Ancient Greek · ~18 min
Book 17
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 17.21.1
Not analysed yet
ἔσχεν, ἐπὶ τρίτον διαρκέσασα μῆνα, ἡ δὲ τόν κοινῶν διοίκησις πρὸς τὸν Μονομάχον μετέπεσε· καὶ ὃς αὐτίκα οὐ σὺν λόγῳ οὐδὲ μετά τινος ἔμφρονος οἰκονομίας οὔτε τὰς τῶν ἀξιωμάτων ἐποιεῖτο τιμὰς οὔτε τὰς τῶν χρημάτων διανομάς, ἀλλὰ καὶ τὰς τιμὰς χύδην παρεῖχε καὶ οἷς μὴ προσῆκεν αὐτὰς ἐχαρίζετο, καὶ τοὺς βασιλικοὺς θησαυροὺς εἰ αὐθημερὸν ἐκκενωθῆναι συμβέβηκεν, οὐδὲν αὐτῷ τι πρᾶγμα λελόγιστο. τοῖς γε μὴν ἰδιωτεύοντι προσκεκρουκόσιν αὐτῷ ἀφῆκεν ἅπασι τὰς αἰτίας, καὶ ἐμηνία τούτων οὐδέ τινι· ἡδυπαθείαις δ’ ἑαυτὸν ἐκδέδωκε καὶ τρυφαῖς, τὸ μὲν τὴν ἐκ τοῦ σάλου τῶν συμφορῶν ἀηδίαν ἀποπτύσαι πειρώμενος, ἄρτι πρὸς ἄκλυστον τάχα λιμένα κατάρας τὴν ἀρχὴν τὴν βασίλειον, τὸ δέ τι ταῖς βασιλίσσαις χαριζόμενος καὶ γλυκυθυμίας αὐταῖς μνώμενος ἀνειμένων οὔσαις ἠθῶν. λόγοις δὲ προσεῖχεν ἢ μᾶλλον τοῖς λόγους μετιοῦσι καὶ δό- ξαν ἔχουσι λογιότητος, αὐτὸς τῶν λόγων ἄκρῳ μόνον δακτύλῳ τὸ τοῦ λόγου γευσάμενος. τὰ μὲν οὖν περὶ τὰ βασίλεια οὕτως εἶχε, τὰ δ’ ἐκτὸς οὐκ εὐ- τυχῶς τοῖς Ῥωμαίοις ἐφέρετο. ἀποδρὰς γάρ τις ἐκ Βυζαντίου Σκύθης ἀνήρ, Βοϊσθλάβος ὀνομαζόμενος, καὶ χεῖρα περὶ αὐτὸν συλλέξας, κἀν τοῖς ὄρεσι τοῖς Ἰλλυρικοῖς ἐμφωλεύων ὥς τις ἄγριος θήρ, τὰ πρόσοικα τοῖς ὄρεσι τούτοις ἔθνη καὶ Ῥωμαίοις ὑπήκοα ἐληίζετο, Τριβαλλούς τε καὶ Σέρβους, καὶ ὅσοι τούτοις ὁμογενεῖς. ὡς δ’ οὖν ἠγγέλη τοῦτο τῷ βασιλεῖ, γράφει τῷ εἰς τὸ Δυρράχιον ἄρχοντι τῷ Στεφάνῳ συμβαλεῖν· καὶ τοῦτο γὰρ ὁ Βοϊσθλάβος ὠνόμαστο. ὁ δὲ ἀτέχνως ἐγχειρήσας τῇ πρὸς ἐκεῖνον μάχῃ, ἦν γὰρ στρατηγικῆς ἐμπειρίας ἀμέθεκτος, μεγάλης τοῖς μετ’ αὐτοῦ στρατευομένοις ἐγένετο παραίτιος συμφορᾶς, αὐτὸς μὲν μόλις μετὰ βραχέων σωθείς, τὸ δ’ ἄλλο στράτευμα σύμπαν καταστρώσας ἐκεῖ, μηδὲ χειρὶ δυνάμενον χρήσασθαι καὶ τοὺς ἀναιρέτας ἀμύνασθαι. τὰ μὲν οὖν κατὰ τὸ Ἰλλυρικὸν τοῦτον ἔσχε τὸν τρόπον. ὁ δὲ Μονομάχος, εἰς τὰ κατ’ οἶκον γὰρ αὐτῷ πάλιν ὁ λόγος ἐμφιλοχωρησάτω, ἐπεὶ καὶ ἡ δευτέρα σύνοικος αὐτῷ ἐτεθνήκει, εἰς τρίτον μὲν γάμον ἀποκλῖναι οὐκ ἔκρινεν, ἀνεψιᾷ δὲ τῆς αὐτοῦ γαμετῆς χηρείᾳ συζώσῃ, λάθρᾳ μὲν πρῴην, εἶτα καὶ εἰς τοὐμφανὲς συνεφθείρετο. ἡ δὲ καὶ νέας ἢν ἡλικίας καὶ κάλλους εἶχε τοῦ σώματος περιττῶς καὶ γένους ἐπιφανῶς· ἐξέφυ γὰρ τοῦ σπέρματος τῶν Σκληρῶν. οὕτω δ’ ἀλλήλοις ἐνετετήκεσαν καὶ οὕτω σφίσιν ὁ ἔρως ἐγκέκαυτο ὡς εἰ μὴ συνεῖεν ἀλλήλοις, μηδὲ ζῆν δοκεῖν μηδ’ ἀνέχεσθαι. διὸ καὶ ὑπερορίαν, ὡς εἴρηται, καταδικασθέντι τούτῳ τῷ βασιλεῖ κἀκείνη τῶν ἁπάντων ἑαυτὴν ὑπερώρισεν, ἕν ὁρῴη τὸν ἐρῶντά τε καὶ ἐρώμενον καὶ μὴ εἴη αὐτοῦ ὑπερόριος, καὶ συναπῄει τἀνδρί, πάντα γινομένη αὐτῷ καὶ τὴν συμφορὰν ὡς οἷόν τε συνεπικουφίζουσα κἀκ τῶν οἰκείων χορηγοῦσα τούτῳ, ἔνα μὴ πρὸς τοῖς ἄλλοις λυπηροῖς ἐνδείᾳ πιέζοιτο· ἔτρεφε γὰρ κἀκείνην ἡγεμονίας ἐλπίς. ἐπεὶ δ’ ἐκεῖνος εἰς τὴν τῆς βασιλείας ἤρθη περιωπήν, τῇ δὲ αἱ ἐλπίδες οὐκ ἐκβεβήκεσαν, οὐκ ἠμνημόνησε τῆς γυναικὸς οὐδ’ ἐν τῇ εὐκαιρίᾳ ὁ βασιλεύς, ἀλλὰ προσάγει λόγους τῇ βασιλίδι περὶ αὐτῆς, καὶ ἀξιοῖ ἀνακληθῆναί τε τὴν γυναῖκα καὶ τυχεῖν εὐετηρίας τινός. ἡ δὲ οὐκ ἀνένευσεν· ὁ γὰρ χρόνος αὐτῇ παρήνεγκεν τὸ ζηλότυπον, τύπον, ἤδη τυγχανούσῃ παρήλικι, καὶ οἱ συμβεβηκότες τες αὐτῇ πειρασμοὶ μετριωτέραν εἰργάσαντο. ἀνάγεται τοίνυν ἐκ Μιτυλήνης ἡ Σκλήραινα, καὶ οὐκ εὐθὺς αὐτῇ περιφανὴς κατοικία ἡτοίμαστο, ἀλλ’ οὐδὲ θεραπεία ἁβρά. τοῦ χρόνου δὲ προἰ· όντος καὶ βασίλειος αὐτῇ δορυφορία νενέμητο καὶ ὁ οἶκος αὐτῇ μετεσχημάτιστο εἰς ἀνάκτορον. οἶκον γὰρ οἰκεῖον οἰκοδομεῖν ὁ Μονομάχος ἐσχηματίσατο τὴν ἐκείνης καταγωγήν, ἵνα θαμὰ πρὸς ἐκείνην ἀπίοι, ὡς δή τι τῶν δομουμένων ὀψόμενος. μέχρι μὲν οὖν τινος ἐσκηνοποίει τὸν ἔρωτα, καὶ ὥσπερ ἠρυθρία πρὸς τὸ γινόμενον. εἶτα καὶ τὴν αἰδῶ καὶ τὴν σκηνὴν ἀποτίθεται, καὶ τῇ γυναικὶ συνῆν οὐχ ὡς παλλακῇ οὐδ’ ὡς ἡμιγάμῳ, ἀλλ’ ὡς ἐμφανῶς ξυνευνέτιδι, καὶ αὐτῇ ἐκ τῶν βασιλικῶν ταμείων καθ’ ἑκάστην ἐπέρρει τὰ χρήματα κατὰ ποταμοὺς καὶ φλέβες ἀνεστομοῦντο χρυσίτιδες, καὶ ἀπαρακαλύπτως αὐτῇ προσεφοίτα ὁ βασιλεύς. ἀλλὰ δεινὸν ἡγούμενος εἰ μὴ καὶ συμβιῴη αὐτῇ καὶ συνοικοίη διὰ παντός, μετάγει ἐκεῖθεν τὴν γυναῖκα πρὸς τὰ βασίλεια, τῇ βασιλίδι περὶ τούτου πρότερον κοινολογησά μένος καὶ πείσας μὴ δυσχερᾶναι πρὸς τὸ γινόμενον. μᾶλλον μέντοι καὶ φιλίας ὅρκια λέγεται παρὰ τοῖν γυναίοιν ἀμφοῖν τελεσθήσεσθαι, τοῦτο τοῦ αὐτοκράτορος ἀξιώσαντος. τετίμητο δὲ ἡ γυνὴ Σεβαστή, αὐτῇ πρώτῃ τῆς πρῴην βασιλικῆς ἀπονεμηθείσης τιμῆς· καὶ ὠνομά- ζετο δέσποινα. καὶ ἡ βασιλὶς ἐπὶ τούτοις οὔτ’ ἐμηνία οὔτ’ ἤχθετο, μέσον δὲ σκηνοῦντος τοῦ βασιλέως ἑκατέρωθεν ᾤκουν παραλλὰξ ἡ βασιλὶς καὶ ἡ Σεβαστή. οὔποτε ἡ Αὐγοῦστα προσῄει τῷ βασιλεῖ, εἰ μὴ τῆς ἐρωμένης μεμονῶσθαι τοῦτον ἀπηκριβώσατο. ἀλλ’ οὕτως ἔχουσα καὶ εἰς τόσον εὐκληρίας ἀρθεῖσα, καὶ μείζονας δ’ ἐλπίδας παρ’ ἑαυτῇ θάλπουσα, ἀθρόον ἀναρπάζεται νόσῳ, καὶ θνήσκει μέγα πένθος καταλιποῦσα τῷ βασιλεῖ.