Ancient Greek · ~12 min
Book 16
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 16.27.1
Not analysed yet
Συνέβη δέ τι καὶ ἕτερον, ὃ τὸν δῆμον κατὰ τοῦ βασιλέως ἐξέμηνε καὶ κατὰ τοῦ δήμου τὸν αὐτοκρά- τορα. κατά τι παλαιὸν ἔθος ἐν μιᾷ τῶν δεσποτικῶν ἑορτῶν εἰς τὸν ἐν τῇ Πηγῇ θεῖον ναὸν πρόοδον ἐποιεῖτο ὁ βασιλεύς, καὶ συνέβη μέσον Ἀρμενίων καὶ ὢ πλωίμων φιλονεικίαν προβῆναι, κἀκ ταύτης συμβο- Λὴν ἀλλήλων καὶ θροῦν καὶ κρότον πολὺν καὶ φό- νον ἀνδρῶν ἑκατέρωθεν. τῆς δὲ φήμης τὸ γεγονὸς τοῖς ἐν τῇ πόλει πρὸ τῆς ἐπανόδου τοῦ βασιλέως καταγγειλάσης, οἱ τοῦ δήμου ἀτάσθαλοι κατὰ συμμορίας γενόμενοι πολλαχοῦ καὶ τοῖς Ἀρμενίοις ἐπανιοῦσιν ὑπαντιάζοντες ξύλοις ἐκείνους συνέκοπτον. ὡς δὲ καὶ ὁ βασιλεὺς ἐφθάκει κατὰ τὴν ἀγορὰν τῶν Ἀρτοπρατείων, ὕβρεις κἀκείνου κατέχεον καὶ θόρυβος ἦρτο καὶ βοαί τε καὶ συνδρομαί, καὶ οἱ μὲν λίθους ἠφίουν κατὰ τοῦ βασιλέως, οἱ δὲ κόνιν ἔπαττον κατ’ αὐτοῦ, καὶ ἐδυσφήμουν αὐτὸν μέχρι τῆς ἀγορᾶς, ἥτις ἔστρωται ταῖς πλαξὶ καὶ τὸν κίονα φέρει τὸν κυκλοτερῆ τε καὶ πορφυροῦν. καὶ εἰ μή τινες τῶν ἐντιμοτέρων πολιτῶν ἐκεῖσε τὸν βασιλέα δεξάμενοι τοὺς μὲν ἐφεπομένους αὐτῷ καὶ δυσφημοῦντας ἄλλως τε ἀτακτοῦντας ἀνεχαίτισαν, ἐκεῖνον δὲ κύκλῳ περιλαβόντες εὐφήμουν καὶ οὕτως αὐτὸν εἰς τὰ βασίλεια διεσώσαντο, τάχα ἄν τι μέγα συνέβη κακόν. ἐντεῦθεν διαδέδοτο λόγος ὡς ἐν ἱπποδρομίᾳ ὁ βασιλεὺς ἐγκοτῶν τῷ δήμῳ μέλλει αὐτὸν ἀμύνασθαι. ἁμίλλης οὖν τελουμένης ἵππων μετὰ καιρὸν στρατιώτας ὁ βασιλεὺς ἐνόπλους προήγαγεν εἰς μέσον τὸ θέατρον, ἐπιδειξομένους τάχα τῴ δήμῳ ὡς ἐν τύπῳ πολέμων οἴα τῆς μάχης ἡ συμβολή, ὡς δῆθεν κἀντεῦθεν αὐτῷ περιποιούμενος ἡδονὴν ἢ καὶ φόβον αὐτῷ ἐπισεῖσαι θέλων. ὡς οὖν οἶ στρατιῶται τὰ ξίφη ἐγύμνωσαν, ὁ ἐν τῷ θεάτρῳ λαὸς τοῦτ’ ἐκεῖνο τὸ φημιζόμενον εἷναι νομίσαντες ἀποδιδράσκειν ἐκ τοῦ θεάτρου ὡρμήκεσαν, καὶ περὶ τὰς ἐξόδους στενοχωρούμενοι ὑπ’ ἀλλήλων τε συμπατούμενοι ἀπώλοντο οὐ βραχεῖς. τάχα δ’ ἂν καὶ πολλῷ πλείους ἐκινδύνευσαν, εἰ μὴ ὁ βασιλεὺς ἀμετακίνητος ἐπὶ τῆς ἰδίας ὦπτο καθέδρας. ἰδὼν γὰρ ὁ δῆμος ἐκεῖνον μηδόλως τῆς ἔδρας μεταχωρήσαντα ἔστησαν τῆς φυγῆς. οἶ δὲ τοῖς θανοῦσι τότε προσήκοντες τοὺς οἰκείους θρηνοῦντες δημοσίᾳ πρὸς τὸν βασιλέα ἀπέσκωπτον. διὰ ταῦτα τοίνυν μισεῖσθαι παρὰ τῶν πολιτῶν ἐπιστάμενος, τείχει περιέζωσε τὰ βασίλεια· ἀλλ’ ὅτε τοῦτο ἀπήρτιστο καί οἶ τῶν πυλῶν αἱ κλεῖδες ἀπεκομίσθησαν, τότε ὃν ἐφοβεῖτο φόβον ἦλθεν αὐτῷ καὶ οὐδὲν τῆς ἐπινενοημένης αὐτῷ ἀσφαλείας ἀπώνατο. τῶν δὲ Τούρκων, τῶν Οὔγγρων δηλαδή, τὰ Θρᾳκῷα ληιζομένων ἴ’ τῷ Βουλγαρίας ἔγραψεν ἄρχοντι ὁ βασιλεὺς Νικηφόρος μὴ παραχωρεῖν αὐτοῖς διαβαίνειν τὸν Ἴστρον καὶ τῇ Ῥωμαίων λυμαίνεσθαι. ὁ δὲ οὐχ ὑπήκουσε, λέγων ὡς ‘‘ὅτε καθ’ ἡμῶν οὔτοι ἐστράτευον, παρακαλούμενος ἡμῖν οὐκ ἠθέλησας. καὶ νῦν ὅτε βιασθέντες σπονδὰς ἐθέμεθα πρὸς αὐτούς, ἀξιοῖς ἡμᾶς παρασπονδῆσαι ὅπλα τε κατ’ ἐκείνων ἄρασθαι καὶ κινῆσαι πόλεμον ἀπροφάσιστον.’’ ἀποκρουσθεὶς τοίνυν ἐντεῦθεν εἰς τὸν ἄρχοντα Ῥωσίας τὸν Σφενδοσθλάβον διεπρεσβεύσατο, ἐξορμῶν κατὰ Βουλγάρων αὐτόν· διὸ καὶ τὸν υἱὸν τοῦ ἐν Χερσῶνι πρωτεύοντος τὸν Καλοκυρὸν πρὸς Ῥωσίαν ἐπιστρατεύει τοίνυν κατὰ Βουλγάρων σύνταγμα Ῥωσικόν, καὶ χώραν αὐτῶν πολλὴν ἐληίσατο καὶ λείαν οὐκ εὐαρίθμητον ἐκεῖθεν ἀπήλασε. καὶ τῷ ἐπιόντι δ’ ἐνιαυτῷ οὐχ ἧττον τῶν προτέρων οἶ Ῥὼς τὰ Βουλγάρων ἐκάκωσαν.