Ancient Greek · ~18 min
Book 17
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 17.13.1
Not analysed yet
Ἤδη δέ οἱ πρὸς τέλος ἤγγικε τὸ βιώσιμον, τὸ δ’ ὅπως ἀπεβίω διηγητέον. ἄρτι τῆς βασιλείας ἐπιτυχὼν χρόνους ἑαυτῷ καὶ τῆς ζωῆς καὶ τῆς ἀρχῆς ἐπεμέτρει μακρούς, καὶ ταῦτα ἑξηκοντούτης ὢν ὅτε τῶν σκήπτρων ἐπείληπτο, καὶ διαδοχὴν τῇ βασιλείᾳ καταλιπεῖν ἐκ τῆς ὀσφύος αὐτοῦ ἐφαντάζετο, μηδ’ ὅτιπερ ἡ βασιλὶς ᾗ συνῴκιστο πεντηκοντοῦτις ἦν καὶ ὑπέρακμος καὶ ἄνικμος τὴν νηδὺν πρὸς σπερμάτων ὑποδοχὴν δυνάμενος συνιδεῖν. πρότερον μέν οὖν ἐσπουδάκει περὶ τὰ ἀφροδίσια καὶ κατέτεινεν ἑαυτὸν καὶ χρίσμασί τισιν ἐκέχρητο καὶ τῇ συνοίκῳ προσήρτα λιθίδια, ὡς δή τι ἐνεργοῦντα περὶ τὴν κύησιν. ἡ δὲ καὶ ἁμμάτων καὶ ἐπᾳσμάτων ἠνείχετο καὶ προσίετο ἐπῳδάς. ἐπεὶ δ’ ἐγνώκει μάτην πάντα ὢ γινόμενα ὁ κρατῶν καὶ ἀπεγνώκει τὸ σπουδαζόμενον, οὐκέθ’ ὁμοίως διέκειτο περὶ τὴν εὐνέτειραν, ἀλλ’ ἧττον αὐτῇ προσῄει. ἦν γὰρ καὶ φύσει νωθὴς πρὸς μίξιν καὶ μαλθακώτερος, ἤδη δὲ καὶ ὁ χρόνος αὐτῷ τὴν κίνησιν ἤμβλυνεν. ὡς δέ τινες αὐτῷ ἐπὶ τῇ βασιλείᾳ ἐξεμετρήθησαν ἐνιαυτοί, καὶ ἀποδτρόφως εἶχε πρὸς τὴν βασίλισσαν, ἡ δὲ καὶ καταφρονουμένη πρὸς μῖσος ἠρέθιστο καὶ πλέον δι’ ὁμιλίαν ἀνδρός. ἦν δέ τις καὶ πρὸ τῆς βασιλείας ἐκτομίας ὑπηρέτης τῷ βασιλεῖ ,τούτῳ δὲ ὁμαίμονες ἦσαν, ὧν εἶς ἦν καὶ ὁ Μιχαήλ, ἀνὴρ ᾧ τὴν ὄψιν ἡ φύσις ἀπέξεσεν εἰς ἀκριβῆ ὡραιότητα. τοῦτον ὁ ἀδελφὸς μετὰ τὴν βασιλείαν παρέστησε τῷ Ῥωμανῷ προσληφθησόμενον ὑπ’ αὐτοῦ· ὁ δὲ τοῖς θαλαμηπόλου σί’ τὸν νεανίαν κατέταξε. τούτου τῷ ἔρωτι ἁλοῦσα ἡ βασιλὶς ἐπυρπολεῖτο τὴν ψυχὴν καὶ τὸ πῦρ τὸ ἐκείνου κάλλος καθ’ ἑκάστην ὁρώμενον ὑπανέφλεγε. μισούμενος δ’ αὐτῇ πρῴην ὁ ἐκτομίας τότε καὶ προσεκαλεῖτο καὶ ὁμιλίας ἠξίωτο γνησιώτερον ,εἶτα καὶ περὶ τοῦ ΜΙχαὴλ ἠρωτᾶτο τοῦ ἀδελφοῦ. πολλάκις λακὶς δὲ τούτου γενομένου ,δεινὸς ὢν ἐκεῖνος συνῆκε τὸν ἔρωτα καὶ τῷ ἀδελφῷ ὑπέθετο καὶ προσιέναι τῇ βασιλίσσῃ, καὶ εἰ πειρῷτο ἐκείνη αὐτοῦ ,μὴ ὑποσταλῆναι ,ἀλλὰ καὶ ἅψασθαι καὶ φιλῆσαι καὶ προσφῦναι αὐτῇ. καὶ τί δεῖ πολλὰ λέγειν ; μέχρι καὶ συνουσιασμοῦ τὰ τοῦ ἔρωτος κατηντήκεσαν καὶ προἰόντος τοῦ χρόνου εἰς προῦπτον σχεδὸν τὸ περὶ τὸν Μιχαὴλ ἐξερράγη φίλτρον, καὶ ἦν ὑποψιθυριξόμενον οὐ τοῖς περὶ τὰ βασίλεια μόνον, ἀλλὰ καὶ τοῖς ἐν ταῖς τριόδοις, μόνῳ δ’ ἠγνοεῖτο τῷ αὐτοκράτορι· ὅθεν καὶ συγκειμένῳ τῇ βασιλίσσῃ αὐτῷ ἐπὶ τῆς εὐνῆς ὁ Μιχαὴλ εἰσκαλούμενος ἀνατρίβειν οἱ τοὺς πόδας κεκέλευστο. τί οὖν ἄν τις οἰήσαιτο ἢ ὅτι καὶ τῶν ἐκείνης ἥπτετο ποδῶν; καὶ οἷον προαγωγὸς ἀμφοῖν ὁ βασιλεὺς καὶ ὁμευνέτης ἐγίνετο. ὧς δὲ καὶ ἡ ἀδελφὴ Πουλχερία καὶ ἕτεροι περὶ τοῦ δράματος αὐτὸν ἀνεδίδαξαν καὶ φυλάττεσθαι παρηγγύησαν, οὐδὲν ἐποίησεν ἕτερον ἀλλ’ ἢ τὸν ὑποπτευόμενον αὐτῷ καλέσας εἰ ἐρῷτο πρὸς τῆς βασιλίσσης ἠρώτα. ὁ δὲ ἀπηγόρευσε ,καὶ ἀνηνάμενος πίστεις τοῦ λόγου καὶ ὅρκους ἀπῃτήθη καθ’ ἱερῶν. ἐπεὶ δ’ ἐκεῖνος ἐπιορκήσας τοὺς ὅρκους ἐτέλεσε, διαβολὴν τοὺς τῶν ἄλλων ἥγητο λόγους. λέγεται μέντοι διὰ τὴν ἐπιορκίαν νόσημά τι δεινὸν ἐνσκῆψαι τῷ ΜΙχαήλ. τὸ δ’ ἦν κατά τινας περιόδους αὐτῷ παρακοπὴ τοῦ νοὸς τῶν ὀφθαλμῶν τε διαστροφὴ καὶ κλόνος τοῦ σώματος καὶ κατάπτωσις ἐπὶ γῆς, εἶτ’ ἐπανῄει εἰς ἑαυτὸν καὶ ἀποκαθίστατο. τοῦτο πολλάκις καὶ τοῦ βασιλέως ἐνώπιον ἔπαθεν· ὁ δὲ τοῦ πάθους οἰκτείρας ῥᾶς τὸν Μιχαὴλ ἔτι μᾶλλον ψευδῆ ᾤετο τὰ λεγόμενα καὶ μήτ’ ἐρᾶν μήτ’ ἐρᾶσθαι τοῦτον οὕτως ἔχοντα ἔθετο. εἰσὶ δ’ οἱ λέγουσι μὴ ἀγνοῆσαι τὸν βασιλέα τὸν ἔρωτα ,. . . . δ’ ὅτι σφριγᾷ ἡ βασίλισσα καὶ περὶ τὰ ἀφροδίσια μέμηνε, τῆς πρὸς τὸν Μιχαὴλ αὐτῆς ῥοπῆς ἠνείχετο, ὑποκρινόμενος ἄγνοιαν, ἵνα μὴ πλείοσιν ὁμιλοίη. τούτων δ’ οὕτως ἐχόντων ὁ αὐτοκράτωρ ἐνόσησε ,καί οἱ διῳδήκει τὸ πρόσωπον καὶ τὸ ἄσθμα ἦν συνεχὲς καὶ ἡ ὄψις αὐτῷ ἐῴκει νεκροῦ καὶ τῆς κεφαλῆς αὐτοῦ τὸ πλέον ἐψίλωτο · αἱ γὰρ τρίχες αὐτῆς ἀπερρύησαν. λέγεται γοῦν φαρμάκοις περιεργασθῆναι ὁ ἄνθρωπος. οὕτω δ’ ἔχων ἀπῄει πρὸς βαλανεῖον τῶν ἐν τοῖς βασιλείιος λουσόμενος, καὶ ἀπῄει οὔτε χειραγωγούμενος οὔτ’ αὐτίκα τεθνήξεσθαι προσδοκώμενος. ὡς δὲ τὸ σῶμα ἐκάθηρεν, εἰσέδυ τὴν ἐκεῖ κολυμβήθραν, ἔνθα δὴ τὸ πᾶν ᾄδεται γενέσθαι τοῦ δράματος· συμπιέσαι γάρ τινας αὐτό τὴν κεφαλήν φασιν ἐπὶ τὸ ὕδωρ ἐφ’ ἱκανόν, καὶ οὕτως ἐκεῖθεν ἄπνουν ἀνιμηθῆναι σχεδὸν καὶ ἀνακλιθῆναι πρὸς τὴν στρωμνήν. θροῦ δ’ ἐπὶ τούτῳ συμβάντος παρῆλθε καὶ ἡ βασιλίς, ὡς δή τι τῷ πάθει ἐπιστενάζουσα, καὶ πληροφορηθεῖσα τοῦ βασιλέως τὴν τελευτὴν ἀπῆλθεν εὐθύς. ὁ δὲ βραχύ τι ἐπιβιοὺς ἄναυδος, εἶτα καὶ μελάντερόν τι ἀναγαγὼν διὰ τοῦ στόματος, ἀφῆκε τὸ πνεῦμα, ἔτη βασιλεύσας πέντε πρὸς τῷ ἡμίσει, λόγοις μὲν ἐντραφεὶς ἑλληνικῆς τε παιδείας μετεσχηκὼς καὶ τῶν τῆς πολιτείας νόμων οὐκ ἀδαής, πλείω δ’ εἰδέναι ὧν ᾔδει ὡς ἀληθῶς οἰόμενός τε καὶ σεμνυνόμενος.