Ancient Greek · ~21 min
Book 2
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 2.13.1
Not analysed yet
Αχαὰβ δὲ ἐν Σαμαρείᾳ ἐκέκτητο τὰ βασίλεια, τοὺς πρὸ αὐτοῦ παραδραμ(??)ν εἰς ἀσέβειαν, καὶ ὑπὸ τῆς γυναικὸς Ἰεζάβελ μᾶλλον εἰς κακίαν προβιβασθείς, ἣ τοῦ βασιλέως μὲν Τυροῦ καὶ Σιδῶνος θυγάτηρ ἠν, ἰταμὸν δὲ καὶ τολμηρὸν γύναιον. αὕτη ναὸν οἰκείῳ θεῷ Βὴλ ἐδομήσατο καὶ ἄλσος ἐφύτευσε καὶ ἱερεῖς αὐτῷ καὶ ψευδοπροφήτας κατέστησεν. Ἠλιοὺ δὲ ὁ προφήτης ἐκ πόλεως Θέσβης, ζηλώσας ἐπὶ ταῖς ἀσεβείαις τοῦ βασιλέως καὶ τοῦ λαοῦ, εἶπε πρὸς Ἀχαάβ “ζῇ κύριος, εἰ ἔσται ὑετός εἰ μὴ διὰ λόγου μου. καὶ ταῦτα εἰπὼν ἀπῆλθεν ἐν τῷ χειμάρρῳ Χορὰθ κατ’ ἐντολὴν τοῦ θεοῦ· ἔνθα παρὰ κοράκων ἐτρέφετο ἄρτους αὐτῷ κομιζόντων πρωὶ καὶ κρέας τὸ δειλινόν, τὴν δὲ πόσιν αὐτῷ ἐχορήγει ὁ χείμαρρος. οὗ ξηρανθέντος εἰς Σαρεφθὰ πόλιν οὖσαν μεταξὺ Σιδῶνος καὶ Τυροῦ τῷ θεῷ πειθόμενος ἄπεισι. καὶ πρὸ τῆς πόλεως γυναικί τινι ἐντυχών, ὕδωρ αὐτῷ κομίσαι ἱκέτευεν. ὡς δ’ ἐπορεύετο ἡ γυνή, καὶ ἄρτον αὐτῷ ἐνεγκεῖν ἠξίου. ἡ δὲ μιᾶς δρακὸς ἀλεύρου ἐξώμνυτο εὐπορεῖν καὶ βραχυτάτου ἐλαίου, καὶ συλλέξασα ξυλάρια ἀπιέναι ποιήσουσα μικρὰν τροφὴν ἑαυτῇ καὶ τοῖς παισίν, ἧς ἐκλιπούσης καὶ αὐτοὺς λιμῷ ἐκλιπεῖν. ὁ δὲ προφήτης θαρρεῖν αὐτῇ ἐγκελεύεται· μηδὲ γὰρ ἐκλείψειν ἄλευρον ἐκ τοῦ ἀγγείου τοῦ τοῦτο φέροντος, μηδ’ ἔλαιον ἐκ τῆς ληκύθου, ἕως γένηται ὑετός. ἡ δὲ πορευθεῖσα τόν τε προφήτην παρ’ αὐτῇ ξενισθέντα καὶ ἑαυτὴν καὶ τὰ τέκνα ἐκ τοῦ βραχίστου ἐκείνου ἀλεύρου ἔτρεφεν ἕως ὁ λιμος παρελήλυθε. νοσήσαντος δὲ τοῦ υἱοῦ τῆς γυναικὸς ταύτης καὶ θανόντος, ἐβλασφήμει κατὰ τοῦ προφήτου ἐκείνη. ὁ δὲ δοθῆναι αὐτῷ τὸ τεθνηκὸς παιδίον ᾔτησε. καὶ λαβὼν εἰς τὸ ὑπερῷον ἔνθα ᾤκει ἀνήνεγκε καὶ ἔθετο ἐπὶ τῆς κλίνης αὐτοῦ· καὶ τόν θεὸν ἱκετεύσας τρισσάκις ἐνεφύσησε τῷ νεκρῷ, καὶ ἀνέζησε. καὶ ἔδωκε τὸν παῖδα ζῶντα τῇ γειναμένῃ· ἡ δ᾿ ηὐχαρίστει. καὶ μετὰ ταῦτα ἐνετείλατο τῷ Ἠλιοὺ ὁ θεὸς πορευθῆναι καὶ προειπεῖν Ἀχαὰβ ὡς ἔσται ὑετός. ὁ δὲ λιμὸς ἐπὶ Σαμάρειαν καὶ τὴν χόραν ἄπασαν κεκραταίωτο. Ἀχαὰβ δὲ τὸν οἰκονόμον αὐτοῦ Ἀβδιοὺ ἄνδρα χρηστὸν παραλαβὼν ἀπῄει, εἰ εὕροι τοῖς ἵπποις χιλόν. καὶ ὁ μὲν ἄλλην ἀπῄει ὁδόν, ἑτέραν δὲ Ἀβδιού, ἐρευνῶντες ποῦ ἂν εὕροιεν χόρτον ἐν πηγαῖς ἢ χειμάρροις. συναντᾷ τοίνυν τῷ Ἀβδιοὺ ὁ Ἠλίας καὶ ᾔτει τῷ βασιλεῖ μηνύειν αὐτόν. ὁ δὲ καὶ μάλα ζητεῖσθαι παρὰ τοῦ Ἀχαὰβ αὐτὸν ἔλεγεν, ἴν ἀνέλῃ, εἰ εὕροι, καὶ κρύπτεσθαι συνεβούλευεν, ἔλεγέ τε καὶ αὐτὸς ἑκατὸν προφήτας κρύπτειν καὶ τρέφειν καὶ σώζειν οὕτω, τοὺς ἄλλους πάντας τῆς Ἰεζάβελ ἀνῃρηκυίας. ὁ δὲ ὤμοσε κατ’ ἐκείνην ὀφθήσεσθαι τὴν ἡμέραν τῷ Ἀχαάβ. ἀπῆλθεν οὖν Ἀβδίου καὶ ἀπήγγειλε περὶ τοῦ Ἠλία τῷ βασιλεῖ. καὶ ἰδὼν τὸν προφήτην ἐκεῖνος, εἰ αὐτός ἐστιν ἤρετο ὁ διαστρέφων τὸν Ἰσραήλ. Ἠλίας δέ “σὺ μᾶλλον“ εἶπε “καὶ ὁ οἶκος τοῦ πατρός σου διαστρέφετε τὸν λαόν, καταλιπόντες τὸν κύριον καὶ ψευδεῖς τιμῶντες θεούς. ἀλλ’ ἄθροισον εἰς τὸ Καρμήλιον τὸν λαὸν καὶ τοὺς σοὺς προφήτας καὶ τοὺς τῆς γυναικός.” πάντων δὲ συνελθόντων εἶπεν Ἠλίας ὡς “ἐγὼ μόνος ὑπολέλειμμαι τοῦ θεοῦ προφήτης, οἱ δὲ ψευδοπροφῆται σφόδρα πολλοί. δότε οὖν μοι μόνῳ βοῦν, καὶ αὐτοῖς ἅπασιν ἕτερον, καὶ θύσαντες τοὺς βόας ἐπιθῶμεν ξύλοις τὰ θύματα, πῦρ δέ γε μὴ ἐπενέγκωμεν· καὶ ἕκαστος ἐπικαλείσθω τὸν οἰκεῖον θεόν, καὶ ὑφ’ οὗ ἂν αὐτόματον πῦρ ἐκλάμψῃ καὶ κατακαύσῃ τὰ ξύλα τε καὶ τὰ θύματα, ἐκεῖνος λογιζέσθω θεὸς ἀληθής.” ἐπῄνεσε τὸ πλῆθος τοὺς λόγους, καὶ ἐποίησαν οὕτως οἱ ἱερεῖς τῆς αἰσχύνης, καὶ θύσαντες τὸν μόσχον καὶ ἐπιθέντες ξύλοις ἄνευ πυρός, ἐπεκαλοῦντο τὸν Βάαλ πρωίθεν εἰς μεσημβρίαν. μυκτηρίζων δὲ αὐτοὺς ὁ προφήτης μέγα βοᾶν αὐτοῖς συνεβούλευε, μήποτε καθεύδῃ αὐτοῖς ὁ θεὸς ἤ τις ἀσχολία αὐτῶ ἐστιν. ὡς δ᾿ οὐδὲν ἐκείνοις δεομένοις πολλὰ ἐπεραίνετο, ὁ προφήτης δώδεκα λίθους