Ancient Greek · ~10 min
Book 18
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 18.5
Not analysed yet
Ἀλλ’ οὐδ’ ὁ πατριάρχης ἧττον ἐκείνου πεφρονημάτιστο. ἤθελεν οὖν ἐπιτάσσειν αὐτῷ, καὶ εἴ ποτε πρὸς τὰ αἰτούμενα ἀπετύγχανεν ,ὁ δὲ ἐδυσχέραινε καὶ ἠπείλει καὶ ἐπετίμα, εἶτα καὶ ὡς αὐτὸς αὐτῷ τὴν βασιλείαν ἀπονενεμηκώς, αὐτὸς καὶ ἀφελέσθαι ταύ- τὴν αὐτὸν εἰσαῦθις ἠπείλησε. ταῦτα οὐκ ἦν οἴσειν τὸν βασιλέα ἐπιεικῶς· διὸ καὶ δρᾶσαι πρίν τι πάθοι προεμηθεύσατο. τοῦ γοῦν πατριάρχου εἰς τὴν οἰ- κείαν ἀπελθόντος μονήν, ἤδη τῆς πανηγύρεως ἐφε- στώσης τῶν ἐν αὐτῇ τιμωμένων οὐρανίων δυνάμεων, ἔν ἑορτάσῃ λαμπρότερον ,πέμψας ἐκεῖ χεῖρα στρατιωτικὴν ὁ κρατῶν, οὐ γὰρ ἤθελεν ἐκ τῆς τοῦ θεοῦ λόγου Σοφίας τὸν ἄνδρα καταγαγεῖν ,ἵνα μὴ παρὰ τῷ κλήρῳ ἤ καὶ τῷ δήμῳ θόρυβος γένηται, ἐκεῖνόν τε καὶ τοὺ ’ς ἐκείνου ἀνεψιοὺς συνόντας αὐτῷ ὑπερορίους ποιεῖ. εἶτα καὶ καθαιρέσει ὑποβαλεῖν αὐτὸν διὰ φροντίδος ἐτίθετο, καί τισι τῶν ἀρχιερέων συνεργοῖς πρὸς τοῦτο ἐκέχρητο, δηλοῖ τε δι’ αὐτῶν τῷ ἀνδρὶ ἀπείπασθαι τὴν ποιμαντικήν, ἕν ἑκὼν δοκῇ αὐτὴν παραιτεῖσθαι, ὡς εἰ μὴ τοῦτο, καὶ ἄκων αὐτὴν ἀφαιρεθήσεται, εἰς μέσον κατ’ αὐτοῦ προτιθεμένων αἰτιαμάτων. ὡς δ’ ἐκεῖνος οὐκ ἦν ὑπείκων τῷ τοῦ βασιλέως θελήματι, φροντὶς ἦν τῷ κρατοῦντι περὶ τῆς αὐτοῦ καθαιρέσεως. ἀλλ’ ἔφθη λύσας τὴν φροντίδα τοῦ πατριάρχου ὁ θάνατος. μετ’ ὀλίγον γὰρ μεθίσταται τῶν ἐνθένδε ὁ πατριάρχης, καί τις oτῷ Κομνηνῷ τὴν ἐκείνου εὐηγγελέσατο τελευτήν, ὡς φροντίδων αὐτὸν ἀπαλλάττουσαν. ὁ δ’ εὐθὺς μετεγνώκει καὶ ἀνωλόλυξε, καὶ τὸν ἐκείνου νεκρὸν μετ’ ἐντίμου τῆς προπομπῆς ἐκ τῆς ὑπερορίας ἀναγαγὼν εἰς τὴν αὐτοῦ μονὴν ἐναπέθετο, καὶ τοὺς ἐκείνου ἀδελφιδοῦς αὖθις ἀποκατέστησε πρὸς τὰς προτέρας τιμάς. τῇ δ’ ἐκκλησίᾳ τὸν πρόεδρον καὶ πρωτοβεστιάριον ΚωνσταντΤνον τὸν Λειχούδην ἀντικατέστησε, ἄνδρα ταῖς τῶν κοινῶν πραγμάτων ἐπὶ μακρὸν ἐμπρέψαντα διοικήσεσι καὶ ἀνέγκλητον διαμείναντα, ᾧπερ ὁ Μονομάχος καὶ τὴν τῶν Μαγγά- νων ἀνέθετο πρόνοιαν καὶ τὰ περὶ τῆς ἐλευθερίας αὐτῶν ἐνεπίστευσεν ἔγγραφα. ἅπερ ὑφ’ ἑαυτὸν ὁ Κομνηνὸς ἐθέλων ποιήσασθαι σκέμμα τι μηχανᾶται πονηρίας ἀνάμεστον καὶ τόκον νοὸς κακοδαίμονος. ἐπεὶ γὰρ ὁ Λειχούδης ἐψήφιστό τε καὶ προκεχείριστο καὶ ἱερεὺς ἤδη κεχειροτόνητο, δι’ ἀπορρήτων αὐτῷ μηνύει λέγεσθαί τινα κατ’ αὐτοῦ ἀπείργοντα τοῦ ἱερᾶσθαι αὐτόν, καὶ εἰ μὴ ταῦτα λαληθεῖεν συνοδικῶς, μὴ οἷόν τε εἶναι τοῦ χρίσματος αὐτὸν τῆς ἀρχιερωσύνης τυχεῖν. “εἰ δὲ δοίης μοι” ἔφη “τῶν Μαγγάνων τὰ δικαιώματα, παραβλέψομαι τὰ λεγόμενα καὶ παραχωρήσω χρισθῆναί σε.” συνιδὼν οὖν ὁ Λειχούδης ὡς οὐκέτι αὐτῷ εἰς τὴν προτέραν ἐπα- νελθεῖν κατάστασιν ἔξεστιν, οὕτω δὲ μένειν δι’ αἰσχύνης ποιούμενος, φέρων δίδωσι τὰ αἰτούμενα, καὶ οὕτω παραχωρεῖται τελεσθῆναι τὴν ἀρχιερατικὴν τελετήν.