Ancient Greek · ~22 min
Book 16
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 16.28.1
Not analysed yet
Γέγονε δὲ τοῦ Φώκα βασιλεύοντος καὶ κλόνος τῆς γῆς φοβερώτατος, ἐξ οὗπερ ἡ μὲν Κωνσταντίνου οὐ πάνυ τι πέπονθε, πόλεις δ’ ἕτεραι καὶ σφό- δρα πεπόνθασιν. ἔπνευσαν δέ γε καὶ ἄνεμοι κατὰ Μαῖον μῆνα, δι’ ὧν ἐφθάρησαν οἶ καρποὶ καὶ γέγονε λιμὸς ἰσχυρός, ὅν εἰς οἰκεῖον κέρδος ὁ Νικηφόρος μετήνεγκε, τιμιουλκῶν τὸν σῖτον καὶ πολλοῦ τοῦτον ἀποδιδόμενος τοῖς λιμώττουσι, μηδὲ φροντίζων ὅτι δημοκατάρατος ἦν, ἀλλ’ αὐχῶν μᾶλλον ὡς εὐεργετῶν τὸ ὑπήκοον, ὅτι δύο μεδίμνους ἐπίπρασκε τῷ νομίσματι, καὶ ταῦτα παράδειγμα ἔχων τὸν Μακεδόνα Βασίλειον, οὔπω πάνυ πρῴην μεγαλοπρέπειαν πρὸς τοιαύτην ἔνδειαν ἐνδειξάμενον. ἀπῄει γάρ ποτε ὁ αὐτοκράτωρ ἐκεῖνος, συνήθη ποιούμενος πρόοδον εἰς τὸν τῶν ἁγίων Ἀποστόλων ναόν, καί τινας τῶν τῆς πόλεως ἄνδρας ὑπόσεμνον δεικνύντας κατάστημα θεασάμενος σκυθρωπάζοντας, ἤρετο τὴν αἰτίαν τῆς σκυθρωπότητος. οἷ δέ ‘‘καὶ πῶς οὐκ ἂν σκυθρωπάζοιμεν” ἔφασαν ‘‘δέσποτα, ἐπηρτημένον ἡμῖν ὁρῶντες τὸν θάνατον, οἴ γε δύο μεδίμνους σίτου εἰς νόμισμα χρυσοῦν ἐξωνούμεθα ”τοῦτο ἀκούσας ἐκεῖνος ἀνῴμωξε, καὶ τοῖς μὲν χρήμασι τὴν κατήφειαν ἔλυσε, τοῖς δὲ τὰς πολιτικὰς ἐγκεχειρισμένοις ἀρχὰς ἐλοιδορήσατό τε καὶ ἐπηράσατο, ὅτι μὴ αὐτὸν τὰ τῆς ἐνδείας ἐδίδαξαν, καὶ εὐθὺς τοὺς βασιλικοὺς σιτῶνας ἀνοιγῆναι ἐκέλευσε, καὶ δώδεκα μεδίμνους σίτου νομίσματος ἑνὸς ἀποδίδοσθαι. ἀλλ’ ἐκείνῳ μὲν ἡ πρᾶξις αὕτη βασιλική, τῷ δ’ ἱστορουμένῳ νῦν βασιλεῖ καὶ λίαν καπηλική, ὃς τῷ λιμῷ τὸ ὑπήκοον ὁρῶν πιεζόμενον οὐκ ἐπήμυνεν, ἀλλὰ μέντοι καὶ ἐνετρύφα ταῖς αὐτοῦ συμφοραῖς καὶ τοῖς τοῦ λιμοῦ τραυματίαις ἐπιξαίνων ὑπῆρχε τὰ τραύματα. καὶ ὁ τοῦ βασιλέως δὲ ἀδελφὸς ὁ Λέων οὐχ ἧττον ἔθλιβε τόν τε δῆμον τῆς πόλεως καὶ τοὺς οἰκήτορας τῶν χωρῶν, καπηλείας ὒ καὶ αὐτὸς μετιών. οἱ μὲν οὖν οὕτω διέκειντο πρὸς τοὺς πάσχοντας, οἶ δὲ πρὸς τὸν κρατοῦντα διὰ ταῦτα ἀπέσκωπτον. ποτὲ γὰρ νεολέκτους στρατιώτας ὁρῶντος τοῦ βασιλέως ,ἐπεὶ καί τις τούτοις συνηρίθμητο πολιός, ἔφη πρὸς ἐκεῖνον ὁ αὐτοκράτωρ ‘‘πῶς τοῖς στρατιώταις ,ἄνθρωπε, γέρων ὢν συγκαταλέεις σαυτόν;” ὁ δ’ αὐτίκα εὐφυῶς ἀντεφθέγξατο ὡς “πολὺ δυνατώτερος νῦν εἰμι ἢ ὅτε ἤκμαζον ἴ’ δἐ— σποτα. τότε γὰρ οὐδ’ ἡμίσεος ἂν ἐπωμισάμην σῖτον νομίσματος, νῦν δὲ ῥᾷον καὶ δύο νομισμάτων σῖτον ἐπὶ τῶν ὤμων ἀρῶ.” συνῆκε μὲν οὖν τὴν εἰρωνείαν ὁ βασιλεύς, ἀταράχως δὲ ταύτην ἐνεγκὼν μετέστη πρὸς ἕτερον. ἐρωτικῶς δὲ σφόδρα πρὶν διακείμενος ὁ Νικηφόρος πρὸς τὴν Θεοφανὼ μετέπειτα τῆς πρὸς αὐτὴν συνουσίας ἀπείχετο, ἢ κορεσθεὶς ταύτης ἢ καὶ δι’ ἐγκράτειαν μίξεως ἀπεχόμενος. οὐδὲ γὰρ πάνυ τι καὶ νέος ὢν πρὸς ἔρωτας ἐτύγχανεν εὐκατάφορος. ἡ δὲ μισήσασα τὸν ἄνδρα διὰ τὸ ἀνομίλητον ἢ καὶ περὶ τοῖς υἱέσι δείσασα, ἢν γάρ τισιν ὑποτονθορυζόμενον βούλεσθαι τὸν Νικηφόρον τὰ βασιλείδια τῶν παιδογόνων στερῆσαι μορίων καὶ τὸν ἀδελφὸν βασιλεῦσαι τὸν Λέοντα, εἰς λόγους ἦλθε λάθρᾳ τῷ τξιμισκῇ, ἡ ἔρωτι του ἀνδρὸς ἁλοῦσα, ἦν γὰρ τῷ κάλλει διαπρεπὴς καὶ τοῦ εἴδους χάριτας ἀφιείς, ἤ καὶ ἀξιόχρεων τοῦτον τῷ Νικηφόρῳ λογισαμένη ἀντίρροπον ,ὡς δέ τινές φασι, καὶ εἰς συνουσίαν ἐλήλυθε τῷ ἀνδρὶ καὶ κατὰ τοῦ Νικηφόρου ἠρέθισε καὶ τὸ τῆς παροιμίας σφαῖραν ἀφῆκε κατὰ πρανοῦς. ἦν γὰρ καὶ ἄλλως ὁ Ἰωάννης τῷ βασιλεῖ μηνιῶν, ὅτι τῷ ἀδελφῷ πειθόμενος ἐκεῖνος βασκαίνοντι τούτῳ ὕποπτόν τε τὸν ἄνδρα ἐνόμιζε καὶ τῆς στρατιωτικῆς ἀρχῆς παύσας αὐτὸν εἰς πολιτικὴν μετατίθησι, λογοθέτην τοῦ δρόμου μου προχειρισάμενος ,ὃ οὐκ εἰς δυναστείαν, ἀλλ’ εἰς τιμωρίαν καὶ ταύτην βαρεῖαν ἐκείνῳ λελόγιστο. εἶτα τῇ κακώσει τοῦ ἀνδρὸς προστιθεὶς καὶ οἴκοι μένειν αὐτὸν ἐκέλευσε· διὰ ταῦτα ἐμηνία ὁ Ἰωάννης. ὡς δὲ καὶ τὴν μαχλάδα ἐκείνην εὕρηκεν αὐτὸν παραθήγουσαν, διαπραξαμένην δέ οἱ καὶ κάθοδον κελεύσει βασιλικῇ) τῇ τυραννίδι ἐπέθετο, συμπράτ- τουσαν ἔχων καὶ τὴν βασίλισσαν, καὶ ἅμα τε οἷς ἐθάρρει τὸ ἀπόρρητον ἐξεκάλυψε καὶ ἅμα τῷ ἔργῳ ἐπικεχείρηκε καὶ προσλαβόμενος αὐτοὺς ἀωρὶ τῶν νυκτῶν ἐπὶ τὴν νοτίαν θάλασσαν τῶν βασιλείων