Ancient Greek
Book 4
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 4.2.1
Not analysed yet
βασιλεύσας ἐπ’ ἔτη ἑπτὰ ἐπὶ πέντε μησίν, ὁ δὲ μάγος τοῦ Καμβύσου θανόντος ἀδεῶς ἐβασίλευσεν, ἑαυτῷ τὸν τοῦ Κύρου Σμέρδην ἐπιγραφόμενος. καὶ πέμψας εἰς πᾶν ἔθνος ὧν ἦρχεν ἀτέλειαν πᾶσιν ἐπ᾿ ἔτη τρία ἐκήρυξεν. ἤδη δὲ μῆνας ἄρξας ἑπτὰ ὅστις ἦν ἐγνώσθη· ἐγνώσθη δ᾿ οὕτως. Ὀτάνης ἦν γένει καὶ πλούτῳ Περσῶν τοῖς πρώτοις ἐνάμιλλος. τούτου θυγατέρα Καμβύσης ἔσχεν, ἣ Φαιδυμίη ἐκέκλητο. ταύτῃ καὶ ὁ μάγος ἐκέχρητο ὥσπερ καὶ ταῖς λοιπαῖς ἃς εὗρεν εἰς τὰ βασίλεια. πέμψας οὖν ὁ πατὴρ ἠρώτα λάθρᾳ αὐτὴν εἰ τῷ τοῦ Κύρου Σμέρδῃ εἴθ᾿ ἑτέρῳ τινὶ συνευνάζοιτο. ἡ δὲ μήτ᾿ ἰδέσθαι τὸν Κύρου Σμέρδην ἀνταπεκρίνατο μήτ᾿ εἰδέναι ᾧτινι συγκοιτάζοιτο. ὁ δὲ καὶ πάλιν στέλλει παρ᾿ αὐτήν, κινδυνεύειν αὐτῇ ἐντελλόμενος, εἰ δεήσειεν, ἵνα πληρώσῃ πατρικὴν ἐντο- λήν, καὶ ὑποτιθείς, ὁπηνίκα συγκοιμῷτο τῷ βασιλεῖ καὶ ὑπνώττοντα αὐτὸν γνῷ, ψαῦσαι τῶν ὤτων αὐτοῦ, καὶ εἰ μὲν ἔχοντα ὦτα γνοίη, εἰδέναι ὡς τῷ Κύρου Σμέρδῃ συγγίνεται· εἰ δὲ μὴ ἔχοι, τὸν μάγον Σμέρδην αὐτὸν νομίζειν. πείθεται τῷ πατρὶ ἡ Φαιδυμίη, καὶ γνοῦσα τὸν αὐτῇ συγγινόμενον ὦτα μὴ ἔχοντα, ἐσήμηνε τῷ πατρί. οὐκ εἶχε δ᾿ ὦτα ὅτι ὁ Κῦρός ποτε ταῦτα δι᾿ ἁμάρτημά τι ἀπέτεμεν. ὁ δὲ Ὀτάνης Ἀσπαθίνῃ καὶ Γωβρύᾳ πρωτεύουσι τῶν Περσῶν καὶ αὐτῷ φιλουμένοις κοινοῦται δὴ τὸ ἀπόρρητον. οἱ δὲ καὶ πρῴην ἐν ὑποψίᾳ ὄντες τοῦ πράγματος εὐθὺς τοὺς λόγους ἐδέξαντο. ἔδοξεν οὖν αὐτοῖς καὶ ἑτέρους προσ- εταιρίσασθαι. καὶ Ὀτάνης μὲν ἐπάγεται Ἰνταφέρνην, Γωβρύας δὲ Μεγάβυζον, Ὑδάρνην δὲ Ἀσπαθίνης· καὶ Δαρείω δὲ τῷ Ὑστάσπου υἱῷ ἄρτι πρὸς Σοῦσα ἐκ Περσίδος ἐλθόντι τὸ ἀπόρρητον ἐκοινώσαντο. ὁ δὲ καὶ ἐδέξατο τὸν λόγον, καὶ πρὸς τὴν πρᾶξιν αὐτίκα ὁρμᾶν συνεβούλευεν, ἢ τῆς παρούσης ἡμέρας διακε- νῆς παρερχομένης αὐτὸς ἔλεγε γενέσθαι τῷ μάγῳ μηνυτὴς τῆς ἐπιβουλῆς. ἐπείσθησαν τῇ συμβουλῇ τοῦ Δαρείου καὶ οἶ λοιποί, καὶ τοῦ ἔργου εἴχοντο. Συνέβη δέ τι καὶ ἕτερον ὃ ἐπισπεῦσαι αὐτοὺς ἠρέθισε τὴν ἐγχείρησιν. εἰδότες γὰρ οἱ μάγοι ὅτι Πρηξάσπης ἐχειρούργησε τοῦ Σμέρδου τὸν φόνον τοῦ Κύρου παιδός, καὶ ὅτι διὰ τοῦτο καὶ ἐν αἰτία τοῖς Πέρσαις ἐστίν, προσκαλεσάμενοι αὐτὸν φίλον τε ἐποιοῦντο καὶ ὅρκοις