Ancient Greek · ~23 min
Book 16
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 16.25.1
Not analysed yet
Ἤδη δὲ δεύτερον ἐνιαυτὸν ἀνύων ὁ Νικηφόρος ἐν τῇ ἀρχῇ αὐτὸς ἔξεισι κατὰ Κιλικίας μετὰ βαρείας χειρός, καὶ τὴν Θεοφανὼ μετὰ τῶν παίδων αὐτῆς ἐπαγόμενος. καὶ τὴν μὲν πρὸ τῆς Κιλικίας κατὰ τὸ Δριζίον, φρούριον δὲ τοῦτο, κατέλιπεν, ἐκεῖνος δὲ τῇ Κιλικίᾳ προσβαλὼν αἱρεῖ τὴν Ἀνάβαρζον ῾Ρωσόν τε καὶ Ἄδαναν, πόλεις δ’ αὗται Κιλίκων, ἀλλὰ μέντοι καὶ φρούρια πλείονα. τῇ δέ γε Ταρσῷ καὶ τῇ Μοψουεστίᾳ οὐκ ἔκρινε προσβαλεῖν διὰ τὸν χειμῶνα ἢ τοῦ ἔρωτος αὐτὸν τῆς Θεοφάνους πρὸς ἐκείνην ἀνθέλκοντος· ἀπῄει γὰρ σὺν αὐτῇ πρὸς Καππαδοκίαν. κἀκεῖθεν τοῦ ἔαρος ἠργμένου εἰς Κιλικίαν 30 ἀνθυπενόστησε, καὶ αὐτὸς τὴν Μοψουεσ1ίαν ἐπολιόρκει, τῇ Ταρσῷ δὲ τὸν ἀδελφὸν ἐπέστησε Λέοντα. τῆς δὲ Μοψουεστίας μέσον ποταμῷ τῷ Σάρῳ διαι- ρουμένης, τὸ μὲν ἓν μέρος ταύτης ἑάλω πολιορκούμενον, οἱ δ’ ἐν τούτῳ Ἀγαρηνοὶ πρὸς τὸ λοιπὸν μετεχώρησαν, τῷ καταλελειμμένῳ πῦρ ἐμβαλόντες· εἶτα καὶ τὸ ἕτερον ἑαλώκει, καὶ οὐδεὶς ἐκεῖθεν διέδρα. τὴν δὲ τῆς Μοψουεστίας ἐκπόρθησιν οἱ ἐν τῇ 5 Ταρσ ῷ μαθόντες τὸν βασιλέα ἐπεκαλέσαντο καὶ τὴν πόλιν παραδεδ ώκασιν. ἡμερῶν δὲ τριῶν διελθουσῶν στόλος ἐξ Αἰγύπτου τῇ Ταρσῷ βοηθήσων ἐξέπλευσε, προσοκεῖλαι δὲ τῇ χέρσῳ οὐ συγκεχώρητο· διὸ καὶ αὖθις ἀπέπλευσεν· ἀνέμων δὲ πνοαῖς βιαίαις περιπεπτωκὼς καὶ τριήρεσι ῾Ρωμαϊκαῖς ὁ πλείων ἀπώλετο. ὁ δὲ βασιλεὺς ἐπανέζευξεν εἰς τὴν Κωνσταντινούπολιν τὰς τῆς Ταρσοῦ πύλας καὶ τὰς τῆς Μοψουεστίας ἐπαγόμενος ἐκ χαλκοῦ πεποιημένας καὶ τέχνης δεικνυούσας ἀκρίβειαν, ἃς κἀκεῖνος ἐπικοσμήσας τὰς μὲν τῷ κατὰ τὴν ἀκρόπολιν ἑῴῳ τείχει προσήρμοσε, τὰς δὲ τῷ τείχει τῷ δυτικῷ. καὶ τῷ θεῷ δὲ ἀπαρχὰς οἶον τῆς ἑαυτοῦ στρατείας ἀποδιδοὺς τοὺς τιμίους σταυρούς ,οὓς οἱ βάρβαροι ἔλαβον, ὁπηνίκα ὁ Στυππειότης τῶν σχολῶν δομἐστικος ὢν καὶ πολιορκῶν τὴν Ταρσὸν ἐκ κακοβουλίας δυστυχήματι περιέπεσε, τῷ θείῳ τεμένει τῆς τοῦ θεοῦ λόγου Σοφίας ἀνέθετο. καὶ τὴν Κύπρον δέ, παρὰ Ἀγαρηνῶν κατεχομένην, δι’ αὐτοῦ ἡ ῾Ρωμαίων ἀρχὴ προσεκτήσατο. εἶτα τῇ Συρίᾳ ἐπῆλθε, καὶ πόλεις ἐκπορθήσας καὶ χώρας ἑλὼν πρὸς τῷ Λιβάνῳ καὶ τῇ παραλίᾳ κειμένας ἦλθεν εἰς Ἀντιόχειαν. τῶν δ’ Ἀντιοχέων ἀντικαθισταμένων