Ancient Greek · ~19 min
Book 3
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 3.20.1
Not analysed yet
Καὶ ὁ μὲν Κῦρος οὕτως ἀπῄει· ἀπιόντι δὲ τῷ Γαδάτᾳ τῶν τις παρ’ αὐτῷ δυνατῶν ἐπεβούλευσεν ἐκείνῳ, καὶ πέμψας πρὸς τὸν Ἀσσύριον ἐδήλου τὴν τοῦ Γαδάτου δύναμιν καὶ ὡς ἥκει, καὶ ἐνεδρεῦσαι αὐτῷ ἐνετέλλετο, ἵν οὕτως αὐτόν τε συλλάβοι τὸν Γαδάταν καὶ τοὺς σὺν αὐτῷ. ἐπεὶ δὲ ταῦτα ἤκουσεν ὁ Ἀσσύριος, ἐνήδρευσεν. ὡς δ’ ἐγγὺς ὁ Γαδάτας τῆς ἐνέδρας ἐγένετο καὶ ἤδη ἐδόκει εἶναι ἁλώσιμος, ἀνίσταται ἐκ τῆς ἐνέδρας. ὁ δὲ τῷ Γαδάτᾳ ἐπιβουλεύων ἐν τούτῳ παίει αὐτὸν καὶ πλήττει κατὰ τὸν ὦμον, οὐ μέντοι καιρίως· ποιήσας δὲ τοῦτο πρὸς τὸν Ἀσσύριον παραχρῆμα ἀποχωρεῖ καὶ ἐδίωκε σὺν αὐτῷ. οἱ μὲν οὑν τοῦ Γαδάτου ἡλίσκοντο, οἱ δ’ ἔφευγον τοὺς χαλινοὺς τρέψαντες· καὶ ἤδη προσιόντα καθορῶσι τὸν Κῦρον. ὁ δὲ ὡς ἔγνω τὸ πρᾶγμα, ἐναντίος αὐτοῖς ἦγε τὴν στρατιάν. καὶ οἱ πολέμιοι τοῦτον ἔδοντες ἐτράπησαν εἰς φυγήν, καὶ ὁ Κῦρος διώκειν ἐκέλευσεν. ἡλίσκοντο τοίνυν καὶ ἄνδρες καὶ ἄρματα, καὶ πολλοὶ δὲ ἐκτείνοντο, καὶ αὐτὸς ὁ τὸν Γαδάταν πλήξας· οἱ δ’ ἄλλοι καὶ αὐτὸς ὁ Ἀσσύριος εἰς πόλιν αὐτοῦ τινα μεγάλην κατέφυγον. καὶ ὁ Κῦρος ταῦτα διαπραξάμενος εἰς τὴν Γαδάτου χώραν ἀναχωρεῖ, καὶ ᾔει τὸν Γαδάταν ἐπισκεψόμενος. καί οἶ ὁ Γαδάτας ἀπήντησεν ἐπιδεδεμένος τὸ τραῦμα, καὶ χάριτας ὡμολόγει λέγων ὡς “ἔγωγε τὸ μὲν ἐπ’ ἐμοὶ οἴχομαι, τὸ δὲ ἐπὶ σοὶ σέσωσμαι, προθύμως οὕτω μοι βοηθήσαντι.” Οἱ δέ γε Καδούσιοι ὀπισθοφυλακεῖν τεταγμένοι τότε παρὰ τοῦ Κύρου, καὶ μὴ μετασχόντες τῆς διώξεως, βουλόμενοι δὲ καὶ αὐτοὶ λαμπρόν τι ποιῆσαί, οὐδὲν τῷ Κύρῳ κοινωσάμενοι καταθέουσι τὴν Βαβυλωνίαν. ἀπιὼν δὲ ὁ Ἀσσύριος ἐκ τῆς πόλεως οὗ κατέφυγε, συντυγχάνει αὐτοῖς· καὶ γνοὺς μόνους ὄντας ἐπιτίθεται, καὶ τόν τε ἄρχοντα σφῶν ἀποκτείνει καὶ ἄλλους πολλούς, καὶ διώξας μέχρι τινὸς ἀπετράπετο. οἳ δὲ τῶν Καδουσίων ἐσώζοντο, περὶ δείλην ἦλθον εἰς τὸ στρατόπεδον. ὁ δὲ Κῦρος τοὺς μὲν τετρωμένους τοῖς θεραπεύσουσι παρεδίδου, τοῖς δ’ ἄλλοις αὐτὸς προσῆγεν ἐν λόγοις παράκλησιν, καὶ ἄρχοντα ἑαυτοῖς ἐξ ἑαυτῶν παρῄνει αἱρήσεσθαι. καὶ οἱ μὲν εἵλαντο. ὁ δὲ Γαδάτας ἧκε κομίζων τῷ Κύρῳ δῶρα παντοῖά τε καὶ πολλὰ καὶ πλείστους ἵππους. δὲ Κῦρος τοὺς μὲν ἵππους ἔφη δέχεσθαι, ἴν’ ἐκπληρώσῃ τὸ Περσικὸν ἱππικὸν καὶ εἰς μυρίους περισταῖεν αὐτῷ οἶ ἱππεῖς, τὰ δὲ χρήματα ἀπαγαγεῖν αὐτῷ ἐνετέλλετο καὶ φυλάττειν ἔστ’ ἂν καὶ αὐτὸν ἀντιδωρεῖσθαι γνοίη δυνάμενον. καὶ παρῄνει τὴν πόλιν αὐτοῦ ὑπὸ φυλακὴν ποιήσασθαι ἀσφαλῆ, αὐτὸν δὲ αὐτῷ συστρατεύσασθαι. καὶ ὁ Γαδάτας ἥσθη τῇ συμβουλῇ, συσκευασάμενός τε τῷ Κύρῳ συνείπετο. ἐπεὶ δὲ πορευόμενος οὕτως εἰς τὰ μεθόρια τῶν Σύρων καὶ Μηδῶν ἀφίκετο, ἐνταῦθα τρία ὄντα τῶν Σύρων φρούρια τὸ μὲν ἒν αὐτὸς προσβαλὼν καὶ βιασάμενος ἔλαβε, τὰ δὲ δύο φοβῶν μὲν ὁ Κῦρος, πείθων δὲ ὁ Γαδάτας παρεσκεύασαν παραδοῦναι τοὺς φυλάσσοντας. Εἶτα πέμπει πρὸς Κυαξάρην ἀξιῶν ἥκειν εἰς τὸ στρατόπεδον, ὅπως περὶ ὣν ἂν δέοιντο βουλεύσαιντο. καὶ ὁ μὲν ἄγγελος ᾤχετο· ὁ δὲ Κῦρος ἐκέλευσε τὴν σκηνὴν ἣν οἱ Μῆδοι τῷ Κυαξάρῃ ἐξεῖλον κατασκευάσαι ὡς βέλτιστα τῇ τε ἄλλῃ παρασκευῇ καὶ τῷ γυναῖκα εἰσαγαγεῖν εἰς τὸν γυναικῶνα τῆς σκηνῆς, καὶ σὺν ταύτῃ τὰς μουσουργοὺς αἴπερ τῷ Κυαξάρῃ ἐξῄρηντο. ἐν τοσούτω δὲ ὁ ἄγγελος τὰ παρὰ τοῦ Κύρου τῷ Κυαξάρῃ ἀπήγγειλε, καὶ ὃς ἐπορεύετο σὺν τοῖς παραμείνασιν αὐτῷ τῶν Μηδῶν ἱππεῦσιν. ὡς δ’ ἔγνω προσιόντα αὐτὸν ὁ Κῦρος, λαβὼν τούς τε τῶν Περσῶν ἱππέας, πολλοὺς ἤδη ὄντας, καὶ τοὺς Μήδους παρόντας καὶ τοὺς Ἀρμενίους καὶ τῶν ἄλλων συμμάχων τοὺς εὐιπποτάτους, ἀπήντα, ἐπιδεικνὺς τῷ Κυαξάρῃ τὴν δύναμιν. ὁ δὲ ἰδὼν τῷ Κύρῳ μὲν πολλούς τε καὶ ἀγαθοὺς ἑπομένους, ἑαυτῷ δὲ ὀλίγην τε καὶ ὀλίγου ἀξίαν θεραπείαν, ἄτιμόν τι αὐτῷ ἔδοξεν εἶναι, καὶ ἄχος αὐτὸν ἔλαβε, καὶ εἰς φανερὰ κατήνεκτο δάκρυα. ὁ δὲ Κῦρος ἰδίᾳ τοῦτον ἀπολαβόμενος καὶ παρακαθίσας διειλέχθη, καὶ τῆς ὀργῆς καὶ τῆς λύπης ἠρώτα τὸ αἴτιον. καὶ πολλά τε εἰπὼν καὶ ἀκούσας, τέλος ‘‘πρὸς θεῶν ἔφη, “ὦ θεῖε, παῦσαι τὸ νῦν ἔχον μεμφόμενός μοι, ἐπειδὰν δὲ πεῖραν ἡμῶν λάβῃς πῶς ἔχομεν πρὸς σέ, τότε μοι ἢ χάριτας ὁμολόγει ἢ μέμφου.” καὶ ὁ Κυαξάρης κατέθετο· ὁ δ’ ἐφίλησεν αὐτὸν προσελθών. καὶ ὡς εἶδον οἱ Μῆδοί τε καὶ οἶ Πέρσαι καὶ οἱ λοιποί, ὑπερήσθησαν. ἀναβάντες οὖν τοὺς ἵππους ὁ Κῦρος καὶ ὁ Κυαξάρης ἀπῄεσαν ἐπὶ τὸ στρατόπεδον, καὶ ἐπὶ τὴν ἐξῃρημένην αὐτῷ σκηνὴν τὸν Κυαξάρην ἀπήγαγον. οἱ δὲ Μῆδοι ᾔεσαν πρὸς αὐτὸν δῶρα ἄγοντες, ἕκαστος ἔν γέ τι ὧν εἰλήφει τὸ κάλλιστον. ἐπεὶ δὲ ὥρα δείπνου ἦν, ὁ μὲν Κυαξάρης ἀμφὶ δεῖπνον εἶχε, ὁ δὲ Κῦρος ὡς ἂν αὐτῶ παραμείναιεν οἶ σύμμαχοι ἐφρόντιζε, καὶ συλλέξας τῶν φίλων τοὺς ἱκανοὺς τὰ δέοντα συμπράττειν αὐτῷ μηχανᾶσθαι ἠξίου ὅπως πείσαιεν τοὺς συμμάχους μὴ ἀποστῆναι αὐτῶν, ἀλλ’ ἐπαρήγειν ἔτι. τῇ δ’ ὑστεραίᾳ πρὸς Κυαξάρην ἄπαντες συνελέγησαν. καὶ πρὶν ἐντυχεῖν ἐκείνῳ προσῆγον οἱ φίλοι τῷ Κύρῳ ἄλλος ἄλλο τῶν ἐθνῶν τῶν συμμάχων, δεομένων αὐτοῦ μένειν καὶ συμμετέχειν τοῦ πολέμου αὐτῷ.