Ancient Greek · ~22 min
Book 18
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 18.19.1
Not analysed yet
Ἐπεὶ δ’ ἐν τοῖς βασιλείοις ὁ Βοτανειάτης ἐγένετο, ἀναδεῖται κατὰ τὴν μεγάλην τρίτην παρὰ τοῦ πατριάρχου βασιλικῇ ταινίᾳ, καὶ πρῶτον ἅπασι παρέσχε τὸ φιλοτίμημα τὰς εἰς τὸ δημόσιον ἁπάντων κοινῶς ὀφειλὰς ἐκτεμὼν ἀπροσδιορίστως καὶ χρεοκοπίαν τούτων θεσπίσματι μεγαλοπρεπῶς ἐργασάμενος. ἔτι δὲ τῷ Βρυεννίῳ κατὰ τὴν ἑσπέραν ἐχομένῳ τῆς τυραννίδος στέλλει τοὺς ἀπαγγέλλοντας τὴν τοῦ Καίσαρος ἀξίαν αὐτῷ διδόναι, εἰ τῆς τυραννίδος ἀπόσχοιτο, καὶ τοῖς αὐτῷ συναραμένοις τὰς τιμὰς ἐπιβεβαιῶσαι ,αἷς αὐτοῦ ’ς ἐκεῖνος ἐτίμησεν. ὁ δὲ σφόδρα τῆς βασιλείας ἐφίετο καὶ άνένδοτος ἦν. πάλιν οὖν ἑτέρα πρεσβεία καὶ ἐπὶ ταύτῃ τρίτη. ὁ δ’ ὑπερηφανεύετο ,καὶ οὐδὲ κατὰ τὰ τῶν πρέσβεων νόμιμα τοὺς πρέσβεις ἐδέχετο, ἀλλ’ ἀτίμως αὐτοὺς ἀπεπέμπετο. ὡς οὐδὲν οὖν εἰρηνικῶς ἀνύειν ἔγνω ὁ βασιλεύς, καὶ ἄκων πρὸς μάχην ἀπένευσε, καὶ τὸν Κομνηνὸν Ἀλέξιον τετιμηκὼς νωβελίσσιμον, καὶ προχειρισάμενος μέγαν δομέστικον καὶ τῶν Ῥωμαϊκῶν αὐτὸν δυνάμεων προστησάμενος, κατὰ τοῦ Βρυεννίου ἐξέπεμψεν· ὃς τούτῳ συμβαλὼν κατά τι χωρίον Καλαβρύην λεγόμενον διὰ τὸ κατάρρυτον εἶναι τὸν τόπον βρύσεσιν ὑδάτων πολλαῖς τε καὶ ἀγαθαῖς ῥᾳδίως τῆς ἐκείνου περιεγένετο στρατιᾶς, καὶ τῶν μὲν πεσόντων ,τῶν δὲ φυγόντων, εἷλε μονωθέντα τὸν τυραννήσαντα, καὶ τοῦ φωτὸς τὸν δείλαιον ἀπεστέρησε καὶ εἰσήγαγε τυφλὸν εἰς τὴν βασιλεύουσαν. σιλεύουσαν. καὶ ἡ μὲν τοῦ Βρυεννίου εἰς τοῦτο τέλους κατήντησεν ἐπανάστασις. ἐπανέστησαν δὲ καὶ οἶ Βάραγγοι κατὰ τοῦ βασιλέως ,ἀνελεῖν αὐτὸν μελετήσαντες. ἀντιταξαμένης δ’ αὐτοῖς χειρὸς ἑτέρας Ῥωμαϊκῆς ,εἰς ἱκεσίαν ἐτράποντο ,καὶ συγγνώ- μης ἐπέτυχον. τῷ δὲ βασιλεῖ τούτῳ τῆς ὁμοζύγου τελευτησάσης, πολλαὶ μὲν ἐμνηστεύοντο παρθένοι, καὶ πρὸ τῶν ἄλλων ἡ τοῦ βασιλέως τοῦ Δούκα θυγάτηρ Ζωή. ὁ δὲ ἢ τὴν βασιλίδα Εὐδοκίαν ἤθελεν ἀγαγέσθαι ἤ τὴν ἐξ Ἀλανῶν Μαρίαν, τὴν τῷ πρὸ αὐτοῦ συνοικήσασαν. στέλλει γοῦν τὴν Εὐδοκίαν μετακαλοῦ μένος. ἡ δέ, ὡς λόγος, οὐκ ἀπηνήνατο, ἐκωλύθη δὲ πρὸς τοῦτο ὁ βασιλεὺς παρά τινων μοναχῶν. ἀχῶν. καὶ ἄγεται τὴν βασιλίδα Μαρίαν ,οὐδὲν ἧττον παρανομήσας ἢ εἰ τὴν Εὐδοκίαν ἠγάγετο· μοιχεία γὰρ ἦν ἀπηρυθριασμἐνη τὸ τολμηθέν. διὸ καὶ ὁ τὴν ἱερολογίαν τετελεκὼς ἐπ’ αὐτοῖς τῆς ἱερω- σύνης ἐκπέπτωκεν. ὁ μέντοι προβεβασιλευκὼς Μιχαήλ, ὡς εἴρηται, τὴν τρίχα καρείς, ψήφῳ συνοδικῇ μητροπολίτης Ἐφέσου κεχειροτόνητο ,καὶ ἅπαξ φοιτήσας ἐκεῖ ἐπανῆλθε, καὶ ἐν τῇ τοῦ Μανουὴλ μονῇ ἐποιεῖτο τὴν δίαιταν. μετὰ δὲ τὸ τὸν Βοτανειάτην τῆς βασιλείας ἐκπεπτωκέναι θνήσκων οὗτος ὁ Μιχαήλ, ,πολλὰ δεηθείσης αὐτοῦ τῆς βασιλίσσης Μαρίας, ἤδη κἀκείνης μοναχῆς γεγονυίας, συγγνώμην ἔνειμε ταύτῃ καὶ συγχώρησιν ἐπηύξατο ἐκ θεοῦ. ὁ δὲ πρωτοπρόεδρος Νικηφόρος ὁ Βασιλάκιος, τοῦ Βρυεννίου γενόμενος ἐπὶ τῷ Δυρραχίῳ διάδοχος, καὶ αὐτὸς ἔρωτα τῆς βασιλείας ἐνεκυμόνησε, καὶ στρατιὰν ἀθροίσας σὺν αὐτῇ πρὸς Θεσσαλονίκην ἀνῄει. ἔνθα μαθὼν ὡς ὁ Βοτανειάτης βεβασιλεύκει, ἐκείνῳ μὲν ἐπέστειλε δουλικῶς, λάθρᾳ δὲ τὰ τῆς ἀποστασίας ἐτύρευε καὶ πρὸς συμμαχίαν μετεπέμπετο Πατζινάκας. ὃ γνοὺς ὁ Βοτανειάτης χρυσόβουλλον αὐτῷ στέλλει γραφήν, ἅμα μὲν περιποιοῦσαν αὐτῷ ἐφ’ οἷς ἐτόλμησε τὸ ἀμέριμνον, ἅμα δὲ καὶ τιμὴν αὐτῷ νωβελισσίμου βραβεύουσαν· ἀλλ’ ἐκεῖνος ἄτεγκτος ἦν. ὅθεν καὶ κατ’ αὐτοῦ ὁ Κομνηνὀς Ἀλέξιος στέλλεται, τιμηθεὶς σεβαστός, καὶ κατὰ Θεσσαλονίκην γενόμενος καὶ τῷ Βασιλακίῳ συμμίξας τοὺς περὶ ἐκεῖνον κατετροπώσατο, κἀκεῖνον εἰς τὴν τῆς Θεσσαλονίκης συμφυγόντα ἀκρόπολιν πολιορκίᾳ ἐζώγρησε, καὶ τοὺς ὀφθαλμοὺς ἐξέκοψε τοῦ ἀνδρὸς κελεύσει βασιλικῇ. καὶ ἄλλοι δὲ ἀντάραντες ᾖσαν χεῖρας τούτῳ τῷ βασιλεῖ, ἀλλ’ ἐκ τῶν περὶ τὸν Βρυέννιον συμβάντων καὶ τῶν περὶ τὸν Βασιλάκιον σωφρονισθέντες τὰ ὅπλα κατέθεντο. τῶν Τούρκων δὲ τὴν ἑῴαν κατατρεχόντων,στέλλει κατ’ αὐτῶν ὁ βασιλεὺς σὺν ἀξιομάχῳ στρατεύματι Κωνσταντῖνον τὸν υἱὸν τοῦ προβεβασιλευκότος Κωνσταντίνου τοῦ Δούκα, ἐκεῖνον στρατάρχην τῆς κατὰ τῶν Τούρκων στρατιᾶς προστησάμενος. ὁ δὲ πρὸς τὴν καλουμένην Χρυσόπολιν διαπεραιωθεὶς νεωτε- εὐθύς, καὶ παρὰ τῆς ἐκεῖσε οὔσης στρατιωτικῆς πληθύος ἀναγορεύεται βασιλεύς. ἀλλὰ τοὺς μὲν τῶν