Ancient Greek · ~15 min
Book 6
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 6.8.1
Not analysed yet
Ἀγρίππας δὲ τὴν Ἀντωνίαν ἱκέτευε παρασκευάσαι τὸν Καίσαρα ἀκροάσασθαι τοῦ Εὐτύχου. ἡ δ’ Αντωνία διὰ τιμῆς ἣν Τιβερίῳ καὶ ὡς γαμετὴ γενομένη Δρούσου τοῦ ἀδελφοῦ αὐτοῦ καὶ διὰ τὸ σῶφρον ὡς μάλιστα. νέα γὰρ χηρεύσασα τῇ χηρείᾳ παρέ- μεινε καὶ γάμον ἀπείπατο δεύτερον, καίπερ τοῦ αὐ- τοκράτορος αὐτὸν ἔπιτ’ ῥέποντος, καὶ οὕτω τὸν βίον διήνυσεν ὡς καἰ λοιδοριῶν ἀνωτέρω γενέσθαι. διὰ δὴ ταῦτα τῷ Τιβερίῳ τετίμητο καὶ ὅτι καὶ εὐεργέτις αὐτοῦ γέγονεν, ἐπιβουλὴν παρὰ πολλῶν καὶ δυνατῶν συστᾶσαν μηνύσασα. ὑπὸ ταύτης οὖν ἀξιούμενος ἐξετάσαι τὸν Εὔτυκον, ἔφη “ἴστωσαν οἱ θεοί, Ἀντωνία, ὅτι οὐ κατὰ γνώμην ἐμὴν τὰ πραχθησόμενα ἔσονται, ἐκ δέ γε σῆς παρακλήσεως.’ καὶ τὸν Εὔτυχον ἀχθῆναι κελεύει. καὶ παραστὰς ἔλεγεν ὡς “Γάιός τε καὶ Ἀγρίππας, ὦ δέσποτα, συνωμίλουν, καὶ Ἀγρίππας ἔφη, εἰ γὰρ ἀφίκοιτό ποτε ἡμέρα ᾗ μεταστὰς οὗτος ὁ γέρων χειροτονοίη σε ἡγεμόνα τῆς οἰκουμένης· οὐδὲν γὰρ ἔσται ἡμῖν ἐμποδὼν Τιβέριος ὁ αὐτοῦ υἱωνός, ὑπό σοῦ τελευτῶν. καὶ ἥ τε οἰκουμένη γένοιτ’ ἂν μακαρία, καὶ πρὸ ταύτης ἐγώ.” Τιβερίῳ δὲ οἶ λόγοι ἥγηντο ἀληθεῖς· ἄμα δὲ καὶ μῆνιν Ἀγρίππᾳ τηρῶν ὅτι μὴ τὸν υἱωνόν αὐτοῦ θεραπεύειν εἵλετο, ὅλος δὲ μετέπεσε πρὸς τὸν Γάιον, ἑνὶ τῶν παρεστηκότων δῆσαι αὐτὸν ἐκέλευσε. καὶ ἤγετο δέσμιος ἐν πορφυρίσιν ὢν ἔτι, καὶ πρὸ τοῦ βασιλείου εἱστήκει δένδρῳ ὑπ’ ἀθυμίας ἐπικλιθείς. ἦσαν δ ἐκεῖ καὶ ἕτεροι ἐν δεσμοῖς. καἰ ὀρνέου πρὸς τὸ δένδρον ἐκεῖνο καταπταμένου, βουβῶνα τὸν ὄρνιν Ῥωμαῖοι καλοῦσι, τῶν δεσμωτῶν τις θεασάμενος ἤρετο τὸν αὐτὸν τηροῦντα στρατιώτην ὅστις εἴη ὁ ἐν τῇ πορφυρίδι· καὶ μαθὼν ἠξίωσε τὸν συνδεδεμένον αὐτῷ στρατιώτην πλησίον ἐλθεῖν. καὶ τυχών “ὦ νεανία φησίν, “ἀπαλλαγήν τέ σοι τῶν δεσμῶν ταχίστην εὐαγγελίζομαι καὶ προκοπὴν ἐπὶ μήκιστον ἀξιώματος καὶ δυνάμεως, καὶ ὡς ζηλωτὸς ἔσῃ τοῖς ἄρτι οἰκτιζομένοις σε, καὶ ἐν εὐδαιμονίᾳ τελευτήσεις, παισὶ τὸν