Ancient Greek · ~14 min
Book 6
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 6.4.1
Not analysed yet
Καὶ Γράτος ἐπὶ ἕνδεκα ἔτη τῆς Ἰουδαίας ἄρξας, καὶ ταῦτα πράξας, εἰς Ῥώμην ὑπανεχώρησε· Πόντιος δ’ ἧκε Πιλάτος τὴν ἡγεμονίαν ἀναδεξάμενος. ὁ δὲ τετράρχης Ἡρώδης φίλος τῷ Τιβερίῳ χρηματίζων πρὸ τῆς ἀρχῆς, οἰκοδομεῖ μετὰ τὴν μοναρχίαν πόλιν αὐτῷ ἐπώνυμον ἐὺ τῇ Γαλιλαίᾳ ἐπὶ τῇ λίμνῃ Γεννησαρέτ, Τιβεριάδα καλέσας αὐτήν. Πιλάτος δὲ στρατιὰν ἐκ Καισαρείας μεθιδρύσας χειμαδιοῦσαν ἐν Ἱεροσολύμοις, σημαίας εἰς τὴν πόλιν ὑπὸ νύκτα εἰσήγαγεν εἰκόνας ἐχούσας Καίσαρος, ἀπαγορεύοντος Ἰουδαίοις τοῦ νόμου εἰκόνας ἔχειν. ἐπεὶ δ᾿ ἐγνώσθη τὸ πεπραγμένον, πλῆθος ὥρμησεν εἰς Καισάρειαν αἰτούμενον τὴν τῶν εἰκόνων μετάθεσιν, καὶ πενθημέρους ἱκετείας διὰ τοῦτο πεποίηντο. μὴ συγχωροῦντος δὲ Πιλάτου, ὡς ἐντεῦθεν δῆθεν ὑβριζομένου τοῦ Καίσαρος, ἐπεὶ τὸ πλῆθος οὐκ ἀνίει δεόμενον, κατὰ τὴν ἕκτην ἡμέραν περιστήσας στρατιώτας ἐνόπλους σφίσιν ἠπείλει θάνατον, εἰ μὴ παύσοιντο θορυβεῖν. οἱ δὲ πρηνεῖς καταβαλόντες ἑαυτοὺς σὺν ἡδονῇ δέξασθαι τὸν θάνατον ἔλεγον. καὶ θαυμάσας Πιλάτος τὸ γενναῖον αὐτῶν καὶ πρόθυμον ἐπὶ τηρήσει τῶν νόμων, παραχρῆμα τὰς εἰκόνας ἐπανεκόμισεν εἰς Καισάρειαν. Ὑδάτων δ’ εἰσαγωγὴν ποιούμενος εἰς Ἱεροσόλυ- μὰ τὰ ἱερὰ πρὸς ταύτην ἀνήλισκε χρήματα. συνελθόντες οὖν πολλοὶ κατεβόων Πιλάτου, παύσασθαι ἀξιοῦντες, τινὲς δὲ καὶ λοιδορίαις ἐκέχρηντο κατ’ αὐτοῦ. ὁ δὲ στολαῖς Ἰουδαικαῖς πλῆθος στρατιωτῶν κεχρημένον σκυτάλας τε ὑπὸ ταῖς στολαῖς ἔχον περιελθεῖν κύκλῳ τῶν θορυβούντων ἐκέλευσε, καὶ οὕτως ἀναχωρεῖν τοῖς Ἰουδαίοις ἐπέταττεν. ὡς δ᾿ ἤρξαντο λοιδορεῖν, τοῖς στρατιώταις δίδωσι σύνθημα· οἶ δὲ πληγαῖς τοὺς θορυβοῦντας ἐκόλαζον. ἐκεῖνοι δὲ ἄοπλοι ὄντες καὶ πληττόμενοι οὐδὲν ἐνδόσιμον ἐφρόνουν, ἀλλὰ πολλοὶ μὲν ἔπιπτον, οἱ δ᾿ ἄλλοι τραυματίαι ἀπῄεσαν. Κατὰ τοῦτον τὸν καιρὸν καὶ ὁ κύριος ἡμῶν καὶ θεὸς Ἰησοῦς Χριστὸς ἐν Ἰουδαίᾳ ἐφάνη, περὶ οὗ ταῦτα κατὰ λέξιν φησὶν ὁ Ἰώσηπος