Ancient Greek · ~18 min
Book 4
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 4.1.1
Not analysed yet
Κῦρος μὲν οὑν οὕτω τὴν τῶν Ἀσσυρίων ἀρχὴν et 61—66. καταλέλυκε. τῷ δὲ πρώτῳ ἔτει τῆς βασιλείας αὐτοῦ, ἑβδομηκοστῷ ὄντι ἐξ ὅτου Ἑβραῖοι εἰς Βαβυλῶνα ἐξ ‘Ιερουσαλὴμ μετηνέχθησαν, ἐπέτρεψε τοῖς ἐν Βαβυλπωνι οὖσιν Ἰουδαίοις ἀπελθεῖν εἰς Ἱεροσόλυμα καὶ ἀνοικοδομῆσαι τήν τε πόλιν καὶ τὸν ναόν, ὡς ὁ προφήτης Ἱερεμίας προανεφώνησε, καὶ πρὸ ἐκείνου ὁ Ἠσαί· ας προείρηκεν. ὁ μὲν γὰρ ἦν ὅτε ἡ πόλις ἥλω καὶ ὁ ναὸς κατεσκάφη, ὁ δ’ Ἠσαίας ἔτεσιν ἑκατόν καὶ τεσσαράκοντα πρότερον ἦν ἢ τὴν πόλιν ἁλῶναι καὶ κατασκαφῆναι τὸ ἱερόν. οὐ μόνον δ’ ἐφῆκε τοῖς αἰχμαλώτοις τὴν ἐπάνοδον καὶ τὴν τῆς πόλεως καὶ τοῦ ναοῦ ἐξανάστασιν, ἀλλὰ καὶ τὰ σκεύη τὰ τοῦ ναοῦ, ἃ Ναβουχοδονόσορ εἰς Βαβυλῶνα ἐκόμισε, συνέπεμψε, παραδοὺς ταῦτα φέρειν Μιθριδάτῃ τῷ αὐτοῦ γαζοφύλακι καὶ τῷ Ζοροβάβελ. ἐπέστειλε δὲ καὶ τοῖς ἐν Συρίᾳ σατράπαις συναίρεσθαι αὐτοῖς ἐπὶ τῇ τῶν ἔργων οἰκοδομῇ καὶ τὴν δαπάνην αὐτοὺς χορηγεῖν πᾶσαν ἐκ τῶν βασιλικῶν χρημάτων. ταῦτα τοῦ Κύρου θεσπίσαντος ἐξώρμησαν οἱ τῶν δύο φυλῶν ἄρχοντες τῆς τε τοῦ Ἰούδα καὶ τῆς Βενιαμίτιδος, οἵ τε Λευῖται καὶ οἱ ἱερεῖς· πολλοὶ δὲ ἐν τῇ Βαβυλῶνι κατέμειναν, τὰς κτήσεις καταλιπεῖν οὐχ αἱρούμενοι. παραγενομένοις δὲ εἰς Ἱεροσόλυμα οἱ τοῦ Κύρου πάντες συνήργουν αὐτοῖς εἰς τὰς οἰκοδομὰς καὶ συνέπραττον. ἦσαν δ’ οἱ ἐπανελθόντες μυριάδες τέσσαρες δισχίλιοί τε καὶ ἑξακόσιοι. Ἤδη δὲ περὶ τὴν οἰκοδομὴν τῆς πόλεως σπευδόντων καὶ τοῦ ναοῦ, τὰ πέριξ ἔθνη, καὶ μάλιστα τὸ Χουθαίων, οὓς Σαλμανασὰρ μετῴκισεν εἰς Σαμάρειαν, ὅτε τοὺς Ἰσραηλίτας ἐξῃχμαλώτισε, φθονοῦντες τοὺς σατράπας ἐδεξιώσαντο πρότερον μὴ ἐπαρήγειν τοῖς Ἰουδαίοις εἰς τὴν οἰκοδομήν. εἶτα τοῦ Κύρου τὴν ζωὴν καταλύσαντος, Καμβύσου δὲ τοῦ παιδὸς ἐκείνου τὴν ἀρχὴν διαδεξαμένου, γράφουσι τῷ Καμβύσῃ διαβάλλοντες τοὺς Ἑβραίους ὡς ἔθνος ἀποστατικόν τε καὶ ἀνυπότακτον, καί “εἰ τὴν πόλιν καὶ τὸν ναὸν ἐκτελέσουσι λέγοντες ‘οὔτε φόρους δώσουσιν οὔθ’ ὑπακούσονται.” ταῦτα καὶ πλείω τοιαῦτα γράψαντες ἔπεισαν αὐτὸν κωλῦσαι τὴν τῆς πόλεως καὶ τοῦ ναοῦ ἀνοικοδόμησιν· καὶ ἐπεσχέθη τὰ ἔργα μέχρι τοῦ δευτέρου ἔτους τῆς βασιλείας Δαρείου Ὑστάσπου ἐπ’ ἴτη ἐννέα. Καμβύσης γὰρ ἑπτὰ βασιλεύσας ἔτη, καὶ καταστρεψάμενος ἐν τούτοις τὴν Αἴγυπτον, ὑποστρέψας ἐν Δαμασκῷ ἐτελεύτησε, τῶν μάγων τῆς βασιλείας ἐγκρατῶν