Ancient Greek · ~18 min
Book 17
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 17.19.1
Not analysed yet
Ὡς δὲ κατὰ τοῦ ὁμογενοῦς αἔματος τοιοῦτον ἤρατο τρόπαιον, ἕνα ἔτι περιλελεῖφθαι αὐτῷ ἐνόμιζεν Ἡράκλειον ἄεθλον τὸ καὶ τὴν βασιλίδα ἀποσκευάσασθαι, καὶ πρὸς τοῦτον λοιπὸν ἀποδύεται, ἐνάγοντα πρὸς τοὔργον καὶ τὸν θεῖον ἔχων Κωνσταντῖνον καὶ παραθήγοντα. λογοποιεῖ τοίνυν ὁ δυσγενέστατος παῖς κατὰ τῆς εὐγενεστάτης μητρὸς καὶ συμπλάττει κατ’ αὐτῆς αἰτιάματα ,φαρμακόν τε καλεῖ καὶ ἐπιβουλεύειν αὐτοῦ τῇ ζωῇ τῆς ἀθῴου κατηγορεῖ. καὶ τί δεῖ κύκλους ἑλίττειν; ἐξωθεῖ τῶν βασιλείων αὐτὴν καὶ περιορίζει τῇ νήσῳ τῇ λεγονίας τοῦ Πρίγκιπος, καὶ τέλος ἀποκείρει τὴν εὐεργέτιν καὶ μεταμφιέννυσι καὶ ἀντὶ τῆς ἐκ πενταγονίας προσηκούσης αὐτῇ πορφύρας ἐνδιδύσκει τρι- βώνιον. καὶ ὁ μὲν ὡς ἤδη τὸ πᾶν ἠνυκὼς ἔχαιρέ τε καὶ γαῦρος ὦπτο, καὶ παιδιαῖς ἑαυτὸν ἐπέδωκε καὶ τρυφαῖς. ἡ δὲ δίκη οὐκ ἐπενύσταξεν, ἀλλ’ αὐτίκα μετῆλθε τὸν ἀλιτήριον. ὡς γὰρ τὸ περὶ τὴν βασιλίδα τοῖς ἐν τῇ πόλει κεκήρυκτο, κατήφειαν ἦν ὁρᾶν παρὰ πᾶσι καὶ σκυθρωπότητα, καὶ ὡς ἐν οἰκείᾳ συμφορᾷ διετίθετο ἕκαστος, εἶτα καὶ φανερῶς ἐλοιδοροῦντο τῷ τυραννήσαντι. αἱ δὲ γυναῖκες καὶ θρήνους συνίστων, ἀνακαλούμεναι τὴν βασίλισσαν. καὶ τέλος εἰς στάσιν φανερὰν ἀνερράγησαν οἱ τῆς πόλεως ξύμπαντες. καὶ ἵνα τὸν τολμητίαν τιμωρήσωνται, οὐδεὶς ἐφείδετο τῆς οἰκείας ζωῆς, ἀλλ’ ὲ́καστος τῷ προστυχόντι τὴν δεξιὰν ὁπλίσας συνέ- θεον ἐπὶ τὰ ἀνάκτορα. τὸν δὲ πρῶτον μὲν οὐ πάνυ τι τὸ τοῦ πλήθους συγκίνημα ἐθορύβησεν, εἶτα τὸν δῆμον ὁρῶν ἐκμαινόμενον εἰς λόχους τε συνιστάμενον καὶ τὸν λαὸν ἐπιρρέοντα, τοὺς δὲ περὶ αὐτὸν ἀμφιβόλους ταῖς γνώμαις κατανοῶν, κἀκείνοις γὰρ τὸ περὶ τὴν βασίλισσαν μεμίσητο τόλμημα, περιδεής τις καὶ ἐναγώνιος γέγονεν. ἀλλά τι μικρὸν τὴν ἀγωνίαν αὐτῷ ὁ νωβελίσσιμος ἐπεκούφισεν. οἴκοι γὰρ ὢν καὶ τὴν στάσιν μεμαθηκώς, τοὺς περὶ αὐτὸν ὁπλίσας, πολλοὶ δ’ αὐτῷ παρετρέφοντο, διὰ μέσης τῆς Ἀγορὰς παριὼν ἀπῆλθεν εἰς τὰ βασίλεια, καὶ αὐτίκα στέλλουσι τοὺς ἐπανάξοντας τὴν βασίλισσαν, τοῖς δὲ στασιώταις ἀντέστησάν τινας ἐκ τἀφανοῦς βέλη κατ’ αὐτῶν ἀφιέντας, καὶ λίθους ἐσφενδόνων, ἐξ ὧν οὐ βράχιστοι ἀνῃρέθησαν. ἤδη δὲ τὴν βασιλίδα ἀνακομισθεῖσαν στήσαντες ἐπὶ μετεώρου ἐν τῷ θεάτρῳ τοῖς στασιάζουσιν ἐπεδείκνυον, ἴνα δῆθεν αὐτοῖς κατευνασθῇ ὁ θυμός, ἀνακληθείσης τῆς σφετέρας δεσπότιδος. τοῖς δὲ τοῦτο μᾶλλον ἀνῆψε τὸν θυμὸν καὶ ἐξέκαυσε τὴν ὀργήν. ὡς γὰρ μετημφιεσμένην