ἐρρωμενέστερον, ἤδη δὲ καὶ τῶν ἐπιτηδείων ἐπιλιπόντων τοῖς στρατιώταις καὶ τέλματος ἐξ ὑετοῦ γεγονότος πολλοῦ, ἀπέστη τῆς πολιορκίας, καὶ πρὸς τὴν τῶν πόλεων ὑπερκειμένην ἐπανελήλυθεν, ἐπηγμένος καὶ τὸ τοῦ σωτῆρος Χριστοῦ ἱερὸν καὶ θεῖον ἐκτύπωμα, ὃ ἐν κεράμῳ εὗρε κατὰ τὴν Ἱεράπολιν τὴν τῶν Σύρων, καὶ βόστρυχον τοῦ βαπτιστοῦ Ἰωάννου αἵματι πεφυρμένον. ἐν μὲν οὖν στρατηγίαις τοιοῦτος οὗτος ἐγεγόνει ὁ αὐτοκράτωρ, καὶ ἐπὶ μακρὸν ηὐξήκει Ῥωμαίοις τὰ ὅρια καὶ αὐτῶν ἡγεμονίας ἐξέτεινε τὰ σχοινίσματα. ἀλλὰ δι’ αἰτίας τινὰς πᾶσιν ἦν στυγητός· αἱ δ’ αἰτίαι ὅτι τῶν σὺν αὐτῷ τῇ ἀποστασίᾳ ἐπιχειρησάντων στρατιωτῶν κακῶς διατιθεμένων τοὺς οἷς ἂν ἐντύχοιεν τῶν κακουμένων οὐκ ἐπεστρέφετο, καὶ οἰκιῶν πολλῶν περιφανῶν τε ἀνδρῶν καὶ δημοτικῶν διαρπα- ὡς οὐδενὸς κακοῦ γεγονότος διέκειτο, μᾶλλον μὲν οὖν καὶ ἐνετρύφα ταῖς εἰς τοὺς ἀστοὺς παροινίαις, καὶ ταῦτα συναραμένους αὐτῷ πρὸς τὸ τῆς βασιλείας τυχεῖν, καὶ ὅτι προφάσει τῶν συνεχῶν πολέμων καιναῖς εἰσφοραῖς καὶ τῶν ἀρχαίων αὐξήσεσι καὶ εἰδῶν εἰσπράξει παντοδαπῶν ἐξέτρυχε τὸ ὑπήκοον, καὶ οὐδὲν ἄμεινον πολεμίων τὸ στρατιωτικὸν διετίθετο τοῖς πρὸς οὓς ἂν τῶν ὑπηκόων ἐπεχωρίασεν. ἐπὶ τούτοις διὰ τὰς πυκνὰς ἐκστρατείας ἔνδειαν ἔχειν χρημάτων προφασιζόμενος, τὰς μὲν διανεμομένας τῇ γερουσίᾳ βασιλικὰς δωρεὰς κατὰ μέρος ἠλάττωσε, τὰς δ’ ἀπονενεμημένας ἀνέκαθεν τεμένεσιν ἱεροῖς καὶ εὐαγέσιν οἴκοις ἐπετείους δόσεις ἐσχόλασε τέλεον. εἶτα καὶ ψήφισμα βασίλειον ἔθετο ἐν ἀκινήτοις τὰς ἐκκλησίας μὴ ἐμπλατύνεσθαι, καὶ ἡ πρόφασις, ὅτι κατ’ ἐκεῖνον ὑπὸ τῶν ἀρχιερέων οὐκ εἰς δέον τὰ τῶν ἐκκλησιῶν ἀναλίσκονται. εἶτα τῶν τότε ἀρχιερέων καὶ τοῦ ἀρχιποίμενος Πολυεύκτου διαφερομένων περὶ τῶν ψήφων, καὶ τῶν μὲν εἰς ἑαυτοὺς ἑλκόντων τὴν ἄδειαν τοῦ ψηφίζεσθαι οὓς ἂν ἐγκρίνοιεν, τοῦ δὲ τὰς ψήφους αἰτιωμένου, ὡς οὐκ ἀπαθῶς γινομένας οὐδὲ κατὰ γνώμης εὐθύτητα, καὶ σπεύδοντος κοινοῦσθαι αὐτῷ τοὺς ἀρχιε- ρεῖς περὶ τῶν μελλόντων ψηφίζεσθαι, ὁ βασιλεὺς ἀφορμῆς ἐκ τούτου δραξάμενος εἰς οἰκείαν ἐξουσίαν τὸ πᾶν τῆς τῶν ἐπισκόπων μετήνεγκε προχειρίσεως, μηδένα κελεύσας γνώμης ἄτερ αὐτοῦ εἰς ἐκκλησίαν οἵαν δή τινα στέλλεσθαι, ἀλλὰ κἂν ἐτεθνήκει ἐπίσκοπος, βασιλικὸν ὑπηρέτην εἰς τὴν χηρεύσασαν