Ancient Greek · ~19 min
Book 3
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 3.19.1
Not analysed yet
Ἐν τούτῳ δὲ παρῆν Γωβρύας Ἀσσύριος πρεσβύτης ἀνὴρ σὺν ἱππικῇ θεραπείᾳ, καὶ τὸν Κῦρον ᾔτει θεάσασθαι. ἤχθη οὑν πρὸς αὐτὸν καὶ εἶπεν “ὦ δέσποτα, ἐγώ εἰμι τὸ μὲν γένος Ἀσσύριος, ἔχων καὶ τεῖχος ὀχυρόν, καὶ χώρας ἄρχω πολλῆς· ἔχω δὲ καὶ ἵππον εἰς χιλίαν, ἣν τῷ τῶν Ἀσσυρίων βασιλεῖ παρειχόμην, καὶ φίλος ἦν ἐκείνῳ ὡς μάλιστα. ἐπεὶ δ’ ὁ μὲν τέθνηκεν ὑφ’ ὑμῶν, ὁ δὲ παῖς ἐκείνου τὴν ἀρχὴν ἔχει, ἔχθιστος ὢν ἐμοὶ ὅτι τὸν μόνον μοι καὶ φίλον παῖδα φθονήσας ἀπέκτεινεν, ἥκω πρὸς σὲ καὶ δίδωμί σοι ἐμαυτὸν δοῦλον καὶ σύμμαχον, σὲ δὲ τιμωρὸν αἰτοῦμαι γενέσθαι μοι.” Εὖρος δὲ ἀπεκρίνατο “ἤνπερ, ὢ Γωβρύα, ὅσα φὴς καὶ φρονῇς, δἐ- χομαί τε ἱκέτην σε καὶ τιμωρήσειν σοι τοῦ παιδὸς τὸν φόνον σὺν θεοῖς ὑπισχνοῦμαι.” ὁ δέ ἐπὶ τούτοις” ἔφη “ἀληθεύων ἐγὼ δίδωμί σοι τὴν ἐμὴν καὶ λαμβάνω τὴν σὴν δεξιάν. Ἐπεὶ δὲ ταῦτα ἐπράχθη, ἀπιέναι κελεύει τὸν Γωβρύαν ἔχοντα καὶ τὰ ὅπλα. καὶ ὁ μὲν ἀπῄει· οἱ δὲ Μῆδοι παρῆσαν ἐξῃρηκότες Κύρῳ τὴν καλλίστην σκηνὴν καὶ τὴν Σουσίδα γυναῖκα, ἣ καλλίστη λέγεται ἐν τῇ Ἀσίᾳ γυνὴ γενέσθαι, καὶ μουσουργοὺς δὲ δύο τὰς κρατίστας, καὶ Κυαξάρῃ τὰ δεύτερα· τὰς δὲ περισσὰς σκηνὰς Εὔρῳ παρέδοσαν, ὡς τοῖς Πέρσαις γένοιντο. ὁ δὲ Εὖρος τὰ μὲν τοῦ Κυαξάρου φυλάττειν ἐκέλευσε τοὺς ἐκείνου οἰκειοτάτους, καί ὅσα ἐμοὶ δίδοται, ἡδέως” ἔφη ‘‘δέχομαι.” καλέσας δὲ Ἀράσπην Μῆδον, ὅς ἦν αὐτῷ ἐκ παίδων ἑταῖρος, ἐκέλευσε διαφυλάξαι αὐτῷ τὴν γυναῖκα καὶ τὴν σκηνήν. ἦν δὲ αὕτη μὲν γυνὴ Ἀβραδάτου τοῦ Σούσων βασιλέως, ὃς ἁλισκομένου τοῦ στρατοπέδου οὐ παρῆν, πεμφθεὶς περὶ συμμαχίας παρὰ τοῦ Ἀσσυρίου πρὸς τὸν Βακτρίων βασιλέα, ξένος ὢν ἐκείνῳ. Πρωὶ δὲ ἀναστάντες ἐπορεύοντο πρὸς Γωβρύαν Κῦρος ἔφιππος καὶ οἶ Περσῶν ἱππεῖς γενόμενοι εἰς δισχιλίους. δευτεραῖοι δὲ ἀμφὶ δείλην γίνονται εἰς τὸ Γωβρύα χωρίον αὐτοὶ καὶ οἱ σύμμαχοι. μαθὼν οὖν ἐκεῖ ὅτι τοῖς Ἀσσυρίοις ἐν Βαβυλῶνι πολλαπλασία τῆς πρῴην δυνάμεως παρεσκεύασται, · ‘ἄγε ἡμάς εὐθὺ τὴν ἐπὶ Βαβυλῶνος” ἔφη. ὡς δὲ πορευόμενοι τεταρταῖοι πρὸς τοῖς ὁρίοις τῆς Γωβρύου χώρας ἐγένοντο, καὶ ἐν τῇ πολεμίᾳ ἤδη ἐτύγχανον, τοὺς μὲν πεζοὺς καί τινας τῶν ἱππέων κατέσχε πρὸς ἑαυτόν, τοὺς δ’ ἄλλους ἱππεῖς ἀφῆκε καταθεῖν, κελεύσας τοὺς μὲν ὅπλα ἔχοντας τῶν ἐντυγχανόντων αὐτοῖς κατακαίνειν, τοὺς δ’ ἄλλους καὶ λείαν ὅσην ἂν λάβωσι πρὸς αὐτὸν ἄγειν. ἐκέλευσε δὲ καὶ τοὺς Πέρσας συγκαταθεῖν. καὶ ἧκον πολλοὶ μὲν αὐτῶν κατακεκυλισμένοι ἀπὸ τῶν ἵππων, πολλοὶ δὲ λείαν ὅτι πλείστην ἄγοντες. εἶτα πρὸς Βαβυλῶνα ᾔει ὥσπερ ἐν μάχῃ παραταξάμενος. ὡς δ’ οὐκ ἀντεξῄεσαν οἱ Ἀσσύριοι, ἐκέλευσεν ὁ Εὖρος τὸν Γωβρύαν προσελάσαντα εἰπεῖν, εἰ βούλεται ὁ βασιλεὺς ἐξιὼν ὑπὲρ τῆς χώρας μάχεσθαι, καὶ αὐτὸς σὺν ἐκείνῳ μάχοιτο ἄν· εἰ δὲ μὴ ἀμυνεῖ τῇ χώρᾳ, ὅτι ἀνάγκη τοῖς κρατοῦσι πείθεσθαι. ὁ μὲν δὴ Γωβρύας προσελάσας ταῦτα εἶπεν· ὁ δ’ Ἀσσύριος πέμψας ἔλεγεν “ὁ δεσπότης ὁ σός, ὦ Γωβρύα, ἀνταποκρίνεται, ἐὰν βούλησθε μάχεσθαι, ἥκετε εἰς τριακοστὴν ἡμέραν· νῦν δ’ οὔπω ἡμῖν σχολή· ἔτι γὰρ παρασκευαζόμεθα.” Καὶ ὁ μὲν ἀπήγγειλε ταῦτα τῷ Κύρῳ· ὁ δὲ ἀπήγαγε τὸ στράτευμα, καὶ τὸν Γωβρύαν περὶ τοῦ Γαδάτου ἠρώτα. ὁ δὲ Γαδάτας βασιλέως τινὸς ἦν υἱός, ἑταῖρος τοῦ Ἀσσυρίου, ὃν συμπίνοντα αὐτῶ συλλαβὼν ἐξέτεμε καὶ ἐκτομίαν ἐποίησεν· ὃς τοῦ πατρὸς αὐτοῦ τελευτήσαντος τότε τὴν βασιλείαν εἶχεν εὐνοῦχος ὤν. πρὸς τοῦτον οὑν ἀπιέναι τὸν Γωβρύαν ἤθελε καὶ ἄγειν πρὸς ἑαυτόν. ὁ δὲ ἀπῆλθε. καὶ ἐντυχὼν καὶ ὅσα παρὰ Κύρου ἐνετάλθη εἰπὼν ὁ μὲν ἐπανῆλθεν, ὁ δὲ Γαδάτας τῷ Ἀσσυρίῳ συμμαχεῖν προσποιούμενος, καὶ φρούριόν τι τοῦ Ἀσσυρίου πρόβολον ὂν τοῦ πολέμου δόλῳ κατασχών, καὶ τῷ Κύρῳ αὐτὸ παραδούς, ἦλθε καὶ αὐτὸς πρὸς Κῦρον. καὶ δεξιωθείς “ὦ Γαδάτα” ἤκουσε, “παῖδας μέν, ὡς ἔοικε, ποιεῖσθαί σε ἀφείλετο ὁ Ἀσσύριος, οὐ μέντοι καὶ κτᾶσθαι φίλους ἐστέρησεν.” ὁ μὲν οὖν τοιαῦτα εἶπε. τοῦ δὲ φρουρίου ὑπὸ τὸν Κῦρον γεγενημένου, καὶ Καδούσιοι καὶ Σάκαι καὶ Ὑρκάνιοι πλείους συνεστρατεύοντο αὐτῷ· καὶ ἐπὶ τούτοις προσέρχεται Κύρῳ ὁ Γαδάτας λέγων ὡς ὁ Ἀσσύριος περὶ τοῦ φρουρίου πυθόμενος καὶ χαλεπήνας συσκευάζοιτο εἰς τὴν ἐμὴν ἐμβαλεῖν χώραν. “ἐὰν οὖν ἀφῇς με, τὰ τείχη ἂν πειραθείην διασῶσαι, τῶν δ’ ἄλλων μείων μοι λόγος.” ἤρετο οὖν ὁ Κῦρος ἐὰν ἴῃς, πότε ἴσῃ οἴκοι; ὁ δέ “εἰς τρίτην” ἔφη ‘‘δειπνήσω ἐν τῇ ἡμετέρᾳ. “ἐγὼ δέ” ἔφη ὁ Κῦρος “ποσταῖος ἂν ἐκεῖσε ἀφικοίμην σὺν τῷ στρατεύματι;” καὶ ὁ Γαδάτας “οὐκ ἂν δύναιο ἀπεκρίνατο “δέσποτα, εἰ μὴ ἐν ἒξ ἢ ἑπτὰ ἡμέραις ἐλθεῖν.” καὶ ὁ Κῦρος ‘σὺ τοίνυν” ἔφη ‘‘ἄπιθι τάχιστα, ἐγὼ δ’ ὡς ἂν δυναίμην πορεύσομαι. καὶ ὁ μὲν Γαδάτας ἀπῄει, ὁ δὲ Κῦρος τοῖς ἄρχουσι τῶν συμμάχων εἶπε δεῖν τῷ Γαδάτᾳ ἐπαμῦναι παρὰ τοῦ Ἀσσυρίου πολεμουμένῳ, ἀνδρὶ εὐεργέτῃ. καὶ πάντες συνέφασαν. ὁ δέ “ἐπεὶ καὶ ὑμῖν συνδοκεῖ” ἔφη, “ἄγετε πορευσώμεθα, ἵππων τε καὶ ἀνδρῶν τοὺς δυνατωτάτους λαβόντες καὶ τριῶν ἡμερῶν τὰ ἐπιτήδεια, ἵν εὔζωνοι ἴωμεν.” οὕτω δὲ συσκευασάμενοι μέσων νυκτῶν τῆς ὁδοῦ εἴχοντο, τοῦ Γωβρύου σφῶν ἡγουμένου.