Ancient Greek · ~13 min
Book 17
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 17.20.1
Not analysed yet
Ῥωμαίων ἀρχή, καὶ οὐδέν τι περὶ ταύτας νενεωτέριστο, ἀλλὰ πάντες αὐταῖς ὑπεῖκον, τό τε τῆς γερουσίας ἔξοχον καὶ τὸ τοῦ στρατηγίου ἐπισημότατον. αἶ δ’ ἄμφω ἐκάθηντο ἐπὶ βήματος καὶ πᾶσα περὶ αὐτὰς ἐτελεῖτο ἡ τελετὴ ἡ βασίλειος καὶ τῇ δορυφορίᾳ τὸ ἐπὶ τῶν βασιλέων σχῆμα τετήρητο, καὶ οἶ τῆς πρώτης βουλῆς καὶ οἱ ἐν τέλει σὺν αἰδοῖ παρειστήκεισαν ξύμπαντες. καὶ ζητήσεις δικῶν καὶ λύσεις δημοσίων ἀμφὶς ἀμφισβητήσεων, ἐντυχίαι τε πρεσβευτῶν καὶ ἀρχαιρεσίαι καὶ τἄλλα τὰ τῇ βασιλείᾳ προσήκοντα ἐγίνοντο παρ’ αὐταῖς. ἀλλ’ εἴτε φόβος μὴ τῇ ἀδελφῇ μόνῃ περισταίη τὰ τῆς ἀρχῆς, ὑπεψιθυρίζετο γάρ τισιν αὐτῇ μᾶλλον προσήκειν τὰ τῆς ἀρχῆς, ἅτε καὶ τῆς τοῦ τυραννήσαντος καθαιρέσεως αἰτίᾳ, εἴτ’ ἀνδρὸς ἐπιθυμία καὶ μίξεως ἀνέπεισαν τὴν Ζωὴν ἐπεισαγαγεῖν τοῖς βασιλείοις τὸν βασιλεύσοντα καὶ αὐτῇ συμβιώσοντα. καὶ ἤχθη μὲν ὁ Δαλασσηνὸς Κωνσταντῖνος, ὡς ἐπ’ ἄλλο τι μετακεκλημένος. ἀποτομώτερον δὲ τοῖς λόγοις χρησάμενος καὶ τὸ ἦθος φορτικός τις δόξας καὶ δυσχερής, ἀπεδοκιμάσθη. εἶτα ἐπ’ ἄλλον ἀπένευσεν οὔτε τῶν ἄγαν ὄντα εὐπατριδῶν οὔτε τῶν ἐν ἀξίαις λαμπροτέραις ἐξητασμένων οὔτε τῶν ἐν περιφανέσιν ἀρχαῖς, τὸ δὲ εἶδος ἄξιον τυραννίδος καὶ οἶον πρὸς ἔρωτας ἐφελκύσασθαι καὶ μὴ μαχλοσύνῃ προσκειμένην ψυχήν. ἐπ’ ἐκεῖνον οὖν ὅλοις ἱστίοις ἔπνευσεν ἡ βασίλισσα, ἀλλ’ ἠκύρωσε τὰς ψήφους αὐτῇ νόσος ἀθρόον τὸν ἄνδρα τῆς ζωῆς ἐξαρπάσασα. ὑπωπτεύθη δὲ καὶ ἡ συνοικοῦσα τούτῳ τὸν θάνατον αὐτῷ σχεδιάσασα καὶ φάρμακον αὐτῷ διὰ ζηλοτυπίαν κεράσασα δηλητήριον, ἵνα μὴ ἔτι ζῶντος στερήσοιτο τοῦ ἀνδρὸς καὶ ὁρῴη ἑτέραν αὐτῷ παριαύουσαν. ὁ μὲν οὖν οὕτω τῶν ἐλπίδων ἐκπέπτωκε καὶ τῆς ὁρμῆς ἡ βασίλισσα. αἶ δὲ ψῆφοι πρὸς τὸν Μονομάχον Κωνσταντἴνον ἀπέκλιναν, ἄνδρα καὶ εὐγενέτην καὶ τῶν ἐπισήμων καὶ κηδεστὴν τῷ βασιλεῖ ῾Ρωμανῷ ἐπ’ ὰδελφόπαιδι χρηματίσαντα, ταύτῃ γὰρ κατὰ δευτέρους γάμους ὡμίλησε, καὶ τὴν ὥραν ὑπέρλαμπρον. τούτῳ οὔπω μὲν μεγαλοπρεπές τι ὁ βασιλεὺς ῾Ρωμανὸς ἐνεδείξατο, διὰ δέ γε τὴν πρὸς αὐτὸν ἀγχιστείαν περὶ τὰς βασιλείους αὐλὰς ἀνεστρέφετο, κἀντεῦθεν συνήθης τῇ βασιλίδι ἐγένετο, κἀκείνη φιλίως πρὸς τὸν ἄνδρα ἢ διέκειτο καὶ ᾠκειοῦτο αὐτόν, καὶ χάρισιν ἐδεξιοῦτο πολυταλάντοις, οἷα ἐκείνη τὴν χεῖρά τε ἀφειδὴς καὶ βασιλικὴ τὴν προαίρεσιν, ὥστε ταῦτα τοῖς κακοήθεσι καὶ λοιδορίας κατ’ αὐτῶν ἐγένετο ἀφορμή. ὅθεν ὁ μετὰ τὸν ῾Ρωμανόν αὐτοκράτωρ ὁ Μιχαὴλ, 20 οὐκ ὢν τῶν λεγομένων ἀνήκοος, βασιλεύσας εἰς Λέσβον περιορίζει τὸν ἄνδρα ἐπ’ αἰτίαις δή τισι πεπλασμέναις, τὸ δ’ ὅλον ἦν τὸ ζηλότυπον. καὶ ἦν τὸν ἅπαντα χρόνον τῆς βασιλείας τοῦ Μιχαὴλ ὑπερόριος, καὶ οὐδὲ τοῦ δευτέρου Μιχαὴλ εὐμενεστέρου τετύχηκεν. ἐπεὶ δὲ τὸ ὶ κράτος ἐπανῆλθεν εἰς τὴν Ζωήν, λύεται μὲν τῆς ὑπερορίας ὁ ἄνθρωπος, καὶ ἤγετο πρὸς τὴν τῶν πόλεων βασιλεύουσαν. ὡς δ’ ἐγγὺς ἐγεγόνει, ἐπεσχέθη τοῦ πρόσω, καί τις ἐκ τῶν βασιλείων πεμφθεὶς καὶ περὶ τὸν ἐν Δαμοκρανείᾳ 30 τοῦ ἀρχιστρατήγου ναὸν αὐτῷ ἐντετυχηκὼς στολὴν αὐτῷ ἐνδιδύσκει βασίλειον ,καὶ σὺν δορυφορίᾳ βα- σιλικῇ ἐκεῖθεν ἀπάρας εἰσεληλύθει τὴν βασιλεύουσαν. καὶ τελεῖται μὲν τοῖς βασιλεῦσι παρά του τῶν ἱερέων ἡ ἱεροτελεστία ἡ γαμική· ὁ γὰρ πατριάρχης Ἀλέξιος διὰ τὴν τριγαμίαν ηὐλαβήθη τὴν ἐπὶ τῇ συναφείᾳ τελετὴν αὐτουργῆσαι αὐτοῖς. τῇ δ’ ἑξῆς τὴν ἐπὶ τῷ βασιλείῳ στέφει μεταχειρίζεται τελετήν, καὶ ἀναδεῖται ὁ Μονομάχος καὶ τὸ σκῆπτρον τὸ ῥωμαϊκὸν ἐγχειρίζεται. Ἐντεῦθεν ἡ μὲν τῶν αὐταδέλφων ἀρχὴ τέλος