Ancient Greek · ~17 min
Book 6
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 6.7.1
Not analysed yet
Καὶ Οὐιτέλλιος μὲν εἰς Ἀντιόχειαν ἀνεχώρησεν, Ἀγρίππας δὲ ὁ Ἀριστοβούλου υἷός ἐπὶ Ῥώμης ἔτυχεν ὢν τοῦ Τιβερίου θνήσκοντος. οὗτος γὰρ πρὸ μικροῦ τῆς Ἡρώδου τοῦ μεγάλου τοῦ πάππου αὐτοῦ τελευτῆς ἐν τῆ Ῥώμῃ τρεφόμενος συνήθης ἐγένετο Δρούσῳ τῷ Τιβερίου υἱῷ, καὶ Ἀντωνίᾳ τῇ Δρούσου τοῦ μεγάλου γυναικὶ γνωστὸς γέγονε, Βερνίκης τῆς αὐτοῦ μητρὸς τιμωμένης παρ’ αὐτῆς. μεγαλοπρεπὴς δὲ ὢν Ἀγρίππας καὶ δωρεῖσθαι πολυτελής, τῆς μητρὸς αὐτοῦ θανούσης τὰ μὲν τῶν χρημάτων εἰς ἑαυτὸν ἀνάλωσε πολυτελῶς διαιτώμενος, τὰ δὲ εἰς δωρεάς, τὰ πλείω δ’ εἰς τοὺς ἀπελευθέρους τοῦ Καίσαρος. καὶ ταχὺ ἐν ἐνδείᾳ ἐγένετο. θανόντος δὲ τοῦ υἱοῦ Τιβερίου, ἀπείρηκεν εἰς ὄψιν αὐτοῦ φοιτᾶν τοὺς συνήθεις τοὺς τοῦ παιδός, ἔνα μὴ δι’ αὐτῶν εἰς ἀνάμνησιν ἐκείνου ἰὼν εἰς λύπην ἀνερεθίζηται. διά τε γοῦν τοῦτο καὶ ὅτι χρημάτων ἠπόρησεν εἰς Ἰουδαίαν ἐπανῆλθε κακοπραγῶν. ἀποτῖσαι δὲ καὶ τοῖς δανεισταῖς τὰς ὀφειλὰς βιαζόμενος πολλοῖς οὖσι, καὶ μὴ ἔχων, εἰς ἔννοιαν ἦλθεν αὐτοχειρίας. συνῆκε δὲ τὸ ἐννόημα ἡ γυνὴ αὐτοῦ Κύπρος, ἣ θυγάτηρ ἦν Φασαήλου τοῦ ἀδελφόπαιδος τοῦ βασιλέως Ἡρώδου, ἐκ Σαλαμψιοῦς αὐτῷ γεννηθεῖσα τῆς Ἡρώδου θυγατρός, ἣν ἔσχεν ἐκ Μαριὰμ τῆς ὑπ’ ἐκείνου ἀνῃρημένης, ὡς δεδιήγηταί. αὕτη γοῦν ἡ Κύπρος συνοικοῦσα τῷ Ἀγρίππᾳ, καὶ αἰσθομένη τὸ βούλευμα, ἀπεῖργε τοῦτον αὐτοῦ, διαπέμπεται δὲ πρὸς Ἡρωδιάδα τὴν τῷ τετράρχῃ συνοικοῦσαν Ἡρώδῃ, Ἀγρίππα τυγχάνουσαν ἀδελφήν, δηλοῦσα τὴν ἔννοιαν τοῦ συγγόνου, καὶ βοηθεῖν ἀξιοῦσα καὶ τὸν οἰκεῖον ἄνδρα πρὸς ἐπικουρίαν παρακαλεῖν. οἱ δὲ μετεπέμψαντό τε αὐτὸν καὶ οἰκητήριον τὴν Τιβεριάδα δεδώκασι, καί τι καὶ αργύριον ἀπέταξαν αὐτῷ εἰς τὴν μετὰ καιρόν δὲ διαφορὰς γενομένης Ἡρώδῃ τε καὶ Ἀγρίππᾳ, πρὸς Φλάκκον Συρίας ἡγούμενον ὁ Ἀγρίππας μεθίσταται, φιλίως ἐκ Ῥώμης πρὸς αὐτὸν διακείμενον, κἀκεῖ διέτριβε δεξαμένου τοῦ Φλάκκου. ὢν δὲ ἐκεῖ καὶ ὁ Ἀγρίππα ἀδελφὸς Ἀριστόβουλος, διαφερόμενός τε τό ἀδελφῷ, διαβολαῖς αὐτὸν πρὸς τὸν Φλάκκον ἐξεπολέμωσε· καὶ ἐξωθεῖται ἐκεῖθεν Ἀγρίππας. ὁ δὲ εἰς ἐσχάτην περιστὰς ἀπορίαν εἰς Ἰταλίαν ἐκπλεῖν ἐβούλετο, καὶ ἠξίου Μαρσύαν αὐτοῦ ἀπελεύθερον χρήματά οἱ πορίσαι ποθὲν δανεισάμενον. ἐκεῖνος δὲ Πέτρῳ πρόσεισιν ἀπελευθέρῳ Βερνίκης τῆς Ἀγρίππα μητρός, καὶ ὁ Πέτρος συμβόλαιον ἔλεγε ποιησάμενον δύο μυριάδων Ἀτθίδων λαβεῖν τὰς μυριάδας πεντακοσίαις καὶ δισχιλίαις ἐλασσουμένας. καὶ ὁ Ἀγρίππας συνέθετο, καὶ λαβὼν τὸ δάνεισμα ἀποπλεῖν