στρατιωτῶν δώροις ὁ βασιλεὺς ὑπηγάγετο, τοὺς δ’ ἀξιωμάτων τιμαῖς ᾠκειώσατο, ἄλλους δ’ ἄλλως μετεχειρίσατο, καὶ παρ’ αὐτῶν συσχεθεὶς ὁ Κων- σταντῖνος παρεδόθη τῷ βασιλεῖ. κείρεται τοίνυν ὁ νεανίας καὶ εἰς νῆσον περιορίζεται. λόγος δ’ ἔχει καὶ ἱερέα χρισθῆναι τὸν ἄνθρωπον. τοῦ πατριάρχου δὲ Ἀντιοχείας τοῦ Αἰμιλιανοῦ τὸν βίον μετηλλαχότος προκεχείριστο ἕτερος Νικηφόρος ὁ Μαυρὸς λεγόμενος. οὗτος τοίνυν ὁ βασιλεὺς τὸ μέν τι καὶ διὰ γῆρας βαθύ, τὸ δέ τι καὶ διὰ φυσικὴν χαύνωσιν ,οὐ πάνυ τι τῆς τῶν πραγμάτων ἥπτετο διοικήσεως, ἀλλὰ τὸν Σίδης μητροπολίτην καὶ οὗτος προσλαβόμενος ἐκείνῳ τὴν τῶν κοινῶν ἀνέθετο πρόνοιαν. ἦσαν δὲ τῷ βασιλεῖ τούτῳ καὶ δύο δοῦλοι, ὧν ὁ μὲν Βορίλος, ἅτερος δὲ Γερμανὸς ὠνομάζοντο· οὗτοι τοίνυν ἦγον τὰ πάντα καὶ ἔφερον ὡς ἐβούλοντο, καὶ αὐτὸν τὸν κρατοῦντα καὶ κύριον ἑαυτῶν, δι’ οὓς καὶ μισεῖσθαι τοῦτον παρὰ τῶν ἐν τέλει συνέβαινε, προσφερομένων τῶν δούλων ἐκείνοις ἀλαζονικώτερον καὶ θρασύτερον. ὡς ἤδη δὲ εἴρηται, ὁ λογοθέτης Νικηφόρος προσχωρήσας τῷ Ῥουσελίῳ ὑπὸ δεσμοῖς παρ’ ἐκείνου τετήρητο. ἀλλ’ αἰφνίδιον θανὼν ὁ Ῥουσέλιος ὑποψίαν παρέσχεν ὡς παρὰ τοῦ λογοθέτου φαρμάκῳ ἀνῄρηται. διὸ καὶ παρὰ τῶν τῷ Ῥουσελίῳ προσηκόντων τῷ Βοτανειάτῃ παραδοθεὶς εἰς μίαν τῶν πρὸ τῆς βασιλίδος τῶν πόλεων κειμένων νήσων περιορίζεται. οἶ δέ γ’ ἑ περὶ τὸν βασιλέα δεδοικότες ὡς εἰ εἰς ὄψιν ἐλεύσεται τῷ βασιλεῖ, προσληφθήσεται καὶ πάντας παραγκωνίσεται, ὑποτιθέασι τῷ Βοτανειάτῃ ἀμυθήτων εὐπορεῖν χρημάτων τὸν λογοθέτην ,καὶ ταῦτα τῷ βασιλικῷ χρῆναι προσενεχθῆναι ταμείῳ. στέλλεται τοίνυν ὁ Στραβορωμανός, μέγας ἐταιρειάρχης τότε γενόμενος, ἐρωτήσων τὸν ἄνθρωπον ὅπῃ αὐτῷ τὰ χρήματα κέκρυπται. οἱ δὲ περὶ τὸν βασιλέα, οὓς καὶ δεδοικέναι τὴν τοῦ λογοθέτου παρουσίαν ὁ λόγος προδιηγήσατο, πείθουσι τὸν Στραβορωμανὸν ἀνελεῖν τὸν ἄνθρωπον ἐκ τρόπου παντός. ὃς καὶ γενόμενος κατὰ τὴν νῆσον, ἐν ᾗ περιώριστο, ἐτάζει τὸν ἄνδρα οὕτω σφοδρῶς ὡς ἐν αὐταῖς ταῖς βασάνοις ἐναποψύξαι, καὶ ταῦτα ὑπισχνούμενον ὡς πάντα δοίη ἐν ἀπογράφοις, εἰ τὸν ἐτασμὸν διαφεύξοιτο. ὁ μὲν οὖν οὕτως ἀπό- λωλεν.