Ancient Greek · ~16 min
Book 18
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 18.21.1
Not analysed yet
τὰ τῆς βασιλείας ἐπιβατήρια. ἤδη δ’ ἐν ἀσφαλεῖ γεγονότες οἱ Κομνηνοὶ καὶ τὴν μητέρα σφῶν καὶ τὰς ὁμευνέτιδας ἐκ τῆς μονῆς τοῦ Κανικλείου πρὸς τὰ βασίλεια μετεστείλαντο. ἐκείνων γὰρ ἐπικεχειρηκότων ἀποστασίᾳ, εὐθὺς αἶ γυναῖκες εἰς τὸ μέγα τέμενος τῆς τοῦ θεοῦ λόγου Σοφίας προσπεφοιτήκασιν. ὅθεν παρὰ τοῦ Βοτανειάτου εἰς τὴν ῥηθεῖσαν μονὴν μετηνέχθησαν, ἔνα μὴ ἔχοιεν πρὸς τοὺς ἀποστατήσαντας διαπέμπεσθαι, οὐδὲν δ’ ἕτερον ἀνιαρὸν ἐκείναις ἐπήνεγκε. μήπω δὲ σχεδὸν τοὺς πόδας τῇ βασιλείᾳ ἐρείσαντες αὐτίκα πολλῶν τοῦ Βοτανεἰάτου πράξεων σχολὴν κατεψηφίσαντο, καὶ οὐδ’ ἐξότου ἦσαν ἐπικεχειρηκότες τῇ τυραννίδι τὴν ἀθέτησιν τοῖς παρ’ ἐκείνου πραχθεῖσιν ἐπήνεγκαν, ἀλλὰ καὶ τοῦτον ὑπερήλαντο τὸν καιρόν, καὶ πολλὰ τῶν ἐκείνῳ πεπραγμένων βασιλικῶς ἀνῃρήκασιν οὗτοι ῥήματι βραχυσυλλάβῳ τυραννικῶς. εἶτα ὁ μὲν Ἀλέξιος βασιλικὸν ἀναδεῖται διάδημα, τῷ δ’ Ἰσαακίῳ τὰ δευτερεῖα νενέμηνται τῆς τιμῆς, καινοῦ αὐτῷ ἐπιφημισθέντος ὀνόματος · σεβαστοκράτωρ γὰρ ἐπεκλήθη καὶ ὑπερεῖχε τοῦ Καίσαρος. ἡ δὲ μήτηρ τούτων, παρασήμων μὴ μετασχοῦσα βασιλικῶν διὰ τὸ ἔνδυμα τὸ μοναχικὸν μήτε μὴν εὐφημίας καὶ ἀναρρήσεως, μόνου μετεῖχε τοῦ τῆς βασιλείας ὀνόματος, αὐτὴ δὲ τὴν τῶν πραγμάτων πᾶσαν διοίκησιν ἀνεζώσατο. οὕτω μὲν οὖν τὰ τῆς βασιλείας παρὰ 30 τῇ μητρὶ νενέμηντο καὶ ἀμφοῖν τοῖς ὁμαίμοσιν. ἤστην δὲ τῷ βασιλεῖ καὶ ἑτέρω διττὼ ἀδελφὼ νεωτέρω τὴν ἡλικίαν, ὧν τὸν μὲν πρωτοσέβαστον ἐτί- μησε καὶ μέγαν δομέστικον, τὸν Ἀδριανόν, τὸν ἲκηφόρον δὲ σεβαστὸν καὶ τοῦ στόλου δρουγγάριον. εἶχε δὲ καὶ ἐπ’ ἀδελφαῖς κηδεστὰς τὸν Μελισσηνὸν Νικηφόρον καὶ Μιχαὴλ τὸν Ταρωνίτην. τὸν μὲν οὖν Ταρωνίτην τῇ πρώτῃ συνεζευγμένον τῶν ἀδελφῶν πάνυ στεργομένῃ πρὸς τῆς μητρὸς καὶ πρὸς αὐτῶν τιμωμένῃ, πανυπερσέβαστον ὠνόμασαν ,καὶ τοῦτο καινίσαντες τὸ ἀξίωμα. τὸν δέ γε Μελισσηνόν, ἀποστασίαν κἀκεῖνον κατὰ τοῦ Βοτανειάτου έν τῇ ἑῴᾳ φρονήσαντα καὶ ἔτι ταύτης ἐχόμενον ,ἐπὶ συμβάσει τετιμήκασι Καίσαρα καὶ τὴν πόλιν αὐτῷ Θεσσαλονίκην εἰς κατοικίαν ἀπένειμαν, καὶ χορηγίαν χρημάτων καὶ τούτῳ καὶ πᾶσι τοῖς αὐτοῖς κατὰ γένος προσήκουσι τύχῃ τοιᾷδε καὶ ἀξιωμάτων ὄγκῳ τηλικῷδε ἀνάλογον προσαφώρισαν. ἐντεῦθεν τῶν ὒ βασιλείων