Ancient Greek · ~13 min
Book 18
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 18.12.1
Not analysed yet
Ἄρτι δ’ ἀναλάμπειν ἠργμένου τοῦ ἔαρος αὖθις ὁ βασιλεὺς ἑτέρας ἐκστρατείας ἐμέμνητο. ἐκδημήσας τοίνυν τῆς Βυζαντίδος καὶ γενόμενος εἰς Καισάρειαν, ἔμαθε Τούρκων πλῆθος πολὺ κατατρέχειν τὴν ’ρᾶν, καὶ τούτοις πῇ μὲν μέρος τῆς στρατιᾶς ἐπαφιείς, πῇ δὲ καὶ αὐτὸς συμβαλών ,ἐτρέψατο τοὺς ἐχθρούς, καὶ τοὺς ζωγρηθέντας τῷ ξίφει πάντας ὑπαγαγὼν πρὸς τὸν Εὐφράτην ἐτίθει τὸ ὅρμημα. τὸν μέντοι Φ,λάρετον στρατηγὸν προβαλόμενος ,ἦν δὲ τοῦ Βραχαμίων γένους ὁ ἀνήρ, δοκῶν μὲν πρὸς στρατιωτικὴν ἐμπειρίαν ἱκανῶς ἔχειν ,βίου δὲ τυγχάνων χανὼν οὐκ ἀγαθοῦ, ἀλλ’ ἀντιρρόπου πάνυ πρὸς τὴν ὢ κλῆσιν αὐτοῦ, τούτῳ τὸ ἥμισυ παραδίδωσι τοῦ στρατεύματος, αὐτὸς δ' ἀπένευσε πρὸς τὰ βορειότερα. τοῖς δὲ μετὰ τοῦ Φιλαρέτου ἐπιφανέντες οἱ ἐναντίοι πτοίαν ἐνέβαλον, καὶ τοὺς τόπους καταλιποῦσιν, οὓς φυλάττειν ὡρίσθησαν ,καὶ εἰς φυγὴν τραπεῖσιν εἵποντο οἱ πολέμιοι, καὶ εἷλον ἅπασαν τὴν ἐκείνων ἀποσκευήν. τοῦτο ἐλθὸν εἰς γνῶσιν τῷ βασιλεῖ σκυθρωπάσαι πεποίηκεν ,οἱ δ’ ἐναντίοι κατὰ τῆς Καππαδοκίας τὸ ὅρμημα θέμενοι αὐτήν τε ἐπόρθουν καὶ πρὸς τὸ Ἰκόνιον ἵεντο, ἀνθρώπων τε πολυπλήθειαν ἔχον καὶ πᾶσι τοῖς δοκοῦσιν ἀγαθοῖς εὐθηνούμενον. ὁ δὲ βασιλεὺς εἰς Σεβάστειαν ἀφικόμενος, καὶ μαθὼν τὴν κατὰ τοῦ Ἰκονίου τῶν Τούρκων ἐπέλασιν συνέτεινε καὶ αὐτὸς τὴν πορείαν ὀπίσω αὐτῶν. γνοὺς δὲ ἤδη ἐκπεπορθηκότας αὐτοὺς τὸ Ἰκόνιον καὶ τὴν αὐτοῦ εὑ λάβου μένους κατάληψιν ἀπᾶραι, τῷ τῆς μεγάλης Ἀντιοχείας δουκὶ τῷ Xατατουρίῳ μοῖραν ἐκπέμψας τινὰ τῶν Ρωμαϊκῶν δυνάμεων ἐνετείλατο εἰς Μοψουεστίαν ἀφίξεσθαι καὶ τοῖς Τούρκοις ἐκεῖ διιοῦσι συμμίξαι. ἀλλ’ οἶ πολέμιοι εἰς τὴν τῆς Ταρσοῦ πεδιάδα γενόμενοι τοῖς Ἀρμενίοις ἐνέπεσον, καὶ πᾶσαν σχεδὸν τὴν λείαν ἀπέβαλον. ἐνωτισθέντες δὲ καὶ τὴν ἐν Μοψοπίᾳ τῶν Ῥωμαίων ἐφέδρευσιν ,ᾤχοντο διὰ τῆς νυκτὸς καὶ διέφυγον. ὃ τῷ βασιλεῖ λύπης ὑπόθεσις γέγονε, καὶ ἀπογνοὺς ὡρμήκει πρὸς τὸ Βυζάντιον· ἤδη γὰρ ἐπέστη καὶ τὸ μετόπωρον. ὅτε καὶ ὁ μέγας τόν Βλαχερνῶν ἐπυρπολήθη ναός, ἔτους ἐνισταμένου ἑξακισχιλοστῦ ἐφισταμένου πεντακοσιοστοῦ ἑβδομηκοστοῦ ὀγδόου. ἐφισταμένου δέ γε τοῦ ἔαρος Μανουὴλ πρωτοπρόεδρον τὸν Κομνηνόν, τὸν τοῦ βεβασιλευκότος ἤδη Ἰσαακίου ἀδελφιδοῦν, κουροπαλάτην τιμήσας ἐφίστησι τοῖς στρατεύμασιν. ὁ δὲ νέος μὲν ἐτύγχανεν ὤν, ἦρχε δὲ κατὰ γέροντας, καὶ βαρβάρων ἐντυχὼν στρατιᾷ προσμίγνυσι καὶ νικᾷ. τοῦτο λέγεται τῷ Διογενεῖ φθόνον κινῆσαι, καὶ διὰ τοῦτο τῆς περὶ ἐκεῖνον στρατιᾶς μοῖραν οὐκ ἐλαχίστην ἀποδιελεῖν καὶ στεῖλαι κατὰ Συρίας. εἶτα τοῦ Κομνηνοῦ μετὰ τῶν ὑπολελειμμένων γενομένου κατὰ Σεβάστειαν, Τούρκων ἀνεφάνη πληθύς, καὶ ἐπῄει τούτοις ἐκεῖνος. οἱ δὲ φυγὴν ὑπεκρίθησαν, καὶ οἶ περὶ τὸν Κομνηνὸν τοὺς φεύγοντας ἐπεδίωκον. ἐκ δέ γε συνθήματος μεταστρέψαντες τὰ νῶτα οἶ βάρβαροι ἐσκεδασμένοις τοῖς Ῥωμαίοις ἐπέθεντο, καὶ πολλοὺς μὲν ἀνεῖλον, καὶ εἷλον οὐ μείονας καὶ αὐτὸν τὸν στρατάρχην τὸν Μανουὴλ καὶ τὸ στρατόπεδον διηρπάκασιν. ἡ δὲ περὶ τούτων ἀγγελία τὸν αὐτοκράτορα καὶ ἔτι φήμη τις γενομένη ὡς ἡ ἐν Χώναις πολιτεία καὶ τὸ ἐκεῖ τοῦ ἀρχιστρατήγου περίπυστον τέμενος τοῖς βαρβάροις παρείληπται. ὁ μὲν οὖν βασιλεὺς ὅλος ἦν τοῦ αὐτίκα χωρῆσαι κατὰ τῶν πολεμίων καὶ ἐπαρῆξαι τοῖς κινδυνεύουσιν, ἀλλά τινες αὐτῷ συν- ἐβούλευον ἐπέχειν τέως. ἐν τούτοις δὲ ἧκεν ὁ Κομηνὸς Μανουὴλ μετὰ καὶ τοῦ ἑλόντος αὐτὸν Τούρκου, προσελθόντος τῷ βασιλεῖ. ἐκ γάρ τινος αἰτίας δυσμένειαν ὁ Σουλτὰν ἐσχηκὼς κατὰ τοῦ ἀνδρὸς στρατιὰν ἐξαπέστειλε κατ’ αὐτοῦ συλληψομένην αὐτόν. διὸ δείσας ἐκεῖνος εἵλετο τῷ βασιλεῖ προσφυγεῖν, ὃν αὐτίκα τετίμηκε πρόεδρον. ἦν δὲ τὴν ἡλικίαν κίαν βραχύτατος, τὴν δὲ μορφὴν εἰδεχθέστατος.