ἔμελλεν. Ἐρρένιος δὲ Καπίτων Ἰαμνείας ἐπίτροπος τριάκοντα μυριάδας ἀργυρίου ὀφειλομένας τῷ Καίσαρι ἔπραττεν ἀπ’ αὐτοῦ, καὶ διὰ τοῦτο μένειν ἐκέλευεν. Ἀγρίππας δὲ προσποιησάμενος πείθεσθαι, νυκτὸς ᾤχετο. καὶ καταπλεύσας εἐς Ἀλεξάνδρειαν Ἀλεξάνδρου δεῖται τοῦ ἀλαβάρχου μυριάδας εἴκοσι δάνειον αὐτῷ παρασχεῖν. ὁ δ᾿ ἐκείνῳ μὲν οὐκ ἂν ἔφη παρασχεῖν, Κύπρῳ δὲ τῇ αὐτοῦ γυναικὶ παρεῖχε διά τε τὴν φιλανδρίαν αὐτῆς καὶ τὴν λοιπὴν ἀρετήν. δεξαμένης δ’ ἐκείνης τὸ δάνειον ὁ μὲν Ἀγρίππας εἰς Ἰταλίαν ἀπέπλευσε, Κύπρος δὲ μετὰ τῶν τέκνων εἰς Ἰουδαίαν ἀνέζευξε. καὶ Καίσαρι Τιβερίῳ προσελθὼν φιλανθρώπως ἐδέχθη. γραφῆς δὲ Καπίτωνος Ἐρρενίου κομισθείσης τῷ Καίσαρι ὡς ἀπέδρα Ἀγρίππας τριάκοντα μυριάδας πραττόμενος δάνειον, ὠργίσθη, καὶ μὴ συγχωρεῖσθαι αὐτῷ τὴν πρὸς αὐτὸν ἐκέλευσεν εἴσοδον ἄχρι δὴ τὸ χρέος καταβαλεῖ. ὁ δὲ δανεισάμενος ἀπέδοτο τὸ ὀφείλημα, καὶ αὖθις εἰσῄει πρὸς τὸν Τιβέριον. καὶ ὁ Καῖσαρ ἐκέλευε τῶ υἱωνῷ αὐτοῦ παρατυγχάνειν καὶ θεραπεύειν αὐτόν. Ἀγρίππας δὲ πρὸς Γάιον μᾶλλον ἀπένευεν, Ἀντωνίας τυγχάνοντα υἱωνὸν τῆς Γερμανικοῦ μητρὸς καὶ Κλαυδίου τοῦ μετὰ Γάιον μοναρχήσαντος. τοῦτον θεραπεύων πεφίλητο ὑπ’ αὐτοῦ. καί ποτε συμπροιοῦσιν ἀμφοῖν περὶ Τιβερίου λόγος ἐγένετο. καὶ ὁ Ἀγρίππας θεοκλυτῶν τάχος ὑπεκστῆναι Τιβέριον τῆς ἀρχῆς Γαίῳ ἐπηύχετο. Εὔτυχος δὲ ἀπελεύθερος Ἀγρίππου τῶν λόγων ἀκροασάμενος Καίσαρι πρόσεισιν ὡς δή τι λέξων αὐτῷ σωτήριον. ὁ δὲ βραδὺς εἰς πάντα γενόμενος, καὶ τῶν ὑπὲρ αὐτοῦ τι προσαγγελλόντων κατεφρόνει. οὔτε γὰρ πρέσβεσι τάχιστα ἐχρημάτιζε, λέγων, ἵνα μὴ ἐπανιόντων συντόμως προσίοιεν ἕτε- ροι καὶ ὄχλος αὐτῷ γίνοιτο, οὔτε μὴν ἡγεμόσι καὶ ἐπιτρόποις παρ’ αὐτοῦ σταλεῖσι διαδόχους ἀντικαθίστα, εἰ μὴ φθάσαιεν τελευτήσαντες. τοῦτο δὲ ποιεῖν ἔφασκε προμηθείᾳ τῶν ὑπηκόων, ἵνα αὐταρκῶς τῷ χρόνῳ σχόντες κερδῶν ἀμβλύτεροι πρὸς ἀδικήματα. εἶεν. παράδειγμά τε τραυματίαν πεποίητο ᾧ μυῖαι περιεκάθηντο τὰς πληγάς, καί τις οἰκτείρων αὐτὸν ἀποδιώκειν αὐτὰς ἐπεχείρει, ἀποτρέψαντος δὲ ἐκείνου ἤρετο τὴν αἰτίαν ὁ διώκειν τὰς μυίας πειρώμενος, ὁ δέ γε τραυματίας ‘‘αὗται μέν’ ἀπεκρίνατο “τοῦ αἵματος ἐμπλησθεῖσαι οὐ πάνυ μοι δι’ ὄχλου εἰσίν, εἰ δ’ ἀποσοβηθεῖεν αὗται, ἥξουσι νεαλεῖς καὶ λιμώττουσαι μᾶλλόν με ὀδυνήσουσι.” τῆς δὲ πρὸς ταῦτα βραδυτῆτος τοῦ Τιβερίου καὶ τόδε μαρτύριον ὅτι δύο καὶ εἴκοσιν ἐπὶ τῆς αὐταρχίας ἀνύσας ἐνιαυτοὺς δύο τοῖς Ἰουδαίοις ἐξέπεμψεν ἄρξοντας τοῦ ἔθνους αὐτῶν, Γρᾶτον τε καὶ Πιλάτον. τοιοῦτος οὑν τυγχάνων ἐν ἅπασιν οὐδὲ τὸν Εὔτυχον ἠξίου ἀκροάσεως.