Ancient Greek · ~15 min
Book 6
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 6.3.1
Not analysed yet
Ἡ δὲ Ἀρχελάῳ ὑπήκοος χώρα τῇ Συρίᾳ προσενεμήθη. ἐπέμφθη δὲ καὶ Κυρήνιος ἀπογραψόμενος τὴν Συρίαν καὶ αὐτὴν Ἰουδαίαν προσθήκην ἐκείνης γεγενημένην. Ἰουδαῖοι δέ, καίπερ πρότερον καὶ μέχρις ἀκοῆς τὴν ἀπογραφὴν δυσχεραίνοντες, τότε τοῦ ἀρχιερέως Ἰωαζάρου πείσαντος αὐτοὺς ἐνέδοσαν. Γαυλανίτης δέ τις ἀνήρ, Σαδὼκ Φαρισαῖον προσεταιρισάμενος, πολέμων καὶ λῃστηρίων τὸ ἔθνος ἐνέπλησαν, λέγοντες οὐδὲν ἕτερον εἶναι τὴν τῶν οὐσιῶν ἀποτίμησιν ἢ δουλείαν ἄντικρυς· καὶ ἐδόκουν μὲν ἐπὶ διορθώσει τῶν κοινῶν κεκινῆσθαι, τῇ δ’ ἀληθείᾳ δι’ οἰκείων ἔσπευδον κερδῶν ἀφορμάς. ἐξ ὣν στάσεις ἐφύησαν καὶ φόνος πολλῶν καὶ αὐτόν τῶν πρώτων ἀνδρῶν, ὁ μὲν ἐμφυλίοις σφαγαῖς, ὁ δὲ τόν πολεμίων, λιμός τε καὶ πόλεων ἁλώσεις καὶ κατασκαφαὶ καὶ τοῦ ἱεροῦ ἐμπρησμός. Τριῶν γὰρ οὐσῶν ἐκ παλαιοῦ τοῖς Ἰουδαίοις φιλοσοφίας ὁδῶν, ὡς καὶ πρόσθεν εἴρηται, τῆς τῶν Ἐσσηνῶν, τῆς τῶν Φαρισαίων, καὶ τῆς τῶν Σαδδουκαίων, τετάρτη αὕτη ἐπείσακτος παρὰ Σαδὼκ καὶ Ἰούδα κεκαίνισται. οἱ μὲν γὰρ Φαρισαῖοι εὐτελῶς διαιτῶνται, οὐδ’ ἐπικλίνονται πρὸς τὸ μαλακώτερον, περί τε τὴν τῶν νομίμων φυλακήν εἰσιν ἀκριβεῖς, καὶ τοῖς ἐν γήρᾳ παραχωροῦσι τιμῆς, οὐδ’ ἀντιλέγουσι θρασέως τοῖς παρ’ ἐκείνων εἰσηγουμένοις. εἱμαρμένην τε δογματίζοντες καὶ τοῖς ἀνθρώποις διδόασι μὴ εἴκειν ταῖς ταύτης ὁρμαῖς μετὰ σπουδῆς ἀντιπράττουσιν. ἀθανασίαν τε ταῖς ψυχαῖς ἀπονέμουσι, καὶ δικαιώσεις ὑποχθονίους τῶν βεβιωμένων δοξάζουσι. δι’ ἆ τοῖς τε δήμοις εἰσὶ πιθανώτατοι καὶ ἐν εὐχαῖς καὶ ποιήσεσιν ἱερῶν ἐκείνοις χρῶνται ἐξηγηταῖς. Σαδδουκαῖοι δὲ θνητὰς δοξάζουσι τὰς ψυχάς, καὶ ταύτας τοῖς σώμασι συνδιαφθείρεσθαι λέγουσι. καὶ ἡ τῶν νόμων αὐτοῖς οὐ παρατηρεῖται παράβασις, καὶ τὸ πρὸς τοὺς γεραιτέρους καὶ τοὺς διδασκάλους αὐτοὺς ἀντιλέγειν ἀρετὴν οἴονται. εἰ δέ τινες αὐτῶν εἰς ἀρχὰς ἔλθοιεν, προσχωροῦσι τοῖς τῶν Φαρισαίων σαίων λόγοις καὶ ἄκοντες· οὐ γὰρ ἄλλως ἀνεκτοὶ δοκοῦσι τοῖς πλήθεσιν. Ἐσσηνοὶ δὲ ἐπὶ θεῷ τὰ πάντα πεποίηνται· ἀθανάτους ἥγηνται τὰς ψυχάς· τοῦ δικαίου ἀντέχονται. ἀναθήματα μὲν εἰς τὸ ἱερὸν στέλλουσιν, οὐ μήν γε καὶ θύουσι, διαφερόμενοι τοῖς ἄλλοις