Ancient Greek · ~13 min
Book 6
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 6.6.1
Not analysed yet
Τότε καὶ Φίλιππος Ἡρώδου τούτου ὢν ἀδελφὸς τετελεύτηκεν, εἰκοστῷ ἐνιαυτῷ τῆς Τιβερίου ἀρχῆς, ἄρξας ἑπτὰ καὶ τριάκοντα ἔτη. ἦν δὲ τὸν τρόπον ἀπράγμων καὶ μέτριος τοῖς ἀρχομένοις, προόδους σὺν ὀλίγοις τῶν ἐπιλέκτων ποιούμενος· καὶ προιόντι εἴ τις προσῄει δεόμενος βοηθείας, εὐθὺς αὐτῷ κατὰ τὸν τόπον τοῦ θρόνου τιθεμένου, εἵποντο γὰρ οἱ τοῦτον φέροντες, καθήμενος ἠκροᾶτο καὶ ἐποινηλάτει τοὺς ἀδικοῦντας καὶ τοὺς ἀδίκως αἰτιωμένους ἀπέλυε. τὴν δὲ ἀρχὴν ὁ Τιβέριος, παῖδες γὰρ Φιλίππῳ οὐκ ἦσαν, τῇ τῶν Σύρων ἐπαρχίᾳ προσέθετο. Ἡρώδης δὲ ὁ τετράρχης ἐπὶ Ῥώμην στελλόμενος κατέλυσεν ἐν Ἡρώδου τοῦ ἀδελφοῦ αὐτοῦ, ὃν ἡ τοῦ Σίμωνος τοῦ ἀρχιερέως θυγάτηρ τῷ βασιλεῖ Ἡρώδῃ ἐγείνατο. ἐρασθεὶς δὲ Ἡρωδιάδος τῆς τοῦ ἀδελφοῦ γυναικός, θυγατρὸς Ἀριστοβούλου τοῦ ἀδελφοῦ αὐτῶν, ἀδελφῆς δὲ τοῦ μεγάλου Ἀγρίππα, λόγους περὶ γάμων πρὸς αὐτὴν ἐποιήσατο. καὶ δεξαμένη συνέθετο μετοικίσασθαι πρὸς αὐτόν, εἰ τὴν Ἀρέτα θυγατέρα ἐκβάλοι. καὶ ὁ μὲν ἐπὶ Ῥώμην ἔπλει ἐπὶ τοιαύταις συνθήκαις· ὡς δ᾿ ἐπανῆλθε, γνοῦσα ἡ γυνὴ αὐτοῦ, τοῦ δὲ Ἀρέτα θυγάτηρ, τὰς πρὸς Ἡρωδιάδα συνθήκας, ᾔτει πρὸς Μαχαιροῦντα πεμφθῆναι τὸ φρούριον· μεθόριον δὲ τοῦτο ἦν τῆς Ἀρέτα καὶ τῆς Ἡρώδου ἀρχῆς. καὶ ὁ Ἡρώδης ἐξέπεμψε, μὴ γινώσκων ὅ,τι ἐστὶν αὐτῇ τὸ βουλόμενον· ἡ δὲ ἐκεῖθεν πρὸς Ἀραβίαν πρὸς τὸν πατέρα ἐξώρμησε, καὶ τὴν Ἡρώδου διηγεῖτο γνώμην περὶ αὐτήν. κἀκεῖνος ἔσχε τοῦτο ἔχθρας ὑπόθεσιν· καὶ μάχη μέσον ἀμφοῖν συγκεκρότητο διὰ στρατηγῶν, καὶ οἶ Ἡρώδου ἡττήθησαν καὶ ἅπαν τὸ ἐκείνου στράτευμα πέπτωκε. ταῦτα διὰ γραφὴς Ἡρώδης μηνύει τῷ Τιβερίῳ· ὁ δὲ γράφει πρὸς Οὐιτέλλιον, πόλεμον πρὸς Ἀρέταν ποιήσασθαι καὶ ἢ ζωγρηθέντα δέσμιον ἀναπέμψαι εἰς Ῥώμην ἢ ἀνῃρημένου στεῖλαι τὴν κεφαλήν. Τισὶ δὲ ὑπὸ θεοῦ τὴν Ἡρώδου στρατιὰν ὀλέσθαι ἐδόκει, δίκας τιννύντος διὰ τὸν φόνον τοῦ προφήτου καὶ βαπτιστοῦ Ἰωάννου. ταῦτα γὰρ καὶ περὶ τούτου κατὰ λέξιν ὁ Ἰώσηπος ἔγραψε. ‘‘κτείνει γὰρ τοῦτον Ἡρώδης ἀγαθὸν ἄνδρα καὶ τοὺς Ἰουδαίους κελεύοντα ἀρετὴν ἐπασκοῦντας καὶ τὰ πρὸς ἀλλήλους δικαιοσύνῃ καὶ τὰ πρὸς θεὸν εὐσεβείᾳ χρωμένους βαπτισμῷ συνιέναι· οὕτω γάρ καὶ τὴν βάπτισιν αὐτῶ φανεῖσθαι ἀποδέκτην. δείσας δὲ Ἡρώδης τὸ ἐπὶ τοσοῦτον πιθανὸν αὐτοῦ τοῖς ἀνθρώποις μὴ ἐπὶ στάσει φέροι τινί, πάντα γὰρ ἐοίκασι συμβουλῇ τῇ ἐκείνου πράξοντες, πολὺ κρεῖττον ἡγεῖται, πρίν τι νεώτερον ἐξ αὐτοῦ γενέσθαι, προλαβὼν ἀνελεῖν, τοῦ μεταβολῆς γενομένης μὴ εἰς πράγματα ἐμπεσὼν μετανοεῖν. καὶ ὁ μὲν ὑποψίᾳ τοῦ Ἡρώδου δέσμιος εἰς Μαχαιροῦντα πεμφθεὶς ταύτῃ κτίννυται, τοῖς δὲ Ἰουδαίοις δόξαν ἐπὶ τιμωρίᾳ τῇ ἐκείνου τὸν ὄλεθρον τοῦ στρατοῦ γενέσθαι, τοῦ θεοῦ κακῶσαι Ἡρώδην θέλοντος.” Οὐιτέλλιος δὲ πρὸς Ἀρέταν πολεμήσων ἠπείγετο. ὡρμημένῳ δὲ διὰ τῆς Ἰουδαίων διέρχεσθαι παρῃτοῦντο οἱ πρῶτοι αὐτῶν τὴν διὰ τῆς χώρας ὁδόν· οὐ γὰρ πάτριον εἶναι αὐτοῖς εἰκόνας φέρεσθαι διὰ τῆς χώρας αὐτῶν, πολλὰς δ’ ἐπικεῖσθαι ταῖς σημαίαις εἰκόνας. πεισθεὶς οὖν διὰ τοῦ μεγάλου πεδίου διεβίβαζε τὸ στρατόπεδον, αὐτός δὲ μετὰ Ἡρώδου εἰς Ἱεροσόλυμα ἀνῄει θύσων τῷ θεῷ. καὶ τρεῖς ἐπιμείνας μείνας ἡμέρας ἐκεῖ, Ἰωνάθην μὲν τῆς ἀρχιερωσύνης μεθίστησι, τὸν δὲ ἀδελφὸν αὐτοῦ Θεόφιλον ἐγκαθίστησιν στησιν εἰς αὐτήν. τῇ τετάρτῃ δὲ γραμμάτων αὐτῷ κομισθέντων περὶ τῆς Τιβερίου τελευτῆς, ὥρκισε τὸ πλῆθος εὐνοεῖν τῷ Γαΐῳ, ἀνεκάλει δὲ καὶ τὸ στράτευμα. δὲ καὶ τὸν Ἀρέταν οἰωνοσκοπησάμενον φάναι ἀμήχανον εἶναι τῷ στρατῷ πολεμήσαι· τεθνήξεσθαι γὰρ τῶν ἡγεμόνων ἢ τὸν κελεύσαντα πολεμεῖν ἢ τὸν κελευσθέντα ἢ καθ’ οὗ τὸ κέλευσμα γέγονε.