προσόδων, μᾶλλον δ’ εἰπεῖν τῶν κοινῶν καὶ δημοσίων, οὕτω διανεμηθεισῶν τὸ βασιλικὸν ταμιεῖον ἢ τὸ κοινὸν πρυτανεῖον ἐστένωτο. καὶ ὁ κρατῶν σπανίζων χρημάτων τάς τ’ ἑ τοῖς ἀξιώμασιν ἀνηκούσας ἀνέκαθεν ἐτησίας δόσεις ἐξέκοψε καὶ τὰς τόν συγκλητικῶν οὐσίας προσαφῃρεῖτο. ἔστεψε δὲ καὶ τὴν κοινωνὸν αὐτῷ τοῦ βίου Εἰρήνην καὶ Αὐγο; νσταν ὠνόμασεν· ἡ δ’ ἦν ἐγγόνη τοῦ Καίσαρος Ἰωάννου τοῦ Δούκα. ἡ δὲ πρῴην βασίλισσα ἡ ἐξ Ἀλανῶν Μαρία σὺν τῷ ἰδίῳ υἱῷ Κωνσταντίνῳ, ὃν τῷ Δούκᾳ Μιχαὴλ ἐν τῆ πορφύρᾳ ἐγείνατο, στεφθένιτι παρὰ τοῦ οἰκείου πατρὸς ἔτι βρεφυλλίῳ τυγχάνοντι καὶ πεδίλοις φοινικοῖς ὑποδουμένῳ, τῶν ἀνακτόρων μεθίσταται καὶ εἰς τὰ ἐν τῇ μονῇ τῶν Μαγγάνων βασίλεια ἄπεισιν. ἤδη γὰρ εἰλήφει ταῦτα καὶ τὴν μονήν ,ἀλλὰ μέντοι καὶ τὴν τοῦ Ἑβδόμου διὰ χρυσοσημἐντου τοῦ Βοτανειάτου γραφῆς, ἔνθα διῆγε σὺν τῷ υἱῷ, βασιλικὴν ὑπηρεσίαν ἑαυτῇ καὶ τῷ υἱῷ ἀποτάξασα. ἔτι γὰρ ὁ παῖς αὐτῇ περιέκειτο τὰ τῆς βασιλείας γνωρίσματα καὶ εὐφημεῖτο μετὰ τὸν αὐτοκράτορα καὶ τὰς χρυσοβούλλους γραφὰς μετ’ ἐκεῖνον ὑπεσημαίνετο. μετὰ δέ τινα χρόνον καὶ ἡ μήτηρ αὐτοῦ μετημφιάσθη ,μέλαν ἐνδῦσα χρῶμα κατὰ τοὺς μοναχούς, τὸ μὲν ἑκοῦσα, τὸ δέ τι τυράννου μένη, καὶ ὁ παῖς ἀφῃρέθη τὰ περιπόρφυρα πέδιλα καὶ μόνῳ τῷ Κομνηνῷ ἡ τῆς αὐταρχίας κλῆσις καὶ ἡ βασιλεία περιελέλειπτο. οὕτω μὲν οὖν ταῦτα. ὁ δὲ τῆς βασιλίδος τῶν πόλεων ἀρχιερα- τεύων ὁ θεσπέσιος ἐκεῖνος Κοσμᾶς, τῇ τῶν κοινῶν πραγμάτων μεταχειρίσει ἀπαρεσκόμενος καὶ ἀπε- γνωκὼς τὴν διόρθωσιν, τῷ ὑπηρέτῃ ‘‘ὰ͂ρον’’ εἰπὼν ‘‘τὸ ψαλτήριον καὶ συνέπου μοι’’ τῆς ἐκκλησίας ὑπανεχώρησε, καὶ πολλὰ παρὰ τῶν κρατούντων παρακληθεὶς ὑποστρέψαι οὐχ ὑπενόστησεν, ἔτη πέντε καὶ μῆνας ἐννέα τὸν πιστὸν ποιμάνας λαόν. διὸ καὶ ἄλλον τινὰ ἀρχιερέα τῆ ἐκκλησίᾳ ἀντικατέστησαν, ἐκτομίαν τινὰ μοναχόν ,κεκλημένον Εὐστράτιον, οὔτε λόγοις ὡμιληκότα οὔτε πραγμάτων ἐγγεγυμνασμένον μεταχειρίσεσιν, ἀφελῆ δὲ ἄνθρωπον καὶ ἡσυ- χίᾳ ἢ γωνίᾳ μᾶλλον προσήκοντα. ἤδη δὲ τρεῖς οὔτως ἐνιαυτοὺς τῷ θρόνῳ ἐνσεμνυνάμενος κατηνέχθη τῶν ἱερῶν ἀνακτόρων παρὰ τῶν κρατούντων· ἡ δ’ αἰτία οὐκ ἔγνωσται ἀκριβῶς. καὶ λοιπὸν λιοιπιενκεχείριστο πατριάρχης ἀνὴρ μοναχός, ὁ γραρμματκὸς ὀνομαζόμενος Νικόλαος, ἐν ἀσκήσει τὸν βίον διηνυκὼς καὶ οὐδὲ τῆς ἐν λόγοις παιδείας ἀμέθεκτος ὤν, κἂν μὴ κατακόρως ταύτης μετέσχηκεν.