Ancient Greek
Book 6
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 6.5.1
Not analysed yet
ἐν δὲ Ῥώμῃ τότε Παυλῖνά τις ἦν καὶ γένους περιφανείᾳ καὶ τρόπων σεμνυνομένη χρηστότητι καὶ πλούτου περιττῶς ἔχουσα· οὖσα δὲ καὶ τὴν ὄψιν χαρίεσσα καὶ τῆς ἡλικίας ἐν ᾗ γυναῖκες ἀγάλλονται, σωφροσύνῃ κεκόσμητο. συνῴκει δὲ Σατορνίνῳ, ἀνδρὶ μηδὲν αὐτῆς εἰς ἴκαστον τῶν καλῶν ἀποδέοντι. ταύτης ἑάλω τῷ ἔρωτι Δέκιος Μοῦνδος, ἐν ἀξιώματι ὢν μεγάλῳ τῶν τότε ἱππέων, καὶ ἐπείρα δώροις· εἴκοσι γὰρ μυριάδας δραχμῶν Ἀττικῶν εὐνῆς ἐδίδου μιᾶς. ἡ δὲ οὐκ ἠνείχετο. κἀκεῖνος ἐξῆπτο πλέον εἰς ἔρωτα, ὥστε βρώσεως ἀποχῇ ἑαυτῷ μνηστεύεσθαι θάνατον. ἦν δὲ τούτῳ ἀπελευθέρα πατρῴα Ἴδη καλουμένῃ, παντοίων ἴδρις κακῶν. αὕτη οὕτως ἔχοντα τὸν νεανίαν ὁρῶσα ἀναθαρσύνει λόγοις καὶ ἀναζωπυρεῖ ὑποσχέσεσι, πέντε μυριάδων αὐτῇ δεήσειν λέγουσα μόνων ὥστε τὴν πρᾶξιν αὐτῷ κατεργάσασθαι. καὶ λαβοῦσα τὸ αἰτηθὲν ἀργύριον, ἐπεὶ οὐχ ἁλωτὴν ἑώρα τὴν Παυλῖναν τοῖς χρήμασι, τῇ δὲ θεραπείᾳ τῆς Ἴσιδος, θεὸς δ᾿ αὕτη τοῖς ῾Ρωμαίοις τότε νενόμιστο, ᾔδει ταύτην προσκειμένην θερμότατα, πρόσεισι τῶν τῆς ψευδοῦς ἐκείνης θεοῦ ἱερέων τισί, καὶ χρήμασιν ἀναπείθει τὴν Παυλῖναν ἐξαπατῆσαι αἷς δύναιντο μηχαναῖς καὶ τῷ Μούνδῳ συγκατακλῖναι. οἱ δὲ θελχθέντες τοῖς χρήμασι τῇ πράξει ἐπέβαλον. καὶ αὐτῶν ὁ γεραίτατος πρὸς τὴν Παυλῖναν ἐλθών, καὶ ἰδίᾳ αὐτῇ ἐντυχών, ἔλεγεν ἥκειν πεμπτὸς ὑπὸ τοῦ Ἀννούβιδος, κελεύοντος τοῦ θεοῦ πρὸς αὐτὸν ἥκειν αὐτῆς ἐρῶντα. τῇ δὲ ὁ λόγος ἔδοξεν εὐκταιότατος, εἰ ἐρῷτο ὑπὸ θεοῦ· καὶ τῷ ἀνδρὶ κοινοῦται τὸ ἀγγελθέν ,κἀκεῖνος συνεχώρει, τὴν σωφροσύνην γινώσκων τῆς γυναικός. ἀπῆλθεν οὖν εἰς τὸ τέμενος· καὶ ὡς ὕπνου καιρὸς ἦν ,ἔνδον ἐν τῷ ναῷ τῇ γυναικὶ καθευδῆσαι ἡτοίμαστο, καὶ τὰ λύχνα κατέσβεστο. ὁ γοῦν Μοῦνδος, ἐκέκρυπτο γὰρ ἐκεῖ, παν- νύχιον ἐνεφορήθη αὐτῆς, ὡς Ἄννουβις αὐτῇ προσφερόμενος. εἶτα ὁ μὲν ἀπῆλθεν, ἡ δὲ πρὸς τὸν ἄνδρα φοιτήσασα διηγεῖτο τὴν ἐπιφάνειαν τοῦ Ἀννούβιδος, καὶ πρὸς τὰς συνήθεις ἐνελαμπρύνετο ὡς ὁμιλίας ἀξιωθεῖσα θεοῦ. τρίτῃ δὲ μετὰ τὴν πρᾶξιν ἡμέρᾳ συναντήσας ὁ Μοῦνδος αὐτῇ “Παυλῖνα”, φησί, "καὶ τὰς εἴκοσι μυριάδας ἔχω, καὶ σύ μοι τούτων διηκονήσω χωρίς. ἃ δὲ πρὸς Μοῦνδον ἐξύβριζες, τούτων οὐδέν μοι προσήπτετο, Ἄννουβιν ὄνομα θεμένω αὑτῷ.” ἐκ τούτων εἰς ἔννοιαν ἐλθοῦσα τοῦ τολμήματος ἡ γυνὴ περιρρήγνυται τὴν στολήν, καὶ τῷ ἀνδρὶ ἐδήλου τὸ ἐπιβούλευμα· ὁ δὲ τῷ Τιβερίῳ προσῆλθε. καὶ ὁ αὐτοκράτωρ ἐξετάσας τὸ γεγονός, τοὺς μὲν ἱερεῖς ἀνεσταύρωσε καὶ τὴν Ἴδην, τόν τε ναὸν καθεῖλε, καὶ τὸ τῆς Ἴσιδος ἄγαλμα εἰς· τὀν Θύβριν ποταμὸν κατεπόντισε, τὸν δὲ Μοῦνδον φυγῇ ἐδικαίωσε, συγγνόμην νείμας αὐτῷ ὥστε μὴ μεῖζον κολασθῆναι διὰ τὴν βίαν τοῦ ἔρωτος. Ἀλλὰ ταῦτα μὲν ἐν τῇ ῾Ρώμῃ ἐπέπρακτο, ἐν δὲ Σαμαρείᾳ συμβέβηκε θόρυβος. ἀνὴρ γάρ τις ἐκέλευε τοὺς Σαμαρεῖς ἐπὶ τὸ Γαριζὶν ὅρος αὐτῷ συνελθεῖν ἁγνότατον δὲ τοῦτο αὐτοῖς ὑπείληπται τῶν ὀρῶν· καὶ ἀφικομένοις ἐπηγγέλλετο ἱερὰ σκεύη ἐμφανίσαι κατορωρυγμένα ἐκεῖ ὑπὸ Μωυσέως· οἱ δὲ ἠθροίζοντο καὶ ἐν ὅπλοις ἦσαν. Πιλᾶτος δὲ στρατιώτας πέμψας τοὺς μὲν ἔκτεινε, τοὺς δὲ ἐτρέψατο εἰς φυγήν, καὶ τῶν ζωγρηθέντων τοὺς κορυφαίους διέφθειρεν. οἶ δὲ Σαμαρεῖς πρὸς Οὐιτέλλιον ἦλθον Συρίας ἡγεμονεύοντα, Πιλάτου κατηγοροῦντες ἐπὶ τῆ τῶν ὁμοφύλων σφαγῇ. καὶ Οὐιτέλλιος Μάρκελλον πέμψας τῶν Ἰουδαίων προνοησόμενον, ἐπὶ ῾Ρώμην ἀπιέναι τὸν Πιλᾶτον ἐκέλευεν ἐπὶ τοῦ αὐτοκρά- τόρος ἀπολογησόμενον ἐφ᾿ οἶς ἐγκαλεῖται. καὶ ὁ μὲν ἀπῄει ἐπὶ δέκα ἔτεσιν