ὄλβον λιπών. ὅτε δ’ εἰσαῦθις τὸν ὄρνιν τοῦτον θεάσαιο, ἴσθι σου τηνικαῦτα μετὰ πέντε ἡμέρας ἐσομένην τὴν τελευτήν. εὐδαιμονήσας μέντοι κατὰ τὴν ἡμετέραν πρόρρησιν, μνήμην ποιοῦ καὶ ἡμῶν, ὡς διαφευξόμεθα τὴν δυστυχίαν ᾖε τανῦν σύνεσμεν.” καὶ ὁ μὲν ταῦτα εἰπὼν τότε μὲν γέλωται ὦφλεν, ὕστερον δ᾿ ἐφάνη θαύματος ἄξιος. Ἢν οὖν ἐν τοῖς δεσμοῖς ὁ Ἀγρίππας ἐπὶ μῆνας ἔξ. Τιβέριος δὲ μαλακιζόμενος τῆς νόσου κραταιουμένης Εὔοδον κελεύει, ὃς τῶν ἀπελευθέρων ἣν αὐτῷ τιμιώτατος, τὰ τέκνα προσαγαγεῖν αὐτῷ διαλεξομένῳ σφίσι πρὶν τελευτῆς. οὐκ ἦσαν δὲ παῖδες αὐτῷ· ὁ γὰρ υἷός αὐτοῦ Δροῦσος ἔτυχε τεθνεώς· υἱωνὸς δ᾿ ἐξ ἐκείνου αὐτό ἢν Τιβέριος Γέμελλος, καὶ ἀδελφιδοῦς Γάιος Γερμανικοῦ παῖς συγγόνου αὐτοῦ, νεανίας ἤδη καὶ παιδείᾳ ἐσχολακὼς καὶ παρὰ τοῦ δήμου φιλούμενος καὶ τιμώμενος διὰ τὴν τοῦ πατρὸς ἀρετήν. κελεύσας οὖν ὁ Τιβέριος ἔωθεν τοὺς παῖδας εἰσαγαγεῖν εἰς τὴν αὔριον· ἦν δ᾿ αὐτῷ τὸ βουλόμενον τῷ υἱωνῷ μάλιστα καταλιπεῖν τὴν ἀρχήν, τέως δ᾿ οὖν οἰώνισμα ἔθετο εἰς ἐκεῖνον βούλεσθαι τὸ θεῖον περιελθεῖν τὴν ἀρχὴν ὃς ἂν πρὸς αὐτὸν ἀφίκοιτο πρότερος, πέμπει κελεύων τῷ παιδαγωγῷ τοῦ υἰωνοῦ πρωιαίτερον ἄγειν τόν παῖδα. καὶ ἤδη γεγονυίας ἡμέρας πέμπει τὸν Εὔοδον εἰσκαλεῖν τὸν παρόντα τῶν παίδων· ἐκεῖνος δὲ τὸν Γάιον πρὸ δωματίου καταλαβὼν εἰσήγαγε πρὸς Τιβέριον. ὁ δὲ τῆς τοῦ θείου δυνάμεως εἰς ἔννοιαν ἐλθὼν κατωλοφύρατο ὡς ἐπ᾿ ἀπολωλότι τῷ υἱωνῷ. καίπερ δὲ διὰ τοῦτο τεταραγμένος ,φησὶ πρὸς τὸν Γάιον “ω παῖ, εἰ καὶ Τιβέριος συγγενέστερός μοί ἐστιν ἢ σύ, ἀλλ᾿ αὐτὸς καὶ κατὰ γνώμην ἐμὴν καὶ γ̣ατὰ ψῆφον θεόν σοι τὴν τῶν ῾Ρωμαίων ἐγχειρίζω ἀρχήν, καὶ ἀξιῶ μὴ ἀμνημο- νῆσαι τῆς συγγενείας τῆς πρὸς Τιβέριον, κήδεσθαι δὲ τούτου ὡς συγγενοῦς· οὐ γὰρ ἀτιμώρητα τῇ θείᾳ προνοίᾳ ὅσα παρὰ δίκην πράσσοιτο.” Τιβέριος μὲν οὑν τὸν Γάιον ἀποδείξας τῆς ἡγεμονίας διάδοχον, ὀλίγας ἐπιβιοὺς ἡμέρας θνήσκει, ἄρξας ἐπὶ ἐνιαυτοῖς δύο καὶ εἴκοσι μῆνας ἑπτὰ καὶ ἡμέρας ἴσας, Γάιος δὲ αὐτοκράτωρ περιελέλειπτο.