Ancient Greek
Book 16
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 16.26.1
Not analysed yet
Ταῦτα καὶ πλείονα ἕτερα, πάντα γὰρ ἀπαριθμήσασθαι δυσχερές, ἐξέμηνε πάντας κατὰ τοῦ Νικηφόρου, καὶ πᾶσιν ἦν δι’ εὐχῆς τῆς τούτου τυραννίδος ἀπαλλαγῆναι. οὐχ ἥκιστα δ’ ἐλύπησε τοὺς ἀνθρώπους καὶ ἡ τῶν βασιλείων τῷ τείχει περιβολή. κεχρησμοδοτημένον γὰρ ἔχων τὸ ἐν τοῖς βασιλείοις μέλλειν ἀναιρεθήσεσθαι ἔδοξεν ἑαυτῷ περιποιεῖσθαι διὰ τοῦ τείχους ἀσφάλειαν, δέον λογίσασθαι ὡς εἰ μὲν ἀληθὲς εἴη τὸ χρησμοδότημα, εἴη ἂν καὶ τὸ πεπρωμένον, ἵν’ οὕτως εἴποιμι, τὸ ἐκ θεοῦ ὡρισμένον ἄφυκτόν τε καὶ ἀμετάθετον· εἰ δὲ δύναται κωλυ- θῆναι δι’ ἐπινοίας τινός, οὐ πάντως ἀληθὲς καὶ τὰ ἐπινοούμενα περιττά. ὁ δὲ τούτων οὐ δ’ ὲν λογισάμε- νος μεγάλαις δαπάναις τῷ νῦν ὁρωμένῳ τείχει τὰ βασίλεια ἐστεφάνωσεν· ἀκρόπολιν δ’ οἶ πολῖται τοῦτο καὶ τυραννεῖον καθ’ ἑαυτόν γινόμενον ἔκρινον. ὅτε τοίνυν ἀπήρτισε τὸ ὀχύρωμα καὶ ἔδοξεν ἑαυτῷ ἀσφαλῆ περιποιήσασθαι φυλακήν, τότ’ ἔγνω μηδὲν αὐτῷ λυ- σιτελῆσαν τὸ ἐπινόημα, ὑποστὰς ἐντὸς ἐκείνου τὸν ὄλεθρον. ἀλλὰ μήπω περὶ τούτου, ἔτι δ’ ὁ λόγος πράξεις διεξίτω ἐκείνου. ὑπονοστῶν ἐξ Ἀντιοχείας τῆς πρὸς Ὀρόντῃ οὗτος ὁ βασιλεὺς φρούριον ἐν τῷ ὄρει τοῦ Ταύρου ἐδείματο, Μαυρὸν δὲ ὄρος ἐκεῖνο λέγει νῦν ὁ πολὺς ἄνθρωπος, ἐν ᾧ Μιχαὴλ τὸν Βούρτζην κατέλιπε, πατρίκιον τιμήσας καὶ τοῦ Μαύρου ὅρους στρατηγὸν ὀνομάσας αὐτόν, τοὺς Ἀντιοχεῖς κακοῦν ἐντειλάμενος. καὶ Πέτρον δ’ ἔνα τῶν ἑαυτοῦ θεραπόντων, ἐκτομίαν μέν, δραστήριον δέ γε καὶ ἐμβριθῆ καὶ ἄρχειν εἰδότα στρατιωτῶν, στρατοπεδάρχην ὀνομάσας κατέλιπεν, ἔν ἐν Κιλικίᾳ δοίη χώραν τῆ στρατιᾷ τὸν χειμῶνα διαγαγεῖν. καὶ ὁ μὲν βασιλεὺς ἧκεν εἰς τὸ Βυζάντιον, ὁ δὲ Βούρτζης συνεχῶς ἐξελαύνων ἐκάκου τοὺς ἐν Ἀντιοχείᾳ Ἀγαρηνοὺς καὶ διεσκόπει ὅπως ἕλοι τὴν πόλιν, εἰ δύναιτο, καὶ κλέος ἔξει. ἔλαθεν οὖν ποτε μέτρον τοῦ ὕψους ἑνὸς τῶν πύργων λαβών, καὶ πρὸς τόσον ὕψος ἀναλόγους ἡτοιμάσατο κλίμακας. φυλάξας οὖν νύκτα μίαν χειμέριον ἀσέληνόν τε καὶ νιφετώδη, πρόσεισιν ἠρέμα τῷ τείχει τῆς πόλεως, καὶ τὰς κλίμακας ἐρείσας αὐτῷ ἀνέβη μετὰ τριακοσίων, τοσούτους γὰρ ἐπήγετο, μηδενὸς αἰσθομένου, καὶ τοὺς μὲν τοῦ πύργου ἐκείνου νοῦ φύλακας ἀνεῖλε, καὶ ἑτέρων πλησιαζόντων, στέλλει δ’ αὐτίκα πρὸς τὸν στρατοπεδάρχην ,δηλῶν αὐτῷ τὸ γενόμενον καὶ πρὸς βοήθειαν ἐκκαλούμενος. ὁ δὲ ἀνεδύετο· λέγεται γὰρ ἐντείλασθαί οἶ τὸν βασιλέα μὴ προσβαλεῖν τῇ Ἀντιοχείᾳ, ὅτι παρὰ πᾶσι πεφήμιστο τῇ τῆς Ἀντιοχείας ἁλώσει ἕψεσθαι καὶ τοῦ κρατοῦντος τὸν ὄλεθρον. οἱ δὲ Ἀντιοχεῖς γνόντες τῶν πύργων τὴν ἅλωσιν ἐκεῖ συνηθροίσθησαν, ἐξελάσαι τοὺς Ῥωμαίους αὐτῶν προθυμούμενοι. πρὸς δύο τοίνυν ἐναντία μαχόμενον ἔχων ὁ στρατοπεδάρχης τὸν λογισμόν, τήν τε βασιλικὴν ἐντολὴν καὶ τὸν ὄλεθρον τοῦ Βούρτζη καὶ τῶν σὺν αὐτῷ τριακοσίων ἀνδρῶν, ἔθετο μὴ ἐᾶσαι τοσούτους ἄνδρας ἀπολέ- σθαι, καὶ ἄρας σὺν παντὶ τῷ στρατεύματι προσβάλλει τῇ Ἀντιόχου. καὶ αὐτίκα οἱ μὲν πολέμιοι παρείθησαν τὰς χεῖρας καὶ τὰς ψυχάς, οἶ δὲ περὶ τὸν Βούρτξην καὶ αὐτὸς ἐκεῖνος ἤδη ἀπειρηκότες ἀνεζωώθησαν ζωώθησαν καὶ τὰ κλεῖθρα τῶν πυλῶν ὁ Βούρτζης πελέκει διακόψας ἄνετον παρέσχε τῷ στρατοπεδάρχῃ τὴν εἴσοδον καὶ ἡ περιφανὴς Ἀντιόχεια ῥᾷον οὕτως ὑπὸ Ῥωμαίους ἐγένετο. ὅ τῷ βασιλεῖ ἀγγελθὲν ἄλγος, οὐ χαρμονὴν ἐνεποίησεν, ἐμηνία τε τῷ στρατοπεδάρχῃ τοπεδάρχῃ καὶ τῷ Βούρτζῃ τῆς σπουδῆς καὶ τοῦ ἀνδραγαθήματος ἀμοιβὴν παρέσχεν ὕβρεις καὶ ἀπει- λάς, ἀφείλετό τε αὐτοῦ τὴν ἀρχὴν καὶ παρὰ τῷ οἴκῳ μένειν ἀπρόïτον διωρίσατο.