Ancient Greek · ~26 min
Book 2
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 2.14.1
Not analysed yet
Ἀμπελῶνα δὲ πλησίον τῶν ἀγρῶν τοῦ βασιλέως Ἀχαὰβ κεκτημένος ὁ Ναβουθαὶ ἠξιοῦτο πωλήσαι αὐτὸν τῷ βασιλεῖ ἢ ἀνταλλάξαι· ὁ δὲ οὐκ ἐπείθετο. καὶ ὁ βασιλεὺς διὰ τοῦτο λελύπητο. μαθοῦσα δὲ Ἰεζάβελ τῆς λύπης τὸ αἴτιον γραφὴν ἐποιήσατο ὡς ἐξ Ἀχαὰβ πρὸς τοὺς προέχοντας τῆς χώρας, ἐν ᾗ κατῴκει ὁ Ναβουθαί, ἐγκελευομένην αὐτοῖς κατηγορῆσαι τοῦ ἀνδρὸς ὡς βλασφημήσαντος κατὰ τοῦ θεοῦ καὶ τοῦ βασιλέως, καί τινας παρασκευάσαι καταμαρτυρῆσαι αὐτοῦ, τοῦ, καὶ καταλιθάσαι αὐτόν. ταύτην τὴν γραφὴν τῇ σφραγῖδι τοῦ βασιλέως ἐπισημηναμένη ἔστειλε πρὸς τοὺς ἄνδρας. κἀκείνων ποιησάντων ὡς ἐνετάλθησαν, ὁ μὲν Ναβουθαὶ κατελεύσθη καὶ τέθνηκεν, ἡ δ’ Ἰεζάβελ κληρονομῆσαι τὸν ἀμπελῶνα τοῦ Ναβουθαὶ τῷ Ἀχαὰβ ἐνετέλλετο θανόντος ἐκείνου. ὁ δὲ ἐλυπήθη διὰ τὸν φόνον, τὸν ἀμπελῶνα δὲ ᾠκειώσατο. καὶ Ἠλίας κελεύσαντος τοῦ θεοῦ ἀπῄει πρὸς Ἀχαὰβ λέγων “ὅτι ἐφόνευσας τὸν Ναβουθαὶ διὰ τὸ σχεῖν τὸν ἀμπελῶνα αὐτοῦ, διὰ τοῦτο τάδε λέγει κύριος. ἔνθα οἱ κύνες τὸ ἐκείνου ἔλειξαν αἷμα, ἐκεῖ καὶ τὸ σὸν αἷμα καὶ τὸ τῆς γυναικός σου λείξουσι, καὶ αἶ πόρναι λούσονται ἐν τῷ αἵματί σου, καὶ ἅπαν τὸ γένος σου ἐξολοθρευθήσεται.” Ἀχαὰβ δ’ ἐπὶ τούτοις κατανυγεὶς ἔκλαυσε καὶ σάκκον περιεβάλετο καὶ ἐνήστευσεν ἐπὶ τοῖς πεπραγμένοις μεταμελόμενος. καὶ ὁ θεὸς διὰ τὴν μετάνοιαν αὐτοῦ μὴ ἐπάξειν αὐτῷ τὰ ἠπειλημένα ἐδήλωσε τῷ προφήτῃ, ἀλλ’ ἐν ταῖς ἡμέραις τοῦ παιδὸς αὐτοῦ ταύτα τελέσειν. Ο δὲ τοῦ Ἄδερ υἱὸς βασιλεὺς Συρίας ἐστράτευ- σεν ἐπὶ τὴν Σαμάρειαν μετὰ βαρείας δυνάμεως καὶ συμμάχων πολλῶν. καὶ πολιορκῶν αὐτὴν ἔπεμψε πρὸς Ἀχαὰβ λέγων ὅτι “ὁ πλοῦτός σου καὶ αἱ γυναῖκές σου καὶ τὰ τέκνα σου ἐμά