Ancient Greek
Book 17
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 17.12
Not analysed yet
Ὁ δὲ βασιλεὺς εἰς Ἀντιόχειαν διασέσωστο σπουδῇ τῶν περὶ αὐτόν, κἀκεῖθεν ἐπὶ τὴν Κωνσταντίνου ἀνέδραμεν, οὐκέτι τὴν πρόσθεν τῆς ψυχῆς δεικνύων διάθεσιν, ἀλλ’ ἀλλοιωθεὶς τὴν ἐπὶ τὸ χεῖρον ἀλλοίωσιν. ἵνα γὰρ τῶν ἀπολωλότων ἰσοστάσια κτήσηται, πράκτωρ ἀντὶ κρατοῦντος ἐγένετο καὶ πικρὸς λογιστής, παῖδας πατέρων γεγηρακότα χρέα πραττόμενος καὶ πυρκαιὰς ἀνάπτων κατὰ τῶν ὑπηκόων, ἅσπερ ὁ χρόνος ἤδη πολὺς πρεσβεύσας κατέσβεσεν ἢ τέως κατέχωσεν ὑπὸ σποδιᾷ. ἐντεῦθεν πολλοὶ πατρῴων οἰκιῶν καὶ ἀγρῶν ἀπηλαύνοντο καὶ τὴν πρὶν εὐκληρίαν ἐκδιδυσκόμενοι εἰς πενίαν λαμπρὰν συνηλαύνοντο. τῶν δ’ οὕτως εἰσπραττομένων οὐδὲν εἰς τὸ δημόσιον εἰσεφέρετο, ἀλλὰ σεμνεῖον οἰκοδομὴ σ’ αἰ καὶ ναὸν τῇ θεομήτορι προθέμενος καθιδρύσασθαι ἐκεῖ καὶ ταῦτα κατεδαπάνα καὶ ἐκ τῶν βασιλικῶν θησαυρῶν ἀνήλισκεν ἕτερα, ἄρτι μὲν ἀνεγείρων ,ἄρτι δὲ καταστρέφων τὸ ἤδη ἀνεγερθὲν καὶ ἤ μετεωρότερον ἀνοικοδομῶν αὖθις αὐτὸ ἢ εὐρύτερον ἡ· τὸν σχηματισμὸν ποικίλλων ἤ τρόπον ἄλλον τὸ καινιζόμενον ἀλλοιῶν. ἀπένειμε δὲ καὶ προςόδους τοῖς μονασταῖς, οὐκ ἀναλόγους μονάζουσιν, ἀλλὰ τρυφῶσι προσηκούσας καὶ βίον ἕλκουσιν ἀνειμένον καὶ ἁβροδίαιτον ,χώρας ὅλας τῶν δημοσίων, καὶ ταύτας τὰς πιοτάτας καὶ παμφόρους, ἀφοσιώσας αὐτοῖς. ἀλλὰ μὴ πλείω περὶ τούτων. κατέλαβε δὲ τὴν βασιλίδα τῶν πόλεων Ἄμερ ὁ τοῦ Χαλεπίτου υἱὸς σὺν δώροις πολλοῖς ,τὴν εἰρήνην ἀνανεούμενος, καὶ ὁ βασιλεὺς ἐπὶ ταύτῃ ἐπένευσεν. ἡ βασιλὶς δὲ Ζωὴ ἀφικομένη εἰς τὸ Πετρίον τὴν ἑαυτῆς ἀδελφὴν Θεοδώραν ἀπέκειρε μοναχήν. ἐκδημήσαντος δὲ τοῦ βασιλέως τῆς πόλεως ὁ Διογενὴς Κωνσταντῖνος ὡς τυραννίδα μελετῶν καὶ ἀποδρᾶναι μέλλων εἰς τὸ Ἰλλυρικὸν κατεσχέθη, καὶ ἐταζόμενος ἑαυτὸν κατεκρήμνιδε καὶ ἀπέθανεν ,ἔνα μὴ τοὺς συνειδότας ἐκφανίσῃ τῇ βίᾳ νικώμενος. τότε μέντοι Ἄραβες μὲν τὴν Μεσοποταμίαν κατέδραμον, οἱ δέ γε Πατξινάκοι τὴν Βουλγαρίαν καὶ τὴν τοῦ Ἰλλυρικοῦ παράλιον οἱ ἀγαρηνοί. τούτοις δὲ μόνοις στόλος Ῥωμαϊκὸς προσβαλὼν τὰ πλείω τῶν σκαφῶν ἐνέπρησε καὶ κατέκαυσεν· οἱ δ’ ἐκ τῆς ναυμαχίας ἀποδιδράσκοντες κλύδωνι περὶ τὸ Σικελικὸν διεφθάρησαν πέλαγος. καὶ αὖθις ἐξ Ἀφρικῆς περί που τὰς χιλίας νῆες ἐξέπλευσαν, καὶ πολλὰς τῶν νήσων ἔνιά τε τῶν παραλίων ἐδῄωσαν. ἀλλὰ τῇ τούτων μοίρᾳ περιτυχοῦσαι νῆες Ρωμαϊκαὶ πολλοὺς ἀνεῖλον καὶ πεντακοσίους εἷλον ζώους, οἷ τῶ βασιλεῖ ὑπὸ δεσμοῖς ἐκομίσθησαν. ἀλλὰ καὶ ὁ πρωτοσπαθάριος Γεώργιος ὁ Μανιάκης τῶν παρευφρατιδίων πόλεων note> στρατηγῶν τῆς Ἐδέσσης ἐκράτησεν ,ἔνθα καὶ τὴν αὐτόγραφον ἐπιστολὴν τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εὑρηκὼς τῷ βασιλεῖ ἐξαπέστειλε. λιμοῦ δὲ τὴν Καππαδοκίαν καὶ τὸ Ἀρμενιακὸν καὶ τὴν Παφλαγονίαν πιέζοντος ,καὶ αὖθις ἀκρίδος τὴν ἑῴαν κεραιζούσης, πολλοὶ μεταναστεῦσαι τῶν πατρίδων αὐτῶν ἠναγκάσθησαν ,οὓς χρυσίου διανομαῖς ἀνακτησάμενος ὁ κρατῶν πέπεικεν αὖθις τὰς ἐνεγκούσας καταλαβεῖν. σεισμῶν δὲ γενομένων ξενῶνές τε κακῶς διετέθησαν καὶ οἱ ἀντίπορθμοι τῆς Βυξαντίδος ἀνδρῶνες ,οἳ διαιτητήριον ἔκπαλαι τοῖς τὰ σώματα λελωβημένοις ἐκ τῆς νόσου τῆς ἱερὰς καὶ τοῖς λελεπρωμένοις τετάχαται. ἀλλὰ καὶ τούτους ὁ βασιλεὺς ἀνεκαίνισε καὶ τοῦ τὸ ὕδωρ εἰς τὴν μεγαλόπολιν εἰσάγοντος ὁλκοῦ διαρρηχθέντος ἐπεμελήσατο. λήσατο.