αὐτὴν ἑωράκεισαν, ἐπὶ πλέον ἀνερρώγεσαν εἰς τὸν πόλεμον, καὶ τῆς κακοηθείας τὸν τυραννοῦντα μισήσαντες ἀφίστανται μὲν τῆς βασιλίδος Ζωῆς, πρὸς δὲ τὴν Θεοδώραν τὴν ταύτης σύγγονον τρέπονται, ἤδη προμετασχηματισθεῖσαν κἀκείνην παρὰ τῆς ἀδελφῆς, ὡς ὁ λόγος φθάσας ἐδίδαξε, καί τινα τῶν αὐτῆς θεραπόντων παραλαβόντες πατρῴων, ἀφίκοντο ἐπ’ αὐτήν, καὶ ταύτην τῆς κατοικίας ἐξαγαγόντες καὶ οἷον περὶ αὐτὴν συνασπίσαντες, εἰς τὸ μέγα τέμενος ἄγουσι τῆς τοῦ θεοῦ λόγου Σοφίας, καὶ παρὰ πάντων τῶν τε τῆς βουλῆς καὶ τῶν τοῦ δήμου καὶ αὐτῶν τῶν τῆς ἐκκλησίας ἡ Θεοδώρα βασιλὶς ἀνηγόρευτο. τοῦτο πᾶσαν ἐλπίδα τῷ Μιχαὴλ καὶ τοῖς περὶ ἐκεῖνον ἀπέσβεσε, καὶ δεδιὼς περὶ τῇ ζωῇ τῶν βασιλείων μεθίσταται, καὶ νηὶ τῶν βασιλικῶν ἐμβεβηκὼς αὐτὸς καὶ ὁ νωβελίσσιμος εἰς τὴν περιώνυμον ἀπῆλθον τοῦ Στουδίου μονήν, τὰ μὲν τῆς βασιλείας γνωρίσματα ἀποθέμενος, μοναστοῦ δ’ ἑαυτῷ περιθέμενος ἀμφία. ἐπεὶ δ’ ἐγνώσθη τοῦτο τῷ δήμῳ, οὐκ εἶχον ὅπως ἐκ τῆς χαρᾶς κατάσχωσιν ἑαυτούς, καὶ ἐπ’ ἐκεῖνον συνέθεον. ἤδη δὲ κλινούσης ἡμέρας, οἱ περὶ τὴν Θεοδώραν δείσαντες μὴ ἡ βασιλὶς Ζωὴ αὖθις τὸν ἐκβεβλημένον ἀνακαλέσηται, ἵνα μὴ ἡ ἀδελφὴ αὐτῇ συγκοινωνήσῃ τῆς βασιλείας, στέλλουσι τοὺς τὰ ὄμματα καὶ ἀμφοῖν ἐξορύξοντας. οἱ μὲν οὖν ἐξ αὐτοῦ τοῦ θυσιαστηρίου τῆς τοῦ Στουδίου μονῆς ἐκσπασθέντες ἀπήγοντο. τὸ δὲ πλῆθος συρρεῦσαν περὶ αὐτοὺς ἐνύβριζόν τε καὶ ἐπετώραζον, καὶ μέλη συντιθέντες ἐπετραγῴδουν αὐτοῖς. ὡς δ’ ἧκον ἐπὶ τὸ Σίγμα, τόπος δ’ ἐστὶ κεκλημένος τουτί, ἐκεῖ τοὺς ὀφθαλμοὺς ἐξεκόπησαν, ὁ μὲν Κωνσταντῖνος γενναίως φέρων τὴν συμφοράν, ὁ δὲ Μιχαὴλ θεοκλυτῶν τε καὶ ὀδυρόμενος. ἐπεὶ δὲ ἄμφω σκότος ἐκάλυψε, πρὸς τὴν Θεοδώραν οἱ τὴν πήρωσιν ἐκείνοις σχεδιάσαντες ἐπανήλθοσαν, ἔτι τῷ μεγάλῳ τεμένει προσμένουσαν. ἡ δὲ Ζωὴ ἐτύγχανε περὶ τὰ βασίλεια. ἦν μὲν οὖν αὐτῇ τὸ βουλόμενον μὴ προσήσεσθαι τοῦ κράτους κοινωνὸν τὴν ὁμαίμονα· ἐζηλοτύπει γὰρ ἐκτόπως. ἀλλ’ οἱ τῆς γερουσίας καὶ ἄμφω σεβόμενοι, τὴν μὲν ὡς βασιλίδα σφῶν ἐκ μακροῦ, τὴν δέ, ὡς ἄρτι ἀναρρηθεῖσαν καὶ τοῦ καταλυθῆναι τὴν τυραννίδα γενομένην αἰτίαν, πείθουσι τὴν πρεσβυτέραν κοινωνὸν τοῦ κράτους προσειληφέναι τὴν ἀδελφήν. ἥκει τοίνυν καὶ ἡ Θεοδώρα πρὸς τὰ βασίλεια καὶ συμμετέχει τοῦ κράτους τῇ ἀδελφῇ, ἐντεῦθεν ὑπερορίαν οἶ πηρωθέντες τοὺς ὀφθαλμοὺς κατακρίνονται, τῆς βασιλείας αὐτοῖς ἐπὶ μήνας τέσσαρας καὶ πέντε ἡμέρας συσταλείσης, ὡς εἴθε γε καὶ ἐπὶ βραχύτερον. Κατηντήκει τοίνυν περὶ τὴν γυναικωνῖτιν ἡ τῶν