ἐκκλησίαν ἐξέπεμπε, καὶ γλίσχρως παρ’ ἐκείνου τῶν ἀναγκαίων γινομένων ἀναλωμάτων αὐτὸς ᾠκειοῦτο τὰ περιττεύοντα. οὐ διέλιπον δ’ ἐν ταῖς χώραις ἁπάσαις αὐτοῦ βασιλεύοντος ἀπογραφεῖς στελλόμενοι ἐπόπται τε καὶ στρατευταὶ καὶ οἱ κεκλημένοι πρωτονοτάριοι, οἵ παντοίαις κακώσεσιν ἐξεπίεζον τὸ ὑπήκοον καὶ εἰς ἐσχάτην ἀπορίαν συνήλασαν, οὐδὲ τῶν παντάπασιν ἀπόρων φειδόμενοι, ἀλλὰ τούτους μὲν ταῖς δρομικαῖς στρατείαις ἐγγράφοντες, τοὺς δὲ πρῴην ταύταις ὑποκειμένους εἰς τὰς πλευστικὰς μετεγγράφοντες, τοὺς δὲ πλωίμους μετατιθέντες εἰς στρατιώτας πεζούς, τοὺς δὲ πρὶν τοιούτους τοῖς ἱππόταις ἐγκαταλέγοντες καὶ τοὺς ἱππότας εἰς καταφράκτους ἀμείβοντες καὶ ἑκάστῳ βαρύτερον στρατιωτικὸν ἐπιτιθέντες λειτούργημα. ἐῴκει γὰρ τὸ πᾶν τῇ στρατιώτιδι μεταχειρίσει ἐπιγραφόμενος· ὅθεν καὶ δόγμα ὅσον τὸ κατ’ ἐκεῖνον ἐθέσπισε τοὺς ἐν πολέμοις ἀνῃρημένους στρατιώτας ἐπ’ ἴσης τιμᾶσθαι τοῖς μάρτυσι καὶ ὕμνων ὁμοίων τυγχάνειν καὶ παραπλησίως γεραίρεσθαι. καὶ εἰ μὴ ὁ πατριάρχης καί τινες τῶν ἀρχιερέων, ἀλλὰ μὴν καὶ ἔνιοι τῶν λογάδων τῆς γερουσίας γενναίως ἀντέστησαν, λέγοντες “πῶς ἂν οἱ ἐν πολέμοις ἀναιροῦντες καὶ ἀναιρούμενοι λογίζοιντό τισι μάρτυρες ἢ τοῖς μάρτυσιν ἰσο- στάσιοι, οὓς οἱ θεῖοι κανόνες ὑπὸ ἐπιτίμιον ἄγουσιν, ἐπὶ τριετίαν τῆς φρικώδους καὶ ἱερᾶς αὐτοὺς ἀπείργοντες μεταλήψεως’’, τάχ’ ἂν τὸ θεσπέσιον ἐκεῖνο κεκύρωτο θέσπισμα. ἦν δὲ πρὸς τοῖς ἄλλοις καὶ χρημάτων ἥττων, ὡς ἔοικε· μέχρι γὰρ ἐκείνου παντὸς νομίσματος ἐξαγίου σταθμὸν ἕλκοντος ἐκεῖνος τὸ τεταρτερὸν ἐπενόησε ,κολοβώσας αὐτὸ κατὰ τὸν σταθμόν, καὶ τὰς μὲν εἰσπράξεις διὰ τοῦ βαρυτέρου, τὰς δὲ δόσεις καὶ πάντα τὰ ἀναλώματα διὰ τοῦ κεκολοβωμένου πεποίητο. ἔθους δ’ ἐπικρατήσαντος παλαιοῦ στατῆρα πάντα βασιλικὸν ἐκτύπωμα φέροντα ἰσότιμον εἶναι τῷ ἄρτι κοπτομένῳ παρὰ τοῦ βασιλεύοντος, ἐκεῖνος τὸ ἑαυτοῦ προτιμᾶσθαι κεκέλευκε νόμισμα. ἕνα τί γένηται; ἵν’ ἐκεῖνο μόνον τοῖς ἐμπόροις ζητούμενον κέρδος αὐτῷ πορίζῃ ὑπὲρ ἑκάστου νομίσματος ἁδρὰ πραττομένῳ ἀλλάγια. οὕτω δὲ τούτοις κακουμένων τῶν πολιτῶν οὐδέ τις παρὰ τῶν ἀγορανόμων ἦν ἐπὶ τοῖς ὠνίοις προμήθεια, ἕκαστος τῶν ἐμπόρων νόμον εἶχε τὸ ἑαυτοῦ θέλημα· οἶ δὲ ὠνούμενοι τὰ χρειώδη ἐγίνοντο καθ’ ἑκάστην πενέστεροι.