Ancient Greek · ~13 min
Book 18
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 18.18.1
Not analysed yet
Ἐν τοσούτῳ δὲ καὶ Πατζινάκων πλῆθος ἐπῆλθε κατὰ Ἀδριανουπόλεως, καὶ περὶ ταύτην παρεμβαλόντες τὴν πέριξ αὐτῶν ἐληίζοντο χώραν, οὓς ὁ Βρυέννιος δεξιωσάμενος χρήμασι μεταναστῆναι τῆς πόλεως ἔπεισε. περὶ δέ γε τὴν Κύζικον τῷ ἀδελφῷ αὐτοῦ ἀπελθόντι καὶ πειρωμένῳ ὑπαγαγέσθαι τοὺς ἐκεῖ ὁ ῾Ρουσέλιος ἐντυχὼν ἐτρέψατο κατὰ κράτος αὐτόν. ἄρτι δὲ τοῦ πατριάρχου Ἰωάννου τοῦ Ξιφιλίνου πρὸς τὰς αἰωνίους μεταθεμένου μονὰς ἐπὶ δέκα ἐνιαυτοὺς ἐφ’ ἑνὶ καὶ μησὶν ἑπτὰ τὴν ἐκκλησίαν ποι- μάναντος προεχειρίσθη πατριάρχης Κοσμᾶς μοναχός, λόγοις μὲν οὐχ ὡμιληκώς, ἀρεταῖς δὲ παντοίαις κοσμούμενος, καὶ διὰ τοῦτο καὶ πρὸς τοῦ βασιλέως ἐξόχως τιμώμενος. ὁ μέντοι Βοτανειάτης ἐκ διαφόρων γενῶν ἑαυτῷ περιποιησάμενος τάγματα καὶ Τούρκους προσηταιρίσατο ,ὧν ἐξῆρχεν ὁ Κουτλουμούς, τῶν παρὰ Πέρσαις τυγχάνων περιφανῶν, ὃς τῷ Σουλτάνῳ κατὰ γένος προσήκων περὶ τῆς ἀρχῆς αὐτῷ διεφέρετο, καὶ πρὸς πολέμους ἤδη χωρεῖν ἡτοιμάζοντο. τοῦτο τῷ Χαλιφᾷ ἀγγελθέν, οὗτος δὲ παρ’ αὐτοῖς ὑπερβαλλόντως τετίμηται, ὡς ἐκ τοῦ γένους τοῦ Μουχούμετ κατάγεσθαι νομιζόμενος, εἰς ἀγωνίαν ἐνέβαλεν ἵνα μὴ παρ’ αὐτοῖς ἐμφύλιος γἐνηται πόλεμος. αὐτίκα τοίνυν εἰ καὶ τῆς οἰκείας διατριβῆς μὴ ἐξιέναι τῷ Χαλιφᾷ μηδὲ δημοσιεύειν νενόμισται, ἐκεῖνος τοῦ ἔθους καταφρονήσας ἔξεισι καὶ ἄπεισι πρὸς τοὺς περὶ τῆς ἀρχῆς ἀντερίζοντας, καὶ πείθει τούτους τῆς μὲν μάχης ἀφέξεσθαι, τὸν δὲ Σουλτὰν ἔχειν μὲν τὴν οἰκείαν ἀρχὴν ἀνακρωτηρίαστον, συνάρασθαι δὲ τῷ συγγενεῖ παντοίως, ἐν κα- τασχέσει γενέσθαι χώρας Ρωμαϊκῆς καὶ ταύτης ἄρχειν. ἐπὶ τούτοις γενομένων ἐκείνοις συμβάσεων ,ὁ Κουτλουμοὺς εἰς τὴν ὑπὸ Ῥωμαίους ἐγένετο καὶ τότε τῷ Βοτανειάτῃ συνεστρατεύετο. ἔχων οὖν στρατιὰν ἀξιόλογον ὁ Βοτανειάτης μεθ’ ἑαυτοῦ ἔσπευδε τὴν Νικαίαν