Ancient Greek · ~16 min
Book 18
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 18.20.1
Not analysed yet
Οἱ δὲ Κομνηνοὶ ὁ Ἰσαάκιος καὶ ὁ Ἀλέξιος ὑπερβαλλόντως πρὸς τοῦ βασιλέως καὶ τετίμηντο καὶ ἐστέργοντο, καὶ διαδόχους αὐτοὺς τῆς βασιλείας ὠνόμαζε. διὸ καὶ παρὰ τῶν περὶ τὸν Βοτανειάτην σφοδρῶς ἐβασκαίνοντο, καὶ μᾶλλον παρὰ τῶν εἰρημένων δύο δούλων αὐτοῦ, οἳ καὶ πρὸς ἐκεῖνον τοὺς ἄνδρας διέβαλλον ὡς τυραννίδα μελετῶντας καὶ τὴν εἰς αὐτοὺς τοῦ βασιλέως διάθεσιν ὑπώρυττόν τε καὶ παρεσάλευον. ἃ γνόντες οὗτοι, καὶ μή τι πάθωσι πτοηθέντες, ὡς δὲ λόγος, καὶ πάλαι παρ’ ἑαυτοῖς τὸν τῆς βασιλείας τρέφοντες ἔρωτα, καὶ ἄλλοις οἷς ἐθάρρουν τὸ βούλευμα κοινωσάμενοι, ἐξῆλθον τῆς πόλεως, καὶ τὴν πόλιν Ἀδριανοῦ κατειληφότες εἰς ἑαυτοὺς τὸ στρατιωτικὸν ξύμπαν σχεδὸν ἐπεσπάσαντο. καὶ ἀναγορεύεται βασιλεὺς ὁ Ἀλέξιος, τοῦ μείζονος προτιμηθεὶς ἀδελφοῦ, ὅτι τε προσέκειντο τούτῳ οἶ στρατιῶται μᾶλλον ὡς στρατηγικωτέρῳ καὶ ὅτι σπουδῇ τε καὶ ὑποσχέσεσι παρὰ τῶν περὶ αὐτὸν μεθειλκύσθησαν. οὕτως οὖν ἀναρρηθεὶς ὁ Ἀλέξιος καὶ τοῦ Ἰσαακίου μὴ πάνυ τι πρὸς τὴν ἀνάρρησιν δυσχεράναντος, τὴν βασιλίδα καταλαμβάνει καὶ πρὸς πολιορκίαν ἡτοίμαστο. ὁ δὲ Βοτανειάτης τοῖς τεί- χεσιν ἐπέστησε φύλακας. ἦσαν δὲ περί τινα πύργον πρὸς τῇ πύλῃ τῆς πόλεως, ἣ Χαρσίου καλεῖται, φυ- οὗτοι λάθρᾳ τοῖς περὶ τοὺς Κομνηνοὺς ἐκοινολογήσαντο περὶ προδοσίας τῆς πόλεως. ἕωθεν οὖν κατὰ τὴν μεγάλην πέμπτην τῆς ἑβδομάδος τοῦ σωτηρίου πάθους τοῦ σωτῆρος ἡμῶν οἶ μὲν περὶ τοὺς Κομνηνοὺς τῷ κατ’ ἀντικρὺ τοῦ παρὰ τῶν Νεμίτζων κατεχομένου πύργου ἐξωτέρῳ τείχει προσέβαλλον κατὰ σύνθημα, οἶ δὲ ἐφεστῶτες αὐτῷ τοὺς προσβάλλοντας ἔβαλλον καὶ ἀπεῖργον τοῦ προσιέναι ἀγχοῦ. ὡς δ’ ὑπὸ τῶν Νεμίτζων ἐκ τοῦ πύργου οἱ ἐν τῷ τείχει ἐβάλλοντο, μὴ οἷοί τε ὄντες καὶ πρὸς τοὺς ἐκτὸς ἀνθίστασθαι καὶ πρὸς τοὺς ἐντὸς ἀπομάχεσθαι, ἐξ ὑπερδεξίων εἰς αὐτοὺς ἀκοντίζοντας, ἐνέδωκαν τῆς ὁρμῆς. οἱ δὲ τειχομαχοῦντες κλίμαξιν αὐτίκα πρὸς τὸ τεῖχος ἀνῄεσαν, καὶ τὰ κλεῖθρα τῶν πυλῶν διατεμόντες πελέκεσιν ἄνετον τοῖς συνωμόταις παρέσχον τὴν εἴσοδον. ὅπερ ἰδόντες οἱ τὸν ἐντὸς τηροῦντες περίβολον ,σύγκλυδες ἄνθρωποι καὶ πολέμων οἱ πλείονες ἀδαεῖς ἢ μᾶλλον ἐξ ἀγοραίων ἀθροισθέντες καὶ πληθύος δημότιδος, οἶ μὲν κατιόντες ᾤχοντο ,οἱ δὲ καὶ ἑαυτοὺς