περὶ ἁγνισμῶν· διὸ καὶ εἰργόμενοι τοῦ κοινοῦ τεμενίσματος, ἐφ’ ἑαυτῶν θύουσι. καὶ ἐπὶ πόνους γεωργικοὺς τρέπονται. κοινὰ τὰ χρήματα ἔχουσιν ὅθεν οὐδέν τι πλέον ὁ πλούσιος τῶν οἰκείων ἀπολαύει παρὰ τὸν πάνυ πενέστατον. καὶ οὔτε γαμετὰς εἰσάγονται οὔτε δούλους κτῶνται, τὸ μὲν ἀδικίαν οἰόμενοι, τὴν δὲ τῶν γυναικῶν ἐπεισαγωγὴν στάσεως ἀφορμήν· καθ’ ἑαυτοὺς δὲ βιοῦντες ἀλλήλοις ὑπηρετοῦσι. καὶ ἀποδέκτας τῶν τῆς γῆς καρπῶν καὶ τῶν ἄλλοθεν κομιζομένων αὐτοῖς προχειρίζονται. Ἡ δὲ τετάρτη, ἧς ὁ Γαλιλαῖος Ἰούδας γέγονεν ἡγεμών, τὰ μὲν ἄλλα τοῖς Φαρισαίοις ὁμογνώμων ἐστί, τῆς δ᾿ ἐλευθερίας αὐτῇ δριμὺς ἔρως ἐντέτηκεν, ἧς οἶ τρόφιμοι μόνον ἡγεμόνα καὶ δεσπότην τόν θεὸν ὀνομάζουσιν, ἀνθρώπῳ τῶν ὀνομάτων τούτων μεταδιδόναι μὴ ἀνεχόμενοι, ἀλλὰ καὶ θανάτους καὶ τιμωρίας ποικίλας τε καὶ δεινὰς ὑφίστασθαι μὴ ἀπαναινόμενοι, ἔνα μὴ τῆς σφετέρας ἐκσταῖεν ἐνστάσεως. Ἐντεῦθεν οὖν ἤρξατο τὸ τῶν Ἰουδαίων ἔθνος νοσεῖν ἐξ ἀνοίας ἀπόνοιαν, Γεσσίου Φλώρου τοῦ ἡγεμόνος εἰς ταύτην αὐτοὺς ἐρεθίσαντος ὕβρεσιν. ὁ μέντοι Κυρήνιος, τῆς ἀπογραφῆς καὶ τῶν ἀποτιμήσεων περαιωθεισῶν ,αἳ ἐγένοντο ἐν ἔτει τριακοστῷ καὶ ἑβδόμῳ μετὰ τὴν ἐν Ἀκτίῳ ἧτταν τοῦ Ἀντωνίου ὑπὸ τοῦ Καίσαρος, Ἰωάζαρον τὸν ἀρχιερέα καταστασιασθέντα ὑπὸ τοῦ πλήθους ἀφελόμενος τὴν τιμήν, Ἄνναν τὸν Σεθὶ ἀρχιερέα καθίστησι. Κυρηνίου δὲ εἰς ῾Ρώμην ἀπάραντος Κοπώνιος τὴν Ἰουδαίαν διεῖπε. τούτῳ δὲ διάδοχος γίνεται Μάρκος Ἀμβιβουχος. καὶ τὸν Μάρκον Ῥοῦφος διαδέχεται Ἄννινος. ἐφ᾿ οὗ δὴ τελευτᾷ Καῖσαρ αὐτοκράτωρ ῾Ρωμαίων, ἄρξας ἔτη ἑπτὰ καὶ πεντήκοντα μῆνάς τε ἕξ ἐφ᾿ ἡμέραιν δυοῖν, ἀφ᾿ ὣν τεσσαρεσκαίδεκα ἴτη αὐτῷ συνῆρξεν Ἀντώνιος, ὡς εἶναι τὸν τῆς μοναρχίας αὐτοῦ χρόνον ἐνιαυτοὺς τεσσαράκοντα πρὸς τρισί, κατὰ δέ τινας τέσσαρσιν. ἐβίω δὲ ἔτη ἑβδομήκοντα καὶ ἑπτά. Ἡ δὲ μοναρχία μετήνεκτο εἰς Τιβέριον τῆς τοῦ Καίσαρος γυναικὸς Ἰουλίας υἱόν. ὑφ᾿ οὗ Γρᾶτος Οὐαλλέριος εἰς Ἰουδαίαν ἔσταλτο ἡγεμών· ὃς παύσας τὸν Ἄνναν τῆς ἀρχιερωσύνης Ἰσμαὴλ ἀποδεί- κνυσι τὸν τοῦ Φαβί, καὶ τοῦτον δὲ μεταστήσας μετ’ οὐ πολὺ Ἐλεάζαρ τῷ τοῦ Ἄννα υἱῷ ἀπονέμει τὴν τοῦ ἱερᾶσθαι τιμήν, καὶ μετ’ ἐνιαυτὸν ἀντεισάγει Σίμωνα τὸν Καμίθου. καὶ τούτῳ τὸν ἴσον χρόνον ἱερασαμένῳ Ἰωσὴφ ὁ Καϊάφας διάδοχος ἦν.