γενομένων. καλὸν δὲ καὶ τὰ περὶ τούτων ἐν ἐπιτομῇ διηγήσασθαι. Τῷ Καμβύσῃ ἦν ἀδελφός, κατὰ μὲν τὸν Ξενοφῶντα Ταναοξάρης, κατὰ δὲ τὸν ‘Πρόδοτον Σμέρδης ὀνομαζόμενος. ἔδοξεν οὖν ἐν Αἰγύπτῳ τῷ Καμβύσῃ τυγχάνοντι καθ’ ὕπνους τις ἐπιστὰς λέγειν ὡς ἐς τὸν βασιλικὸν καθίσας θρόνον ὁ Σμέρδης τῇ κεφαλῇ τοῦ πόλου προσψαύσειε. δείσας οὖν περὶ τῇ βασιλείᾳ, τὸν Πρηξάσπην αὐτίκα πέμπει ἐς Σοῦσα, κτενοῦντα λάθρᾳ τὸν ἀδελφόν. καὶ ὁ μὲν οὕτω διέφθαρτο, ὁ δὲ Καμβύσης τὸ χρεὼν οὐκ ἐξέφυγε. δύο γὰρ ἦσαν ἀδελφοὶ Μῆδοι, μάγοι κεκλημένοι, ὧν τῷ μὲν Καταζίθης, τῷ δὲ Σμέρδης ἦν τὰ ὀνόματα. ὁ δὲ Σμέρδης οὐ τοῦ ὀνόματος ἐκοινώνει μόνον Σμέρδῃ τῷ τοῦ Κύρου παιδί, ἀλλὰ καὶ τοῦ εἴδους. τούτων τὸν ἕτερον Β φροντιστὴν τῶν ἑαυτοῦ πραγμάτων ὁ Καμβύσης ἐκέκτητο. χρονίζοντος δ’ ἐν Αἰγύπτῳ αὐτοῦ, γνοὺς τὸν φόνον τοῦ Σμέρδου τοῦ τοῦ Κύρου παιδὸς ὁ Κατιζίθης, καὶ ὡς ὀλίγοις ὁ ἐκείνου θάνατος ἔγνωσται, ἐπιθέσθαι τῇ βασιλείᾳ ἐσκέψατο· καὶ τὸν ἀδελφὸν ὁμωνυμοῦντα τῷ Σμέρδῃ καὶ πολλὴν πρὸς ἐκεῖνον ἐμφέρειαν ἔχοντα εἰς τὸν θρόνον ἐκάθισε τὸν βασίλειον, οὐχ ὡς οἰκεῖον ὁμαίμονα, ἀλλ’ ὡς τοῦ Κύρου υἱὸν καὶ τοῦ Καμβύσου ὁμόγνιον· καὶ κήρυκας διέπεμψε πανταχοῦ βασιλέα τὸν Κύρου Σμέρδην ἀγγέλλοντας μαθὼν οὖν ταῦτα καὶ ὁ Καμβύσης τὸν Πρηξάσπην ἀνέκρινεν ὡς μὴ πληρώσαντά οἶ τὸ κελευσθέν. ὁδὲ διεβεβαίου μὴ τὸν ἀδελφὸν ἐπαναστῆναι αὐτῷ. ἐκεῖνον γὰρ ἐγώ” ἔλεγεν, “ὡς σὺ ἐνετείλω, ἔκτανόν τε καὶ ἔθαψα. συλληφθῆναι τοίνυν κελεύει Καμβύσης τὸν ἐν τῷ στρατῷ κηρύσσοντα τὸν τοῦ Εὔρου Σμέρδην βασιλεῦσαι Περσῶν. καὶ συλληφθεὶς ἠρωτᾶτο εἰ αὐτὸς τὸν Σμέρδην ἑώρακε, καὶ εἰ ἐκεῖνος αὐτό ἐνετείλατο λέγειν ἅπερ φησίν· ὁ δὲ μὴ θεάσασθαι τὸν Σμέρδην ἀνταπεκρίνατο, παρὰ δὲ τοῦ μάγου τοῦ τῶν βασιλείων ἐπιτροπεύοντος ταῦτα λέγειν ἐπιταχθῆναι. γνοὺς οὖν ἐντεῦθεν ὁ Καμβύσης τὸ ἀληθὲς ἐθρήνησε μὲν ὡς μάτην κτείνας τὸν ἀδελφόν, ὥρμησε δ’ αὐτίκα κατὰ τῶν μάγων στρατεύεσθαι. ἀναθρώσκοντι δέ οἶ ἐπὶ τὸν ἵππον τοῦ κουλεοῦ τοῦ ξίφους ὁ μύκης ἐξέπεσε, καὶ γυμνωθὲν τὸ ξίφος παίει αὐτοῦ τὸν μηρὸν καιρίως. ἤρετο οὖν ὅπως ἡ πόλις καλοῖτο, καὶ μαθὼν ὡς Ἐκβάτανα, εἶπεν ὡς “ἐνταῦθά μοι πέπρωται τελευτᾶν.’ ἐκέχρηστο γὰρ αὐτό ἐν ’Εκβατάνοις μέλλειν θανεῖν· καὶ ὁ μὲν παρὰ τοῖς ἐν Μηδίᾳ Ἐκβατάνοις ἐδόκει πρῴην τὸ τέλος αὐτὸν καταλήψεσθαι, ὁ δὲ χρησμὸς οὐκ ἐκεῖνα ἐδήλου, ἀλλὰ τὰ ἐν Συρίᾳ Ἐκβάτανα. Ὁ μὲν οὖν μεθ’ ἡμέρας τινὰς τελευτᾷ ἄπαις,