Ancient Greek
Book 4
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 4.3.1
Not analysed yet
Επεὶ δὲ κατέστη ὁ θόρυβος καὶ ἤδη τινὲς ἡμέραι παρήλθοσαν, ἐβουλεύοντο περὶ τῆς τῶν πραγμάτων οἰκονομίας. καὶ Ὀτάνης μὲν δημοκρατίαν ἑλέσθαι παρῄνει, ἀριστοκρατίαν δὲ ὁ Μεγάβυζος, ὁ δέ γε Δαρεῖος βασιλείαν καὶ αὗθις αἱρήσεσθαι συνεβούλευε. συνέθεντο οὖν τῇ τούτου γνώμῃ καὶ οἱ τέσσαρες οἶ λοιποί· καὶ ἔδοξεν αὐτοῖς ἐπιβῆναι τῶν ἵππων, καὶ ὅτου ἂν ὁ ἵππος ἡλίου ἀνατείλαντος χρεμετίσῃ ἐν τῷ προαστείῳ γενομένων, τοῦτον ἔχειν τὴν βασι- λείαν. Δαρεῖος δὲ τὴν βουλὴν τῷ ἱπποκόμῳ αὐτοῦ ἐξηγήσατο. ἦν δὲ σοφὸς ὁ ἀνὴρ καί “θάρρει, ὦ δέσποτα” ἔφη “ὡς σὴ ἔσται ἡ βασιλεία.” γενομένης οὖν νυκτὸς θήλειαν ἵππον λαβών, ἣν ὁ Δαρείου ἕστεργεν ἵππος, καὶ δήσας εἰς τὸ προάστειον ἐπήγαγε τὸν ἵππον καὶ περιῆγεν αὐτὸν ἀγχοῦ τῇ θηλείᾳ, καὶ τέλος ἐφῆκεν ὀχεῦσαι τὴν ἵππον. ἕωθεν δὲ τῶν ἑπτὰ παραγενομένων εἰς τὸ προάστειον καὶ διεξελαυνόντων ἐν αὐτῷ, ὡς ἐκεῖσε γεγόνασιν ἔνθαπερ ἡ θήλεια ἵππος ἐδέδετο, εἰς μνήμην ταύτης ὁ Δαρείου ἵππος ἰὼν ἐχρεμέτισεν· κἀκ τούτου τῷ Δαρείῳ ἡ βασιλεία προσγέγονεν. οἱ μὲν οὖν τοῦτό φασι μηχανήσασθαι τὸν Οἰβάρεα, τοῦτο γὰρ τῷ τοῦ Δαρείου ἱπποκόμῳ ὄνομα ἦν, οἱ δ᾿ ἑτεροῖον εἶναί φασι τὸ τούτου μηχάνημα. τῆς γὰρ ἵππου ἐκείνης, ἣν ὁ Δαρείου ἵππος ἐφίλει, τῶν ἄρθρων ἐπιψαῦσαι τῇ χειρί, καὶ τὴν χεῖρα κρύπτειν ἐν τῇ ἀναξυρίδι. ἤδη δὲ τοῦ ἡλίου ἀνίσχοντος, καὶ τοὺς ἵππους ἀναβαινόντων τῶν ἑπτὰ ἐκείνων ἀνδρῶν, προσαγαγεῖν αὐτὸν τὴν χεῖρα τοῖς τοῦ ἵππου τοῦ Δαρείου μυκτῆρσι, καὶ τὸν αὐτίκα αἰσθόμενον φριμάξασθαί τε καὶ χρεμετίσαι. εἴτ᾿ οὖν οὕτως εἴτ᾿ ἐκείνως ὁ Δαρεῖος τῆς βασιλείας ἐπέτυχεν. Οὗτος οὖν ἰδιώτης ὢν ηὔξατο τῷ θεῷ, εἰ γένοιτο βασιλεύς, πάντα τὰ σκεύη τοῦ θεοῦ ὅσα ἦν ἔτι ἐν Βαβυλῶνι πέμψειν εἰς τὸν ἐν Ἱεροσολύμοις ναόν. ἦν δὲ αὐτῷ πάλαι καὶ πρὸς τὸν Ζοροβάβελ φιλία, δι᾿ ἣν καὶ σωματοφυλακεῖν μεθ᾿ ἑτέρων δύο ἠξίωτο ἄρτι ἐξ Ἱεροσολύμων πρὸς αὐτὸν ἀφικόμενος. τῷ δὲ πρώτῳ ἔτει τῆς αὐτοῦ βασιλείας πότον τοῖς μεγιστᾶσιν αὐτοῦ Δαρεῖος ἡτοίμασεν· ὡς δ᾿ εὐωχηθέντες ἀνέλυσαν, καὶ αὐτὸς παρὰ τῇ κοίτῃ κατέδαρθε. μικρὸν οὖν ὑπνώσας ἀφύπνωσε καὶ μετὰ τῶν σωματοφυλά- κων ὡμίλει. καὶ τούτων ἑκάστῳ ἀγῶνα λόγου προ- τίθησι· τῷ πρώτῳ μὲν εἰ ὁ οἶνος πάντων κρατεῖ, τῷ δευτέρῳ δὲ εἰ οἱ βασιλεῖς, τῷ δέ γε λοιπῷ, οὗτος δ᾿ ὁ Ζοροβάβελ ἦν, εἰ αἱ γυναῖκες καὶ αὐτῶν ἡ ἀλήθεια· καὶ τῷ νικήσαντι γέρας δώσειν ὑπέσχετο νικητήριον πορφύραν φορεῖν καὶ κίδαριν βυσσίνην καὶ περιαυχένιον χρύσεον, καὶ ἐν ἐκπώμασι πίνειν χρυσοῖς καὶ ἐπὶ χρυσίου καθεύδειν καὶ ἅρμα χρυσοχάλινον ἔχειν καὶ μετ᾿ αὐτὸν προεδρεύειν καὶ συγγενῆ καλεῖσθαι αὐτοῦ. ὄρθρου τοίνυν τοὺς μεγιστᾶνας μεταπεμψάμενος τῶν σωματοφυλάκων ἕκαστον ἐκέλευσε περὶ τοῦ προβλήματος ἀποφαίνεσθαι. καὶ ὁ μὲν τὴν ἰσχύν ἐξῆρε τοῦ οἴνου, ὡς τὴν τῶν καταχρωμένων ἀπατῶντος διάνοιαν καὶ τὰς τῶν ψυχῶν δια- θέσεις μεταποιοῦντος καὶ ἄλλους ἐξ ἄλλων ἐργαζομένου τοὺς οἰνωθέντας· ὁ δὲ τὸν βασιλέα πάντων ὑπερισχύειν ἐφιλοσόφησεν, ὡς τῶν ἀνθρώπων κρατούντων τῶν ἄλλων ἁπάντων διὰ σοφίας, τούτων δ᾿ αὖ οἷς ἅπαντα ὑποτάσσεται κυριευόντων τῶν βασιλέων· ὁ δέ γε Ζοροβάβελ τὰς γυναῖκας γρειττονεύειν τὴν ἰσχὺν ἀπεφήνατο, ὡς καὶ τῶν βασιλέων δι᾿ αὐτῶν γενομένων καὶ τῶν τὰς ἀμπέλους φυτευόντων, καὶ πάντων αὐτὰς γονέων τε προτιμόντων καὶ τῶν πατρίδων καὶ τῶν φιλτάτων αὐτῶν· καὶ τῶν βασιλέων δ᾿ αὐτῶν κρατεῖν τὰς γυναῖκας κολακευόντων αὐτὰς καὶ ταπεινουμένων, εἰ κατά τι δυσχεραινούσας γνοῖεν αὐτάς· μᾶλλον δὲ τούτων δύνασθαι τὴν ἀλήθειαν, ἐπεὶ καὶ ὁ θεὸς ἀληθής ἐστι καὶ οὕτω καλεῖται, καὶ τὰ μὲν ἄλλα θνητά ,ἀθάνατον δὲ χρῆμά ἐστιν ἡ ἀλήθεια καὶ ἀΐδιον. πάντων δὲ τῇ γνώμῃ τούτου θεμένων ὡς ἄριστα περὶ τῆς ἀληθείας φιλοσοφήσαντος, ὁ Δαρεῖος αἰτήσασθαι ὃ βούλεται πάρεξ τῶν ὑπε- σχημένων ἐπέτρεψεν. ὁ δὲ τῆς εὐχῆς αὐτὸν ἀνἐμνησεν, ἥν, εἰ λάβοι τὴν βασιλείαν, πεποίητο. αὕτη δὲ ἦν, τὸν ἐν Ἱεροσολύμοις τοῦ θεοῦ κατασκευάσαι ναόν, ἀποκαταστῆσαι δὲ καὶ τὰ σκεύη ὅσα ἔτι ἐν Βαβυλῶνι περιελέλειπτο. καί “τοῦτο” ἔφη τὸ αἴτημα τὸ ἐμόν.” ἡσθεὶς δ’ ἐπὶ τούτοις ὁ βασιλεὺς γράφει τοῖς σατράπαις κέδρινα ξύλα χορηγεῖν εἰς τὴν οἰκοδομὴν τοῦ ναοῦ, καὶ συγκατασκευάζειν τὴν πόλιν τῷ Ζοροβάβελ, καὶ πάντας τοὺς εἰς τὴν Ἰουδαίαν ἀπελθόντας αἰχμα- λώτους τῶν Ἰσραηλιτῶν ἐλευθέρους εἶναι καὶ ἀτελεῖς, καὶ τάλαντα δοθῆναι πεντήκοντα εἰς τὴν ἀνέγερσιν τοῦ ναοῦ. καὶ τὰ σκεύη δὲ πάντα ὅσα ἔτι ἦν παρ’ αὐτῷ ἔπεμψε· καὶ ὅσα Εὖρος περὶ τῶν Ἰουδαίων ἐθέσπισε, ταῦτα καὶ Δαρεῖος προσδιετάξατο.