Ancient Greek · ~11 min
Book 18
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 18.4
Not analysed yet
τῆς βασιλείας ἐκπέπτωκε, καὶ οὐ πολὺ ἐν ἰδιωτικῷ σχήματι βιώσας ἀπέτισε τὸ χρεών. ὁ δὲ Κομνηνὸς τῇ βασιλείᾳ ἐγκαταστὰς ἑαυτῷ τὴν ταύτης ἐπιτυχίαν καὶ οὐ τῷ θεῷ ἐπεγράψατο ,καὶ τοῦτο δῆλον ὅτι τῷ νομίσματι ξιφήρη ἑαυτὸν ἐνεχάραξε ,μόνον οὐχὶ βοῶν ὅτι ‘‘τοῦτό μοι τὴν βασιλείαν καὶ οὐχ ἕτερόν τι προυξένησε.’’ τοὺς δὲ συναραμένους αὐτῷ φιλοτιμότατα ἀντημείψατο, καὶ ἔσπευσεν ἑκάστῳ τὰς ἀμοιβὰς ἀποδοὺς οἴκαδε παρασκευάσαι ἀποχωρεῖν, ἵνα μή τι θορυβήσωσιν ἢ τοῦ δήμου κατεξαναστῶσιν ἀστυπολοῦντες. τὸν πατριάρχην δὲ δι’ αἰδοῦς ἦγεν ὅτι πολλῆς, καὶ τοὺς αὐτῷ ἀδελφόπαισας δι’ ἐκεῖνον καὶ τιμαῖς ἐτίμησε μείζοσι καὶ ἀρχαῖς περιφανέσιν ἐπέστησε. χαριζόμενος δ’ ἔτι τῷ πατρι- ἄρχῃ καὶ τὴν τῶν ἐκκλησιαστικῶν πραγμάτων οἰκονομίαν τῇ ἐκκλησίᾳ ἀπένειμε, μέχρι τότε τοῦ μεγάλου οἰκονόμου προχειριζομένου παρὰ τοῦ βασιλεύοντος, ἀλλὰ μὴν καὶ τοῦ σκευοφύλακος, ἐκεῖνος δὲ καὶ ἄμφω ὑπὸ τὴν τοῦ πατριάρχου ἔθετο ἐξουσίαν, ἀποξενώσας ἀμφοῖν τὸ δημόσιον. εἶτα τὴν μὲν τοῦ βίου αὐτῷ κοινωνὸν Αὐγοῦσταν ἀνγηόρευσε, τὸν δ’ ἀδελφὸν Ἰωάννην κουροπαλάτην τετίμηκε καὶ ὠνόμασε μέγαν δομέστικον. τῶν δὲ πρὸ αὐτοῦ βασιλέων, ὅσοι μετὰ τὸν πορφυρογἐννητον ἐκεῖνον Βασίλειον τῆς βασιλείας ἐπέβησαν, οὐ καλῶς χρησαμένων τοῖς δημοσίοις καὶ κοινοῖς πράγμασιν, ἀλλὰ τὰ μὲν εἰς οἰκείας ἀπολαύσεις καὶ εἰς ἀσκητηρίων κατασπαθησάντων οἰκοδομάς, τὰ δὲ δωρουμένων οἶς ἔτυχεν ἡ τέως οἷσπερ ἐβούλοντο, οἱ βασιλικοὶ θησαυροὶ ἐκκεκένωντο καὶ τὰ δημόσια πρυτανεῖα χρημάτων ἐσπάνιζον. τοῦτο τοίνυν ὁ Κομνηνὸς προθέμενος διορθώσασθαι, οὐκ ἠρέμα οὐδὲ κατὰ βραχὺ τῇ διορθώσει ἐπικεχείρηκεν, ἀλλ’ ὡς τῷ στατῆρι ἑαυτὸν ἀνεστήλωσεν ἀνατεταμένον τὴν χεῖρα, φέρουσαν τό ξίφος γυμνόν, οὕτω καὶ τοῖς πράγμασιν ἐπήνεγκεν ἑαυτὸν καὶ τέμνειν αὐτίκα παρεσκεύαστο τὰ οἰδήματα, ἀλλ’ οὐ μαλάσσειν οὐδ’ ἐμπλάττειν τὰ ὕπουλα. ὅθεν οὐδὲ ἐξ οὗπερ τοῦ κράτους ἐπἐβη καὶ εἰς ἔννομον ἀρχὴν τὴν πρὶν αὐτοῦ τυραννίδα μετήνεγκεν ,ἀναποδίσας τὴν τοῦ πρὸ αὐτοῦ πρᾶξιν ἀνέτρεψε, καὶ εἰ τι ἐκεῖνός τισιν ἐδωρήσατο, ἀφῃρεῖτο καὶ ἀπεστέρει τοὺς εἰληφότας ,ἀλλὰ καὶ τῶν πρὸ ἐκείνου πολλὰ καθῄρησε καὶ ἠθέτησε, καὶ οὐ μόνον ταῦτα πρὸς τὸ δημῶδες ἐποίει, ἀλλ’ οὐδὲ τῶν τῆς γερουσίας ἐφείδετο. εἶτα προβαίνων καὶ κατὰ τοῦ θείου ἐχώρησε καὶ πολλὰ τῶν τοῖς παρ’ ἐκείνων δομηθεῖσι φροντιστηρίοις ἀφιερωμένων ἠκρωτηρίασεν, ἢ μᾶλλον ἐκλογισμοῖς ὑποβάλλων τοὺς ἐν αὐτοῖς ἀσκουμένους καὶ τὴν ἀποχρῶσαν αὐτοῖς δαπάνην ἀπονέμων τὰ λοιπὰ τῷ δημοσίῳ ἀφωσίου καὶ ἀνελάμβανε ,καὶ ἄλλο ἐπ’ ἄλλῳ καθ’ ἑκάστην ἐνεόχμου τοιοῦτον. ἐντ’ ἐντεῦθεν ἅπασι μισητὸς ἦν, τῷ τε δημοτικῷ πλήθει τῇ τε συγκλήτῳ βουλῇ, ἀλλὰ μέντοι καὶ τῷ στρατιωτικῷ· οὐδὲ γὰρ οὐδ’ ἐκείνου ἀπείχετο, ἀλλὰ κἀκείνοις ἀπεμείου τὰς εὐπορίας καὶ τῶν ἄλλων μᾶλλον τοῖς ἐν σεμνείοις τὴν ζωὴν διανύουσι. τὸν δὲ οὐδὲν ἀπῆγε τῶν ἐγχειρήσεων, οὐ λόγος, οὐ δέος, οὐ μῖσος, οὐ ψόγος· οὕτως ἐπῆρτο τὸ φρόνημα καὶ οἰδοῦσαν ἐκέκτητο τὴν ψυχήν.