ἀφίκετο· Βουκολέων ὁ τόπος ὠνόμασται, ὅτι λίθινος λέων ἐστὶν ἐν αὐτῷ βοὸς ἐπιβεβηκὼς ὁμοίου καὶ τῷ εὐωνύμῳ ποδὶ κατέχοντι τὸ κέρας αὐτοῦ περιστρέφων τὸν αὐχένα τὸν τοῦ βοός. ἔνθα γενόμενος σαργάνην τε καθειμένην ἄνωθεν καθορᾷ καὶ δι’ αὐτῆς ἀνιμᾶται παρὰ θεραπαινῶν τῆς Θεοφανοῦς καὶ αὐτὸς καὶ οἱ σὺν αὐτῷ. ἦσαν δὲ ὁ Βούρτξης Μιχαὴλ ἐγκοτῶν τῷ βασιλεῖ καὶ αὐτὸς διὰ τὴν ὀργήν, ὡς εἴρηται, τὴν ἀλόγιστον, καὶ Λέων ὁ Ἀβαλάντης καὶ ὁ μελάγχρους Θεόδωρος, ὃν διὰ τὸ τοῦ εἴδους μελάντερον ἐκάλουν Ἀτξυποθεόδωρον, καὶ ἕτεροι δύο. ἀψοφητὶ τοίνυν ὑποδύντες τὸν κοιτῶνα τὸν βασίλειον, καὶ τοῦτο γὰρ αὐτοῖς ἡ Θεοφανὼ κατεπράξατο, εὗρον τὸν Νικηφόρον χαμαιεύνην ὐπνώττοντα, καί τις αὐτῷ λὰξ ἐνθορὼν καὶ ἐνυβρίσας διύπνισεν. ὡς δὲ τὴν κεφαλὴν ἐκεῖνος διυπνισθεὶς ἀνεκούφισε, δέχεται κατ’ αὐτῆς εὐθὺς καιρίαν πληγήν, ἥτις αὐτῷ δεινῶς διέσεισε καὶ τὸ σῶμα καὶ τήν ψυχήν. εἶτα ὁ μὲν Τξιμισκῆς ἐπὶ τῆς βασιλείου κλίνης κεκάθικε, τὸν δὲ Φωκᾶν ἤδη παρειμένον ἑκατέρωθεν ὑπερειδόμενον αὐτῷ παρεστήσαντο. ὁ δὲ τὰς αἰτίας αὐτὸν ἠρώτα δι’ ἃς κεκάκωτο παρ’ αὐτοῦ. ὡς δ’ ἐκεῖνος πρὸς οὐδὲν ἀπεκρίνατο ,μόνον δὲ τὸ ‘‘κύριε, βοήθει” ἐφθέγγετο, ἐγκελεύεται τοῖς περὶ αὐτὸν ταῖς λαβαῖς τῶν ξιφῶν τὰς γνάθους αὐτοῦ παίοντας συνθραῦσαι ἢ διασεῖσαι τοὺς ὀδόντας αὐτῷ. εἶτά τις ἐξόπισθεν δόρατι βάλλει κατὰ νῶτον αὐτόν, καὶ τὸ δόρυ διὰ τῶν στέρνων ἐξέπεσε. καὶ θορύβου παρὰ τῶν προκοιτούντων γεγενημένου, ἤδη γὰρ εἰς αἴσθησιν ἧκον τῆς ἐπιβουλῆς, καὶ τὴν κεφαλὴν τοῦ ἀνδρὸς ἐκπεπνευκότος ἄρτι ἐκτέμνουσι, καὶ διὰ θυρίδος τοῖς σωματοφυλακοῦσι δεικνύουσι, καὶ οὕτω τὴν ἐκείνων ὁρμὴν καταπαύουσι. λέγεται δ’ ὅτι πρὸ ἡμερῶν ὀλίγων ἔγγραφον εὗρεν ἐν τῷ κοιτῶνι ὁ Νικηφόρος δηλοῦν τήν ἐπιβουλήν. ὁ δὲ τοῦ βασιλέως Νικηφόρου αὐτάδελφος ὁ Λέων τὸ γεγονὸς ἐγνωκὼς σὺν τῷ υἱῷ Νικηφόρῳ τῇ μεγάλῃ ἐκκλησίᾳ προσπέφευγεν. ἦν δὲ ὁ ἀναιρεθεὶς βασιλεὺς ἐτῶν πεντήκοντα καὶ ἑπτά ,ἐξ ὧν ἓξ καὶ μῆνας τοσούτους τῶν σκήπτρων ἐκράτησε τῶν Ρωμαϊκῶν. καὶ ὁ μὲν οὕτως τὼς ἀπέτισε τὸ χρεών.