ἐστι· λήψομαι γὰρ πολέμῳ αὐτά. ἂν δ’ ὅσα βούλωμαι παραχωρήσῃς μοι λήψεσθαι, λύσω τὴν πολιορκίαν καὶ ἀπελεύσομαι.” Αχαὰβ δέ κἀγώ ἔφη καὶ οἱ ἐμοὶ πάντες σοί ἐσμεν. καὶ συναθροίσας τοὺς πρεσβυτέρους τῆς γῆς, ὅσα πρὸς αὐτὸν διεπέμψατο ὁ πολέμιος ἀνεδίδαξε. τὸ δὲ πλῆθος μὴ πεισθῆναι αὐτῷ συνεβούλευσεν. ὁ δὲ τοῖς πρέσβεσι τῶν πολεμίων εἶπε μὴ δύνασθαι ποιῆσαι τὸ ἀπαιτούμενον. τοῦτο ἀγγελθὲν τῷ βασιλεῖ τῆς Συρίας εἰς ὀργὴν ἐκεῖνον ἐκίνησε, καὶ χάρακα βαλεῖν περὶ τὴν πόλιν καὶ χώματα ἐγείρειν ἐκέλευσε. προφήτου δέ τινος τῷ Ἀχαὰβ φήσαντος παραδιδόναι τόν θεὸν τοὺς πολεμίους αὐτῷ μετὰ τῶν παιδαρίων τῶν ἡγεμόνων ἐπιόντι αὐτοῖς, ἠρίθμησε τὰ παιδάρια, καὶ εὗρε διακόσια τριάκοντα δύο. τῶν δὲ πολεμίων εὐωχουμένων καὶ μεθυόντων κατὰ μεσημβρίαν ἐξῆλθεν ὁ Ἀχαὰβ παραλαβὼν τὰ παιδάρια. ὁ βασιλεὺς δὲ Συρίας ἰδὼν αὐτούς, δεδεμένους τοὺς προσιόντας παραστῆσαι αὐτῷ τισι τῶν οἰκείων προσέταξεν. οἶ δὲ παῖδες τοῖς ἐπιοῦσι προσμίξαντες πολλοὺς ἀνεῖλον. ἑπομένη δ’ ὄπισθεν τῶν παίδων ἡ πᾶσα δύναμις τοῦ Ἰσραὴλ ἐξαίφνης κατὰ τῶν Σύρων ὁρμήσασα εἰς φυγὴν αὐτοὺς ἔτρεψεν, ὡς καὶ τόν βασιλέα σφῶν μόλις φυγόντα σωθῆναι. καὶ ἀναστρέψας ἐκ τῆς διώξεως Ἀχαὰβ τὸ στρατόπεδον τῶν πολεμίων διήρπασε, καὶ ἐπανῆλθε πρὸς τὴν Σαμά- ρειαν. ὁ δὲ προφήτης αὖθις τοῦ Σύρου αὐτῷ προεῖπεν ἐπέλευσιν. ἤδη δὲ ἐπιστάντος τοῦ ἔαρος ἐπεστράτευσεν αὖθις ὁ Σύρος κατὰ τοῦ Ἰσραήλ, καὶ ἐν πεδίῳ ἐσκήνωσεν. εἶπον γὰρ αὐτῷ οἷ περὶ αὐτὸν ἐν ὄρεσι τὸν θεὸν τῶν Ἑβραίων τὴν δύναμιν ἔχειν, οὐ μέντοι καὶ ἐν κοιλάσι. τοῦ δὲ προφήτου νίκην ἐπαγγελλομένου Ἀχαάβ, ἴνα, φησί, καὶ ἐν κοιλάσι τὴν ἰσχὺν ἐπιδείξηται ὁ θεός, τὰς μὲν ἄλλας ἡμέρας ἡσύχαζον τὰ στρατόπεδα, τῇ δ’ ἑβδόμῃ μάχης συρραγείσης φεύγουσιν οἱ Σύροι· καὶ Ἀχαὰβ ἐδίωκε καὶ ἀνῄρει αὐτούς. πολλοὶ δὲ περισωθέντες εἰς Ἄφεκκα τὴν πόλιν ἐκεῖ διεφθάρησαν τοῦ τείχους ἐπιπεσόντος αὐτοῖς. ὁ δὲ τοῦ Ἄδερ υἱὸς μετά τινων ὀλίγων φυγὼν ἐκρύβη. οἶ δὲ περὶ ἐκεῖνον σάκκους ἐνδύντες καὶ σχοίνους ταῖς κεφαλαῖς περιδήσαντες προσῆλθον τῷ Ἀχαάβ, καὶ σώζειν τὸν ἑαυτῶν ἱκέτευον κύριον· ὁ δὲ κατένευσε. κἀκεῖνοι προσήγαγον τὸν ἀρχηγὸν ἑαυτῶν ἐφ’ ἅρματος ὀχουμένῳ τῷ Ἀχαάβ. ὁ δὲ ἐπὶ τὸ ἄρμα λαμβάνει αὐτὸν καὶ ἀσπάζεται καὶ θαρρεῖν ἐγκελεύεται. εἶτα ἐπὶ συνθήκαις ἀφῆκεν αὐτὸν ἀπελθεῖν, πολλὰ δωρησάμενος. ὁ προφήτης δὲ Μιχαίας τινὰ τῶν ὁμοφύλων ἠξίου πατάξαι αὐτὸν κατὰ κεφαλῆς. τοῦ δὲ μὴ πειθομένου, ὑπὸ λέοντος αὐτὸν παταχθῆναι προέφη· καὶ γέγονεν εἰς ἔργον ἡ πρόρρησις. εἶθ’ ἑτέρῳ τὴν αὐτὴν προσῆγεν ἀξίωσιν· πλήξαντος δ’ ἐκείνου, καταδησάμενος τὴν κεφαλὴν προσῆλθε τῷ Ἀχαάβ, λέγων ἐπὶ φυλακῇ παραλαβεῖν παρὰ τοῦ ταξιάρχου αἰχμάλωτον, φυγόντος δ’ ἐκείνου τὸν ταξιάρχην αὐτὸν ἀνελεῖν. ὡς δὲ δίκαιον εἶναι τοῦτο εἶπεν ὁ Αχαάβ, λύσας ἐκεῖνος τὴν κεφαλὴν ἐπεγνώσθη ὡς ὁ προφήτης Μιχαίας ἦν. καὶ ἔφη τῷ Ἀχαάβ “ἐπεὶ τὸν βασιλέα Συρίας ἄνδρα ὀλέθριον ἀτιμώρητον ἀφῆκας, αὐτὸς ἀντ’ ἐκείνου ἀποθανῇ, καὶ ὁ σὸς λαὸς ἀντὶ τοῦ λαοῦ ἐκείνου. ἐλυπήθη τούτων ἀκούσας ὁ Ἀχαάβ. ἐπὶ δὲ τριετίαν εἰρήνην ἀγαγών, εἶτα βουληθεὶς τὴν πόλιν Ῥεμμὰθ ὡς αὐτῷ διαφέρουσαν ἀφελέσθαι τῶν Σύρων, ἠξίου καὶ τὸν βασιλέα τῆς Ἱερουσαλὴμ τὸν Ἰωσαφὰτ συνεκστρατεῦσαι αὐτῷ. κἀκεῖνος κατένευσε, καὶ συνεβούλευεν ἐρωτῆσαι τὸν θεὸν διὰ προφήτου εἰ εὐδοκεῖ. Ἀχαᾶβ δὲ τοὺς ἑαυτοῦ συγκαλεσάμενος εἰ πορεύσεται πρὸς πόλεμον ἤρετο. τῶν δὲ νίκην ἐπαγγελλομένων ὁ βασιλεὺς Ἰωσαφὰτ προφήτην ἐζήτησε τοῦ κυρίου. Ἀχαὰβ δὲ εἶναι μὲν ἔφη, προσωχθικέναι δ᾿ ἐκείνῳ κακὰ προαγορεύοντι. καὶ ὁ Ιωσαφὰτ κληθῆναι αὐτὸν ἠξίου. κληθέντα δὲ τὸν Μιχαίαν ἠρώτα ὁ’ Ἀχαὰβ εἰ μαχήσεται ἢ μή. ὁ δέ “ἑώρακα τὸν Ἰσραήλ” ἔφη “διεσπαρμένον ἐν τοῖς ὄρεσιν ὡς ποίμνιον ἀποίμαντον. ὁ δὲ κύριος εἶπέ μοι τοὺς μὲν σωθήσεσθαι καὶ ἀναστρέψαι, σὲ δὲ μόνον πεσεῖσθαι ἐν Ῥεμμάθ.” ταῦτα τοῦ Μιχαίου εἰπόντος ὁ Ἀχαὰβ πρὸς Ἰωσαφὰτ ἔφη ‘οὐκ εἶπόν σοι ὡς κακά μοι ἀεὶ προφητεύει;” Σεδεκίας δέ τις τῶν ψευδοπροφητῶν ἐρράπισε τὴν σιαγόνα Μιχαίου. ὁ δὲ ἔφη αὐτῷ “μετ᾿ ὀλίγον ταμεῖον ἐκ ταμείου ἀμείψεις κρυπτόμενος.” ὁ δὲ βασιλεὺς Ἀχαὰβ καθειρχθῆναι αὐτὸν καὶ μέχρις ἂν αὐτὸς ὑποστρέψῃ προσέταξε. καὶ ὁ Μιχαίας ‘‘ἐὰν ὑποστρέψῃς ἐν εἰρήνῃ σύ” εἶπεν, “οὐκ ἐλάλησε κύριος ἐν ἐμοί.” ἤδη δὲ πορευθέντων τῶν βασιλέων καὶ ὁ τῶν Σύρων βασιλεὺς αὐτοῖς ἀντιπαρετάξατο, ἐντειλάμενος τοῖς στρατιώταις αὐτοῦ μηδενὶ πολεμεῖν τῶν ἄλλων ἀλλ’ ἢ μόνῳ τῷ Ἀχαάβ. ὁ δὲ τὴν βασιλικὴν ἀμείψας στολὴν ἐνεδύσατο ἰδιωτικήν. ἰδόντες δὲ οἶ τῶν Σύρων στρατάρχαι τὸν Ἰωσαφὰτ κεκοσμημένον βασιλικῶς, ᾠήθησαν εἶναι τὸν Ἀχαὰβ καὶ ἐκύκλωσαν αὐτόν. ὡς δ’ ἔγνωσαν μὴ ὄντα τὸν βασιλέα τοῦ Ἰσραήλ, ἀνεχώρησαν. εἷς δέ τις τὸ τόξον ἐντείνας βάλλει τὸν Ἀχαάβ. γνοὺς δὲ καιρίως πληγῆναι, τῷ ἡνιόχῳ ἐκέλευσε τὸ ἄρμα τῆς μάχης ἐξαγαγεῖν καὶ περὶ δύσιν ἡλίου ἐξέλιπε. καὶ οἱ μὲν Σύροι γνόντες τεθνηκότα τὸν Ἀχαὰβ ἀπῆλθον πρὸς ἑαυτούς, ὁ δὲ τοῦ βασιλέως νεκρὸς κομισθεὶς εἰς Σαμάρειαν θάπτεται. τὸ δὲ ἄρμα καθῃμαγμένον τῷ φόνῳ τοῦ βασιλέως ἀπέρρυψαν ἐν τῇ κρήνῃ τῆς Σαμαρείας, καὶ οἴ τε κύνες τὸ αἷμα ἔλειξαν, αἵ τε πόρναι παρὰ τῇ κρήνῃ ἐλούοντο, ὡς Ἠλίας προείρηκεν. ἀπέθανε δὲ Ἀχαὰβ ὅπου ὁ Μιχαίας προηγόρευσε, τὸν ὄλεθρον μὴ φυγὼν καίτοι προρρηθέντα αὐτῷ, βασιλεύσας ἔτη δύο καὶ εἴκοσι. τὴν δὲ βασιλείαν ὁ παῖς αὐτοῦ Ὀχοζίας μετ’ ἐκεῖνον παρέλαβεν.