Ancient Greek · ~17 min
Book 16
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 16.24.1
Not analysed yet
Ἄρτι δὲ τῆς φήμης εἰς τὸ Βυζάντιον κηρυξάσης τὰ κατὰ τὸν Φωκᾶν, ὁ παρακοιμώμενος Ἰωσὴφ ἠγωνία. νία. ὁ μέντοι τοῦ τυραννοῦντος πατὴρ ὁ Φωκᾶς Βάρδας τῇ μεγάλῃ τοῦ θεοῦ ἐκκλησίᾳ προσπέφευγεν. ὁ δὲ τοῦ Νικηφόρου σύγγονος Λέων ἴσχυσεν ἀποδρᾶναι καὶ ἑνωθῆναι τῷ ἀδελφῷ. τοῦτο τὸν παρακοιμώμενον εἰς ἀμηχανίαν πολλὴν περιέστησε· δυσέντευκτος δὲ ὢν πᾶσιν ἦν μισητός, ὅθεν ἅπαντες ἔχαιρον, εἰ τὰ τῆς βασιλείας περισταίη εἰς ἕτερον καὶ περιαιρεθείη οὗτος ἐκ μέσου· διὸ καὶ συνέτρεχον ἅπαντες εἰς τὸ μέγα τέμενος τοῦ θεοῦ. ὅπερ μαθὼν ὁ Βρίγγας, δέον ἐπιεικέσι λόγοις τὸ πλῆθος μετελθόντα τὴν τούτου καταμαλάξαι ὁρμήν, ὁ δὲ ἀπειλαῖς μᾶλλον αὐτὸ ἐξετράχυνεν, εἰπὼν ὡς ‘‘ἐγὼ καταπαύσω αὐτοῖς τὰ ὁρμήματα, οἰκονομήσας ὠνουμένους αὐτοὺς σῖτον εἰς τὸν ἑαυτοῦ κόλπον φέρειν τὸν τοῦ νομίσματος ἴκαστον.” τοῦτο τὸ πλῆθος ἀκουσθὲν ἐξέμηνεν. ἀπεχθῶς δὲ πρὸς τοῦτον τὸν Βρίγγαν ἔχων ὁ πρῴην παρακοιμώμενος ὁ Βασίλειος καὶ θεραπείαν ἔχων περὶ ἑαυτὸν δαψιλῆ, ἐσπέρας ἤδη καταλαβούσης, τοὺς ἑαυτοῦ θεράποντας καθοπλίσας εἰς διάφορα μέρη τῆς πόλεως ἐξαπέστειλε, καὶ πολλὰς οἰκίας ἐκεῖνοι πλήθει ἀστικῶν ἑνωθέντες τῶν ἀντιπραττόντων κατέστρεψαν, καὶ αὐτοῦ δῆτα τοῦ ο Βρίγγα, καὶ ἄνθρωποι δὲ πολλοὶ ἀνῃρέθησαν. ταῦτα δ’ ἐποίουν, καὶ ἅμα Νικηφόρον εὐφήμουν πανταχοῦ αὐτοκράτορα. ἐντεῦθεν ἀμείβονται τὰ τῆς τύχης τῷ Βάρδᾳ Φωκᾷ καὶ τῷ Βρίγγᾳ. ὁ μὲν γὰρ τεθαρρηκὼς κὼς ἐξῄει τῆς ἐκκλησίας, ὁ δὲ Βρίγγας εἰς αὐτὴν εἰσῄει ἱκέτης ἐλεεινός. ὁ δὲ παρακοιμώμενος Βασίλειος καὶ οἱ περὶ αὐτὸν τριήρεις ἑτοιμάσαντες, καὶ αὐτὴν τὴν βασέͅλειον, καὶ σὺν αὐταῖς ἐν Χρυσοπόλει γενόμενοι, τὸν Νικηφόρον ἐκεῖθεν εἰς τὸ Ἕβδομον ἄγουσι, κἀκεῖθεν σὺν προόδῳ δημοτελεῖ εἰς τὴν μεγάλην ἐκκλησίαν ἀφίκοντο, καὶ· ταινιοῖ τὸν ἄνδρα ὁ πατριάρχης Πολύευκτος. ἡ δὲ βασιλὶς Θεοφανὼ αὐτίκα τῶν ἀνακτόρων ἐξωθηθεῖσα εἰς τὸ Πετρίον ἀπάγεται· ὁ δὲ παρακοιμώμενος Ἰωσὴφ εἰς Παφλαγονίαν περιορίζεται καὶ μετὰ δύο ἐνιαυτοὺς ἀπεβίω. Βάρδας δὲ ὁ τοῦ Νικηφόρου πατὴρ Καῖσαρ τετίμητο. μετ’ ὀλίγας δὲ ἡμέρας ἑαυτῷ τὴν Θεοφανὼ συνοικίζει ὁ βασιλεύς, καὶ κρεῶν ἀπεχόμενος, ἐξότου Βάρδας ὁ παῖς αὐτοῦ τῷ οἰκείῳ ἀνεψιῷ τῷ Πλεύσῃ προσπαίζων δόρατι παρ’ ἐκείνου βληθεὶς ἄκοντος τέθνηκεν, ἔκτοτε καὶ τούτοις ἐτρέφετο. ἐν δὲ τῇ κατὰ τὰ βασίλεια Νέᾳ ἐκκλησίᾳ τῆς ἱερολογίας τῆς γαμικῆς τελουμένης παρὰ Πολυεύκτου τοῦ πατριάρ- χοῦ ἐν τῇ εἰσόδῳ τῇ πρὸς τὸ θυσιαστήριον ἤδη ταῖς κιγκλίσιν ἐγγίσας ὁ βασιλεὺς ἐκωλύθη παρὰ τοῦ πατριάρχου συνεισελθεῖν, ὡς ἔθος αὐτῷ, φήσαντος εἰ μὴ πρότερον ἐπιτιμίοις δουλεύσει τῶν δευτερογαμούντων, μὴ δεῖν αὐτὸν τῆς πρὸς τὸ θυσιαστήριον εἰσόδου κατατολμᾶν. τοῦτο δυσφόρως ἤνεγκεν ὁ κρατῶν, καὶ ἐμηνία τῷ πατριάρχῃ. ἐγένετο δέ τις καὶ λόγος, δι’ ὃν οὐδ’ ἐπιβῆναι αὐτὸν ὅλως τοῦ ἱεροῦ δαπέδου συνεχώρει ὁ πατριάρχης. ἐλέγετο γὰρ ἀνάδοχος γενέσθαι ὁ Νικηφόρος τῶν τῆς Θεοφανοῦς παίδων ἐκ τοῦ ἁγίου βαπτίσματος, καὶ ἀπῄτει ὁ πατριάρχης ἢ διαζυγῆναι τῆς βασιλίσσης ἢ πόρρω εἶναι τῶν ἱερῶν. ἀλλ’ ἐκεῖνος τῆς Θεοφανοῦς ἀπείχετο· ἔτι γὰρ ὁ ταύτης ἔρως ἐφλέγμαινε, κοινοῦται τοίνυν τοῖς παροῦσι τῶν ἀρχιερέων καὶ τοῖς τῆς γερουσίας λογιωτέροις τὸ ζήτημα. οἱ δὲ τὸν περὶ τούτου κανόνα τῷ Κοπρωνύμῳ ἐπιγραφόμενοι μὴ δεῖν ἔλεγον ἐνεργὸν λογίζεσθαι τοιοῦδε ἀνδρὸς νομοθέτημα, καὶ πάντες αὐτῷ ἔγγραφον παρέσχον τὴν περὶ τούτου συγχώρησιν. ὁ δέ γ’ ἑ πατριάρχης ἔτι τῆς οἰκείας ἐνστάσεως εἴχετο, μέχρις οὗ ὁ τοῦ βασιλέως πατὴρ ὁ Καῖσαρ Βάρδας ἐνόρκους αὐτῷ πίστεις παρέσχετο ὡς οὐ γέγονεν ὁ βασιλεὺς τῶν τῆς Θεοφανοῦς παίδων ἀνάδοχος, καὶ ὁ πρωτοπαπᾶς δὲ τῶν βασιλείων Στυλιανός, ὃς ἐλέγετο πρῶτος κῆρυξ τῆς φήμης ταύτης γενέσθαι, ἐπὶ συνόδου μήτ’ ἰδεῖν μήτ’ εἰπεῖν περὶ τούτου πρός τινας ἐξωμόσατο. τούτων δὲ γενομένων ἐδέξατο τὸν Νικηφόρον ὁ πατριάρχης. τῶν δ’ ἐν Σικελίᾳ Σαρακηνῶν δασμὸν πραττόντων ἐκ τῶν Ῥωμαίων ἐκ παλαιῶν συνθηκῶν, ὁ βασιλεὺς οὗτος οὐκ ἀνασχετὸν ᾤετο αὐτοῦ βασιλεύοντος τοῖς Ἀγαρηνοῖς Ῥωμαίους φορολογεῖσθαι· διὸ κατ’ αὐτῶν ἐκπέμπει Μανουὴλ πατρίκιον, νόθον ὄντα παῖδα τοῦ πατραδέλφου αὐτοῦ Λέοντος, ὃς δομέστικος γεγονὼς τῶν σχολῶν ἐπὶ Ῥωμανοῦ τοῦ γέροντος τυραννίδι ἐπιχειρήσας ἐπηρώθη τοὺς ὀφθαλμούς. οὗτος τοίνυν ὁ Μανουὴλ σὺν ναυτικῷ περιφανεῖ τῇ Σικελίᾳ προσορμισάμενος οὐ μόνον οὐδέν τι κατώρθωσεν ,ἀλλὰ καὶ λίαν ἐσφάλη ἐξ ἀπειρίας καὶ νεωτερικῆς ἀγερωχίας ἤ μᾶλλον ἀτασθαλίας· αὐτός τε γὰρ διώλετο καὶ ἅπαν τὸ σὺν αὐτῷ στρατιωτικόν. καὶ τὰ μὲν κατὰ Σικελίαν συνεκύρησεν οὕτω. κατὰ Κιλικίας δέ, καὶ ταύτης δὲ οἱ Ἀγαρηνοὶ ἐκράτουν ,ἐκπέμπει ὁ βασιλεὺς Ἰωάννην μάγιστρον τὸν Τζιμισκήν, τῆς Ἀνατολῆς προκεχειριμένον δομέστικον. ὁ δὲ πρὸς Ἄδαναν ἀφικόμενος 15 τοῖς ἐν ταύτῃ τε συνεπλάκη Ἀγαρηνοἴς καὶ κατ’ αὐτῶν ἐστήσατο τρόπαιον. κἀντεῦθεν μέγαν αὐτὸν ἢ πρότερον ἐν στρατηγίαις ἡ φήμη ἐκήρυττεν.