προκατελάμβανον καὶ λαμπραῖς ὑποσχέσεσι μή τινι αὐτῶν ἐκφῆναι τὸ σόφισμα. καταθεμένου δ’ ἐκείνου ποιήσειν ταῦτα, προσεπῆγον συγκαλέσειν τὸ πλῆθος ὑπὸ τὸ τεῖχος τῶν βασιλείων, αὐτὸν δ’ ἐπὶ πύργον ἀναβάντα εἰς ἐπήκοον ἅπασιν ἐκβοῆσαι ὡς ὑπὸ Σμέρδου τοῦ Κύρου υἱέος, οὐχ ὑφ’ ἑτέρου δὲ βασιλεύονται· φείσασθαι γὰρ αὐτοῦ, καὶ μὴ κτεῖναι αὐτὸν ὡς ὁ Καμβύσης αὐτῷ ἐνετείλατο. συνθεμένου δὲ καὶ ταῦτα ποιήσειν, συνῆκτο μὲν τὸ πλῆθος, Πρηξάσπης δὲ ἐπὶ τὸν πύργον ἀνῄει, καὶ ἔλεξεν ὅσα τοῖς Πέρσαις ἀγαθὰ παρὰ Κύρου γεγόνασι, προσετίθει δὲ ὡς τὸν ἐκείνου παῖδα τὸν Σμέρδην αὐτὸς ἀνέλοι, τοῦ Καμβύσου βιάσαντος. τοὺς μάγους δὲ τὴν βασιλείαν ἔχειν ἐπληροφόρει, καὶ ἐπηρᾶτο Πέρσαις, εἰ μὴ αὐτοὺς τίσαιντο. ταῦτα εἰπὼν ἑαυτὸν κατεκρήμνισε καὶ ἀπέθανεν. Οἱ δὲ ἑπτὰ ἄνδρες ἐν τῇ ὁδῷ τὰ κατὰ τόν Πρηξάσπην μαθόντες ὥρμησαν εὐθὺς ἐπὶ τὰ βασίλεια καὶ εἰσῄεσαν, παρὰ τῶν φυλάκων μὴ κωλυόμενοι· ᾐδοῦντο γὰρ τὴν ὑπεροχὴν τῶν ἀνδρῶν. παρελθόντες δ’ εἰς τὴν αὐλὴν ἐνέτυχον τοῖς ἀγγελιαφόροις εὐνούχοις, οἱ σφὰς ἠρώτων ὅτου χρῄζοντες ἥκοιεν, ἐκώλυόν τε προσωτέρω ἰέναι. οἱ δὲ τοὺς μὲν ἐκεῖ διεχειρίσαντο, αὐτοὶ δὲ δρομαίως εἰσῄεσαν. οἱ μάγοι δ’ ὄντες ἐντός, καὶ τῶν εὐνούχων γνόντες τὸν θόρυβον, ἐτράποντο πρὸς ἀλκήν, καὶ ὁ μὲν τὴν αἰχμήν, ὁ δὲ τὸ τόξον μετεχειρίσαντο. καὶ θάτερος μὲν τῇ αἰχμῇ Ἀσπαθίνην παίει κατὰ μηρόν, τὸν δ’ Ἰνταφέρνην κατ’ ὄψιν, ὅθεν ἐκεῖνος ἐβλάβη τὸν ὀφθαλμόν· τὰ τόξα δ’ ἢν ἄπρακτα χερσὶν ἐγγύθεν αὐτοῖς χρωμένοις. καὶ ὁ ταῦτα κατέχων εἰσέδυ πρὸς θάλαμον, συνεισπίπτουσι δ’ αὐτῷ Δαρεῖός τε καὶ Γωβρύας. καὶ ὁ μὲν συνεπλάκη τῷ μάγῳ, Δαρεῖος δὲ ἀπορῶν διὰ σκότος καὶ δεδιὼς μὴ τὸν ἑταῖρον πλήξῃ, ἔστατο ἄπρακτος. Γωβρύας δὲ ἤρετο ὅτου χάριν ἀργὸς ἕσταται· ὁ δ’ εἶπε τὸ αἴτιον. καὶ ὅς ὠθεῖτό ξίφος καὶ δι’ ἀμφοῖν” ἔφησε. καὶ ὁ Δαρεῖος ὦσε τὸ ἐγχειρίδιον, καὶ τοῦ μάγου ἐπέτυχε κτείναντες οὖν καὶ τὸν ἕτερον οἱ λοιποὶ ἔτεμον τὰς κεφαλὰς καὶ ἀμφοῖν, καὶ τοὺς μὲν δύο τοὺς τραυματίας αὐτῶν διά τε τὰ τραύματα καὶ τὴν τῆς ἀκροπόλεως φυλακὴν κατέλιπον ἐν αὐτῇ, οἱ λοιποὶ δὲ τὰς κεφαλὰς ἐπιφερόμενοι τῶν μάγων ἐξέθεον καὶ Πέρσαις ταύτας ἐδείκνυον καὶ ἐξηγοῦντο τὸ γεγονός. οἱ δὲ τὴν ἀπάτην μαθόντες ἔκτεινον ᾧ ἄν τῶν μάγων ἐνέτυχον.