ἐπισφαλῶς κατακρημνίζοντες ἔφευγον. ὅθεν κατὰ πολλὴν τοῦ κωλύσοντος ἐρημίαν καὶ τὸν ἐντὸς περίβολον οἶ περὶ τοὺς Κομνηνοὺς παρειλήφασι, καὶ τὰς τούτου πύλας ὁμοίως ἀναπετάσαντες βατὴν τὴν πόλιν παντί που παρέσχοντο, καὶ αὐτίκα πρὸς διαρπαγὴν χρημάτων οἶ εἰσελθόντες ὡρμήκασι, σύμμικτον πλῆθος ἐκ Θρᾳκῶν τε καὶ Μακεδόνων καὶ Ῥωμαίων ἄλλων καὶ βαρβάρωβ συνεστηκός, οὐδὲν ἄμεινον πολεμίων πρὸς τοὺς ὁμοφύλους διατιθέμενοι. καὶ μέχρι γὰρ ἐκχύσεως αἱμάτων προυχώρησε τὸ κακόν, καὶ παρθένοι δὲ τῷ θεῷ καθιερωμέναι ἀσεβῶς ἐμιάνθησαν, καὶ γυναῖκες ἀνδράσι συνεζευγμέναι πρὸς βίαν ὑβρίσθησαν ,καὶ θεῖοι ναοὶ τὸν κόσμον αὐτῶν ἐσυλήθησαν, καὶ οὐδὲ τῶν ἁγίων κρατήρων ἀπέσχοντο ,ἀλλὰ καὶ τούτους οἱ πάντολμοι καὶ τὰς ἱερὰς φιάλας τῆς ἀναιμάκτου καὶ φρικώδους θυσίας πλήρεις διήρπαζον, ἐκχέοντες τὰ ἅγια κατὰ γῆς. καὶ ὅσοις δὲ τῆς γερουσίας συνήντων, κατασπῶντες τῶν ἡμιόνων αὐτούς, ἐνίους δέ γε καὶ ἀποδύοντες, ἐν μέσαις ταῖς ἀγυιαῖς εἴων ἡμιγ; ύμνους τε καὶ πεζούς. καὶ ταῦτα καθ’ ὅλην τὴν ἡμέραν ἐπράττετο, καὶ τὸ δεινὸν ἄχρι τοῦ Βοὸς ἐπεφθάκει γινόμενον κοινόν τε καὶ πάνδημον, ἤδη δέ τινες καὶ μέχρι τοῦ Φιλαδελφίου ἢ καὶ προσωτέρω ἐπέδραμον. οἱ δὲ Κομνηνοὶ εἰς τὴν προνομὴν σκεδασθέντων πάντων μόνοι σὺν εὐαριθμήτοις σφόδρα τοῖς περὶ αὐτοὺς κατελείφθησαν ,καὶ ἕως τοῦ Ταύρου γενόμενοι προσωτέρω ἀπιέναι οὐκ ἐπεθάρρουν. τοσοῦτον γὰρ ἐψίλωντο ἀξιομάχου δυνάμεως ὡς εἰ τότε τούτοις ἐπῆλθόν τινες, ῥᾷον ἂν εἷλον αὐτοὺς καὶ δεσμίους τῷ Βοτανειάτῃ προσήγαγον. ἀλλὰ τὸ δόξαν ἤδη θεῷ μετατραπῆναι οὐκ ἦν. ἔνθεν τοι ὁ μὲν Βοτανειάτης μαθὼν τῶν Κομηνηῶν τὴν εἰσέλευσιν, ἄπεισιν αὐτίκα τῶν βασιλείων, αὐτοῦ που ῥίψας ἃ ὑπεδεῖτο φοινικόχροα πέδιλα, καὶ εἰς τὴν τῆς Περιβλέπτου μονὴν ἀπελ- θών, ἧς ἐκεῖνος μετὰ τὸν κατὰ τοὺς Ἀργυροῦς Ῥωμανόν ἐκεῖνον τὸν αὐτοκράτορα κτήτωρ δεύτερος ἐχρημάτισε, κείρεταί τε τὴν τρίχα καὶ μεταμφιένυται τὴν στολήν, τριβῶν ἴον κατὰ μονάζοντας ἐνδυσάμενος. δυσάμενος. ἔνθα καὶ χρόνον ἐπιβιούς τινα τὸν χοῦν ἀπέθετο τῷ χοἴ, ταφεὶς παρ’ αὐτῇ. Οἱ δὲ Κομνηνοὶ μηδενὸς αὐτοῖς ἀντιβαίνοντος τοῖς ἀνακτόροις προσπεφοιτήκασιν ,ἀταλαιπώρως τούτοις ἐπιβάντες καὶ ὁμαλῶς μετὰ πολλῆς τῆς λειότητος. τοιαῦτα σφίσι τὰ προσόδια γέγονε, τοιαῦτα τὰ εἰς τὴν βασιλίδα τῶν πόλεων εἰσιτήρια, τοιαῦτα