ἡγεμονεύσας τῆς Ἰουδαίας, πρὶν δὲ τῇ ῾Ρώμῃ ἐγγίσαι αὐτόν, ἴφθη Τιβέριος μεταστάς. Οὐιτέλλιος δὲ εἰς Ἱεροσόλυμα ἐλθὼν τῆς τοῦ πάσχα ἑορτῆς τελουμένης ὑπεδέχθη μεγαλοπρεπῶς, καὶ τὰ τέλη τῶν γεωργουμένων καρπῶν τοῖς Ἱεροσολυμίταις ἀνίησι, καὶ τὴν στολὴν τοῦ ἀρχιερέως εἰς τὸ ἱερὸν συνεχώρησε κεῖσθαι καὶ παρὰ τοῖς ἱερεῦσιν εἶναι καθάπερ καὶ πρότερον· τότε δὲ ἐν τῇ ἀπέκειτο τῶν γὰρ ἀρχιερέων τις, ὁ πρῶτος δηλαδὴ Ὑρκανός, ἔγγιστα τοῦ ἱεροῦ βᾶριν ἐγείρας, καὶ ἐν αὐτῇ διαιτώμενος, ἐκεῖ καὶ τὴν ἀρχιερατικὴν στολὴν αὐτῷ ἀνήκουσαν εἶχεν, ὡς ἀρχιερεῖ. τὰ αὐτὰ δὲ ἐκείνῳ καὶ τοῖς μετ᾿ ἐκεῖνον ἐπράσσετο. Ἡρώδης δὲ τὴν βᾶριν ἐκείνην ἐπικατασκευάσας ἐπὶ τὸπολυτελέστερον, φίλος ὢν Ἀντωνίου, ἐπὶ τῷ ἐκείνου ταύτην ὀνόματι μετωνόμασε· καὶ τὴν στολὴν ἐν αὐτῇ εὑρηκὼς κατεῖχεν ἐκεῖ. τοῦτο δ᾿ ἐποίει καὶ ὁ Ἀρχέλαος, καὶ μετ᾿ ἐκεῖνον οἱ Ῥμαῖοι τὰ αὐτὰ ἐπὶ τῇ στολῇ ἔπραττον, ἀποκειμένῃ ἐκεῖ ὑπὸ σφραγῖσι τᾶν ἱερέων καὶ τῶν γαζοφυλάκων. ἑορτῆς δ᾿ ἐφεστώσης ἀπεδίδοτο τοῖς ἀρχιερεῦσιν ὑπὸ τοῦ φρουράρχου, καὶ μετὰ μίαν τῆς ἑορτῆς ἡμέραν αὖθις ἐκεΤ ἀπετίθετο. Οὐιτέλλιος δὲ παραχωρεῖ τῆς στολῆς τῷ ἔθνει. τὸν δὲ ἀρχιερέα Ἰωσὴφ τόν καὶ Καϊάφαν ἀφῃρηκὼς τὴν ἱερωσύνην, Ἰωνάθῃ δίδωσι ταύτην τῷ Ἄννα τοῦ ἀρχιερέως υἱῷ. κατ᾿ ἐντολὰς δὲ Τιβερίου σπένδεται Οὐιτέλλιος Ἀρταβάνῳ τῷ Παρθῶν βασιλεῖ, πέμψαντι τὸν υἱὸν Δαρεῖον μετὰ δώρων πολλῶν ὁμηρεύσοντα. παρὼν δ᾿ ἐν ταῖς σπονδαῖς καὶ ὁ τετράρχης Ἡρώδης ἐκ- πέμπει πρὸς Καίσαρα παραχρῆμα γράψας τὰ γεγονότα. εἶτα τοῦ Οὐιτελλίου περὶ τούτων ἐπιστείλαντος Τιβερίῳ, ἐκεῖνος ἀντέγραψε μαθεῖν πάντα παρὰ Ἡρώδου. τοῦτο εἰς ὀργὴν τόν Οὐιτέλλιον κατὰ τοῦ Ἡρώδου κεκίνηκεν· ἐβυσσοδόμευε δὲ τὸν θυμόν, καὶ μετῆλθεν αὐτὸν Γαΐου κρατήσαντος.