λαβὼν καθ’ ἑκάστην φυλὴν ᾠκοδόμησε θυσιαστήριον, ὤρυξε δεξαμενήν, ἐστοίβασε τὰς σχίδακας ἐπὶ τοῦ βωμοῦ, καὶ αὐταῖς τὰ ἱερεία ἐπενεγκὼν ὕδωρ ἐπιχεθῆναι τῷ θυσιαστηρίῳ ἐκέλευσεν, ὥστε καὶ τὴν δεξαμενὴν πληρωθῆναι. καὶ ἐπὶ τούτοις ἐπεκαλέσατο τὸν θεόν, γαῖ πῦρ οὐρανόθεν ἐπὶ τὸν βωμὸν κατενήνεκτο πάντων ὁρώντων, καὶ τὴν θυσίαν καὶ τὰ ξύλα καὶ τοὺς λίθους κατέφαγε, τὸ ὕδωρ τε καὶ τὸν χοῦν. ὁ λαὸς δ’ ἐκπλαγεὶς ἔπεσεν ἐπὶ τὴν γῆν, ἴνα θεὸν ἀληθῆ τε καὶ μέγαν ὁμολογοῦντες. καὶ συλλαβόντες τοὺς ψευδοπροφήτας ἀπέκτειναν τοῦ προφήτου κελεύσαντος. εἶπε δὲ τῷ βασιλεῖ ὡς ὕσει μετὰ μικρὸν ὁ θεός, καὶ γέγονε κατὰ τὴν πρόρρησιν αὐτοῦ ῥαγδαῖος ὄμβρος. ἀπειλησάσης δὲ τῆς Ἰεζάβελ ἀνελεῖν τὸν Ἠλίαν, φοβηθεὶς ἐκεῖνος ἔφυγεν, καὶ ἐν τῇ ἐρήμῳ γενόμενος ἀθυμῶν ἀποθανεῖν ἱκέτευε τὸν θεόν. κοιμηθεὶς δὲ διυπνίσθη παρά τινος ἀναστῆναι καὶ φαγεῖν αὐτῷ ἐπιτρέποντος. ὁρᾷ δὲ ὀλυρίτην ἄρτον ἐκεῖ καὶ ὕδωρ. καὶ φαγὼν ἐκοιμήθη πάλιν, καὶ αὖθις ὁ ἄγγελος φαγεῖν αὐτῷ ἐγκελεύεται, ὡς πολλῆς αὐτῷ προκειμένης ὁδοῦ. καὶ πάλιν δὲ φαγὼν καὶ ἐνισχύσας ἐκ τῆς τροφῆς ἐκείνης, ἐπορεύθη ἡμέρας τεσσαράκοντα. καὶ γενόμενος ἐν τῷ ὄρει Χωρὴβ εἰσῆλθεν εἰς σπήλαιον, καὶ φωνῆς ἤκουσε “τί παραγέγονας ἐνταῦθα; ὁ δὲ ἔφη “ὅτι ζηλώσας ἔκτεινα τοὺς προφήτας τῆς Ἰεζάβελ, ἡ δὲ ζητεῖ με κτανεῖν.” ὁ δὲ χρηματίζων εἶπεν αὖθις αὐτῷ ‘‘ἔξελθε αὔριον καὶ στῆθι ἐνώπιον κυρίου.” καὶ ἐποίησεν οὕτως, καὶ αἰσθάνεται πνεύματός τε καὶ συσσεισμοῦ, καὶ ὁρᾷ καιόμενον πῦρ. εἶτα λεπτῆς γενομένης αὔρας ἀκούει φωνῆς ἐκεῖθεν ἀναστρέψαι κελευούσης αὐτῷ καὶ χρῖσαι βασιλέα τῆς Συρίας τὸν Ἀζαήλ, καὶ τὸν Ἰηοὺ βασιλέα τῷ Ἰσραήλ, καὶ τὸν Ἐλισσαιὲ εἰς προφήτην ἀνθ’ ἑαυτοῦ, οἲ τοὺς ἀσεβεῖς ὀλοθρεύσουσιν. ὑποστρέψας δὲ Ἠλίας ὡς ἐκελεύσθη εὗρε τὸν Ἐλισσαῖον ἀροτριοῦντα, καὶ ἐπέρριψεν αὐτῷ τὴν μηλωτὴν αὐτοῦ. ὁ δὲ καταλιπὼν πάντα ἠκολούθησεν αὐτῷ προφητεύειν ἀξιω- θείς.