καταλήψεσθαι. ἤδη γὰρ προὐδέδοτό οἶ ἡ πόλις αὕτη παρὰ τῶν τεταγμένων αὐτῆς ἐπὶ φυλακῇ, κἀκεῖνοι αὐτό ἐθελονταὶ προσεχώρησαν, κἀκ τῆς μεγαλοπόλεως δὲ πολλοὶ καθ’ ἑκάστην προσεφοίτων αὐτῷ. οὕτω μὲν οὖ ’ν τῷ Βοτανειάτῃ κατὰ ῥοῦν ἐχώρουν τὰ πράγματα. ἐν δὲ τῇ τῶν πόλεων ὑπερκειμένῃ παμπληθεὶ συνελθόντες τό τ’ ἑ ταύτης δημοτικὸν καὶ τὸ ὑπερέχον ἐν ἄρχουσιν, οὐ μὴν ἀλλὰ καὶ τῶν ἐν τῇ ἐκκλησίᾳ κεκληρωμένων τὸ ἔκκριτον, κατὰ τὴν ἡμέραν τῆς τοῦ εὐαγγελισμοῦ πανηγύρεως αὐτοκράτορα τὸν Βοτανειάτην ἀναγορεύουσι, προεξάρχοντος τοῦ τοιούτου συλλόγου τοῦ πατριάρχου Ἀντιοχείας, τοῦ καλουμένου Αἰμιλιανοῦ, καὶ τοῦ μητροπολίτου Ἰκονίου. διαιρεθέντες οὖν κατὰ φατρίας τῆς πολιτείας οἶ ἔξοχοι, καὶ κατὰ φάλαγγας συνασπίσαντες, ἐπίασι τῶν ἀνακτόρων τοῖς πρὸς τὸν ἀνίσχοντα ἥλιον, καὶ τούτων κρατήσαντες στρατιώτας οἰκείους ἐφιστῶσιν εἰς αὐτῶν φυλακήν. τὸν δὲ βασιλέα σὺν τῇ βασιλίσσῃ Μαρίᾳ καὶ τῷ υἱῷ εἰς τὰ ἐν Βλαχἐρναις καταπεφευγότα ἀνάκτορα καθαιροῦσι τῆς βασιλείας καὶ ῥάκος ἀμφιεννύουσι μοναχοῦ καὶ πρὸς τὴν μονὴν τοῦ Στουδίου ἀπάγουσιν, ἀπολελαυκότα τῆς βασιλείας ἐν ἔτεσιν ἓξ καὶ τοσούτοις μησί. ταῦτα κατὰ τὸ σάββατον γέγονεν, ἐν ᾧ τὴν ἐπὶ τῇ ἐκ νεκρῶν ἐγέρσει τοῦ Λαζάρου θαυματοποιίαν τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν πανηγυρίζειν ἡ ἐκκλησία παρείληφε. τοῦ γὰρ Μιχαὴλ οὕτω τῆς βασιλείας ἐκπεπτωκότος, ἀπραγμάτευτον εὗρεν ὁ οτανειάτης τὴν αὐταρχίαν καὶ ᾔει πρὸς τὴν βασιλίδα τῶν πόλεων. ὁ μέντοι Νικηφόρος ὁ λογοθέτης τῷ Ρουσελίῳ ἐν Ἡρακλείᾳ σκηνουμένῳ τῆς πόλεως ὑπεξελθὼν προσεχώρησεν. οἱ δ’ ἐν τῇ πόλει τὸν Μιχαὴλ κατασπάσαντες, ἐπὶ τρισὶν ἡμέραις βασιλέως χηρεύοντα συντηρήσαντες τὰ βασίλεια τῷ Βοτανειάτῃ ἐπισπεῦσαι καὶ ἐλθεῖν ἐπιστέλλουσιν. ὁ δὲ ἔνα τῶν οἰκείων δούλων προπέμψας, τὸν Βορίλαν φημί, καὶ δι’ αὐτοῦ κατασχὼν τὰ ἀνάκτορα, ἐπικατέλαβε κἀκεῖνος μετ’ οὐ πολύ.