ἐν τῷ ὀκτωκαιδεκάτῳ λόγῳ τῆς Ἀρχαιολογίας. ‘‘γίνεται δὴ κατὰ τοῦτον τὸν χρόνον Ἰησοῦς, σοφὸς ἀνήρ, εἴγε ἄνδρα αὐτὸν λέγειν χρή· ἦν γὰρ παραδόξων ἔργων ποιητής, διδάσκαλος ἀνθρώπων τῶν σὺν ἡδονῇ τἀληθῆ δεχομένων· καὶ πολλοὺς μὲν Ἰουδαίους, πολλοὺς δὲ καὶ τοῦ Ἑλληνικοῦ ἐπηγάγετο. ὁ Χριστὸς οὗτος ἦν. καὶ αὐτὸν ἐνδείξει τῶν πρώτων ἀνδρῶν παρ’ ἡμῖν σταυρῷ ἐπιτετιμηκότος Πιλάτου, οὐκ ἐπαύσαντο οἱ τὸ πρῶτον αὐτὸν ἀγαπήσαντες. ἐφάνη γὰρ αὐτοῖς τρίτην ἔχων ἡμέραν πάλιν ζῶν, τῶν θείων προφητῶν ταῦτά τε καὶ ἄλλα μυρία περὶ αὐτοῦ θαυμάσια εἰρηκότων. εἰσέτι νῦν τῶν Χριστιανῶν ἀπὸ τοῦδε ὠνομασμένων οὐκ ἐπέλιπε τὸ φῦλον.” Καὶ ταύτα μὲν ἀρχαιολογῶν ὁ Ἰώσηπος ἔγραψε περὶ τοῦ Χριστοῦ ἐν δὲ τῷ πρὸς Ἕλληνας αὐτοῦ λόγῳ, ὃς κατὰ Πλάτωνος ἐπιγέγραπται περὶ τῆς τοῦ παντὸς αἰτίας, οὗ καὶ ὁ ἄγιος Ἰωάννης ὁ Δαμασκηνὸς μνείαν πεποίηται ἐν τῇ πονηθείσῃ αὐτῷ βίβλῳ τῇ καλουμένῃ Παράλληλα, ταῦτά φησι. πάντες γὰρ δίκαιοί τε καὶ ἄδικοι ἐνώπιον τοῦ θεοῦ λόγου ἀχθήσονται. τούτῳ γὰρ ὁ πατὴρ τὴν κρίσιν δέδωκε, καὶ αὐτὸς βουλὴν πατρὸς ἐπιτελῶν κριτὴς παραγίνεται, ὃν Χριστὸν προσαγορεύομεν. οὐδὲ γὰρ Μίνως καὶ Ῥαδάμανθυς κριταὶ καθ’ ὑμᾶς, Ἕλληνες, ἀλλ’ ὃν ὁ θεὸς καὶ πατὴρ ἐδόξασε· περὶ οὐ ἐν ἑτέροις λεπτομερέστερον διεληλύθαμεν πρὸς τοὺς ζητοῦντας τὴν ἀλήθειαν. οὗτος τὴν πατρὸς ἑκάστῳ δικαιοκρισίαν ποιούμενος, πᾶσι κατὰ τὰ ἔργα παρασκευάσει τὸ δίκαιον. οὗ κρίσει παραστάντες πάντες ἄνθρωποί τε καὶ ἄγγελοι καὶ δαίμονες μίαν ἀποφθέγξονται φωνὴν οὕτω λέγοντες, δικαία σου ἡ κρίσις. ἧς φωνῆς τὸ ἀνταπόδομα ἐπ᾿ ἀμφοτέροις ἐπάγει τὸ δίκαιον, τοῖς μὲν εὖ πράξασι δικαίως τὴν ἀίδιον ἀπόλαυσιν παρασχόντος, τοῖς δὲ τῶν φαύλων ἐρασταῖς τὴν αἰώνιον κόλασιν ἀπονείμαντος. καὶ τούτοις μὲν τὸ πῦρ ἄσβεστον διαμένει καὶ ἀτελεύτητον, σκώληξ δέ τις ἔμπυρος μὴ τελευτῶν μηδὲ σῶμα διαφθείρων, ἀπαύστῳ δ᾿ ὀδύνῃ ἐκ σώματος ἐκβράσσων παραμένει.” καὶ ἄλλα δ᾿ ἐπὶ τούτοις φησίν. Οὕτω μὲν οὖν περὶ Χριστοῦ γέγραφεν ὁ Ἰώσηπος.