος τοῦ βαπτιστοῦ Ἰωάννου ἐκόμισε. τὸν Βρίγγαν δὲ αὐτὸν ὑφορώμενον ὡς βασιλειῶντα κατεσοφίσατο οὕτω. σὺν ἐνὶ τῶν θεραπόντων ἐσπέρας κατέλαβε τὴν κατοικίαν αὐτοῦ καὶ ἰδιαίτατα τὸν Βρίγγαν παραλαβών, δι’ ἔρωτος εἶναι αὐτῷ πρὸ μακροῦ τὴν μοναδικὴν βιοτὴν ὅρκοις ἐβεβαίου καὶ παλαμναιοτάταις ἀραῖς. καὶ ‘‘πάλαι ἄν’ ἔλεγε ‘‘πρὸς ταύτην ὡρμήκειν, εἰ μή με τῶν βᾶσ’ βασιλέων ἡ χρηστὴ ἐπέσχε διάθεσις. μὴ οὖν μάτην ὑπόπτευε κατ’ ἐμοῦ ὡς τῆς βασιλείας ἔρωτα τρέφοντος· ἐγὼ γὰρ ὅσον ἤδη καὶ τῶν πραγμάτων ἐκστήσομαι.” καὶ τοῖς λόγοις πίστιν ἐδίδου, δείξας αὐτῷ ῥάκος τι τρίχινον, ὃ ἐν χρῷ περιέκειτο, τῇ ἔξωθεν αὐτοῦ περιβολῇ καλυπτόμενον. τούτοις τοῖς λόγοις καὶ τῷ τριχίνῳ ἐσθήματι τὸν παρακοιμώμενον συναρπάσας ἔσχε τῶν ποδῶν αὐτοῦ προκυλινδούμενον ὁ Φωκᾶς καὶ συγγνώμην αἰτοῦντα. καὶ ὁ βασιλεὺς δὲ Στέφανος ὁ τοῦ Λακαπηνοῦ ἐν Λέσβῳ τηρούμενος κατὰ Μήθυμναν ὕποπτος ἦν· αἰφνίδιον δὲ καὶ ἐξ οὐδεμιᾶς φανερᾶς αἰτίας θανὼν ὑποψίαν δέδωκε παρὰ τῆς βασιλίσσης κατεργασθῆναι Θεοφανοῦς. ὁ μέντοι τῶν Βουλγάρων ἀρχηγετῶν Πέτρος, τῆς γυναικὸς αὐτοῦ θανούσης, τὰς πρὸς Ῥωμαίους ἀνακαινίζων σπονδὰς ὁμήρους παρέσχε δύο οἰκείους υἱοὺς Βορίσην καὶ Ῥωμανόν, καὶ ὁ μὲν ἀπεβίω, οἶ δ’ ἐκείνου παῖδες ἀπελθεῖν εἰάθησαν εἰς τὰ οἰκεῖα καὶ τὴν πατρῴαν ἀρχὴν κατακτήσασθαι. ἑνὸς γὰρ τῶν κομήτων τῶν ἐν Βουλγάροις τέσσαρες παῖδες, Δαβίδ, Μώσης, Ἀαρών, Σαμουήλ, ἀποστατήσαντες τοὺς Βουλγάρους ἀνέσειον. τοῦ Φώκα δὲ Νικηφόρου εἰς τὸν οἶκον ἑαυτοῦ τὸν ἐν Καππαδοκίᾳ ἀποδημήσαντος ὁ παρακοιμώμενος ὅτι παρεχώρησεν αὐτῷ τῆς ἐπ’ οἶκον ἀποδημίας· καὶ ἦν αὐτῷ διὰ φροντίδος ὅτι πολλῆς τὸν ἄνδρα ἀποσκευάσασθαι. γράφει τοί- νυν πρὸς Ἰωάννην μάγιστρον τὸν Τζιμισκῆν, ἄνδρα γενναῖον καὶ ἐν ἀριστεύμασι διαβόητον, στρατηγοῦντα τότε τοῦ θέματος τῶν Ἀνατολικῶν, καὶ πρὸς τὸν μάγιστρον Ῥωμανόν τὸν Κουρκούαν, ἐπίσημον ὄντα κἀκεῖνον ἐν στρατηγήμασι καὶ τῆς Ἀνατολῆς τότε στρατηλατοῦντα, ὡς εἰ τὸν Φωκᾶν κατασχόντες ἢ μοναχὸν ἀποκείρουσιν ἢ ἄλλως ἐκ μέσου ποιήσουσι, τὴν μὲν τῶν σχολῶν τῆς Ἀνατολῆς ἀρχὴν λήψεται ὁ Ἰωάννης καὶ δομέστικος ἔσται τῶν ἑῴων δυνάμεων, ὁ Ῥωμανὸς δὲ τῆς δύσεως κληθήσεται ἐπεὶ δὲ τὰ γράμματα καὶ ἀμφοῖν ἐκομίσθησαν, καὶ ἄμφω ταῦτα δεικνύουσι τῷ Φωκᾷ, καὶ πρὸς ἀποστασίαν ἠρέθιζον. τοῦ δὲ ἀναδυομένου πρὸς τὴν ἐγχείρησιν, εἴτε πλαττομένου εἴτε καὶ ἀληθεύοντος, ὢ ἐκεῖνοι τὰ ξίφη γυμνώσαντες ἀνελεῖν ἠπείλουν αὐτόν, εἰ μὴ πείθοιτο. καὶ ὃς τῇ βίᾳ τάχα νικώμενος ἐδέξατο τὴν ἀνάρρησιν, καὶ ὑπὸ πάντων τῶν ἑῴων ταγμάτων αὐτοκράτωρ εὐφημήθη Ῥωμαίων. δὲ ὅτι οὐ μόνον ἤρα τῆς βασιλείας, ἀλλ’ οὐχ ἥκιστα καὶ τῆς Θεοφανοῦς, καὶ ὡς ἐνέτυχε ταύτῃ κατὰ τὴν μεγαλόπολιν.