Ancient Greek
Book 7
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 7.24.1
Not analysed yet
Οὔπω δὲ τῆς περὶ ταῦτα παυθεῖσιν ἀσχολίας πόλεμοι προσέπεσον διαφόρων ἐθνῶν ,Αἰκουῶν τε καὶ Οὐολούσκων καὶ Λατίνων. Τυρρηνοὶ δὲ Σούτριον ἐπολιόρκουν συμμαχίδα Ῥωμαίων πόλιν. ἀποδείκνυται οὑν τὸ τρίτον δικτάτωρ ὁ Κάμιλλος· καὶ στρατεύσας ἐπ’ αὐτοὺς κατετροπώσατο τοὺς λοιπούς, ἐπὶ δὲ τὸ Σούτριον ἦγε τὴν στρατιάν. οἱ δὲ Σουτρῖνοι, ἔτυχον γὰρ τὴν πόλιν τοῖς πολεμίοις ἐκδεδωκότες καὶ ταύτης ἀποχωρήσαντες, καθ’ ὁδὸν ἔτι ὄντι τῷ Καμίλλῳ μετὰ γυναικῶν καὶ παίδων ὑπήντων. οὓς ἰδὼν ὁ Κάμιλλος, καὶ τὰ συμβεβηκότα πυθόμενος, αὐτίκα πρὸς τὸ Σούτριον ὡς εἶχεν ἠπείγετο· καὶ ἀπροσδοκήτως αὐτῷ προσβαλών, ἀφύλακτόν τε εὑρών, ἀπαθὲς κακῶν αὐθημερὸν τοῖς πολίταις αὐτὸ ἀνεσώσατο. ἐθριάμβευσεν οὑν ἐπὶ τούτοις ἄγων τὰ ἐπινίκια καὶ ἐπὶ μέγα δόξης ᾔρετο. Μάρκος δὲ Μάλλιος ὁ πρῶτος τοὺς Κελτοὺς τῷ Καπιτωλίῳ προσβαλόντας ἐκ τῆς ἄκρας ὠσάμενος, ὅθεν καὶ Καπιτωλῖνος προσωνομάσθη ,φθονῶν τῶ Καμίλλῳ μᾶλλον τῶν ἄλλων τυραννίδι ἐπέθετο, καὶ διὰ τοῦτο ᾠκειοῦτο τὸν ὅμιλον δημαγωγῶν καὶ πάντα πράττων εἰς θεραπείαν αὐτοῦ. παραλαβὸν οὖν αὐτὸν τὸ πλῆθος ἀνήγαγεν εἰς τὸ Καπιτώλιον · καὶ κατέσχον αὐτό. διὸ καὶ δικτάτωρ ᾑρέθη τὸ τέταρτον ὁ Κάμιλλος. τῶν δὲ τῆς γερουσίας καὶ τῶν ἐν τέλει ἐς μέγα δέος ἐμπεπτωκότων καὶ ἀπορούντων τί ἂν πράξαιεν ,δοῦλός τις αὐτοῖς προσελθὼν ζῶντα τὸν Καπιτωλῖνον παραδοῦναι σφίσιν υπέσχετο. λαβων οὑν ὁπλίτας καὶ τάξας αὐτοὺς ἀφανῶς ἐνεδρεύειν ὑπὸ τὸ Καπιτώλιον ,ὡς αὐτόμολος τῷ Καπιτωλίνῳ προσκεχωρήκει, ἐπῄνει τε αὐτὸν τῆς ἐπιχειρήσεως βοήθειαν παρὰ τῶν ὁμοδούλων αὐτῷ ἐπηγγέλλετο. καὶ ταῦτά οἱ διαλεγόμενος ἀπήγαγε τὸν ἄνδρα πόρρω τῶν περιεστηκότων ,ὡς δή τι κοινολογούμενος μένος αὐτῷ ἰδιαίτατα, καὶ ἠρέμα κατ’ ἐκεῖνο τοῦ Καπιτωλίου προσῄει καθ’ ὃ ἡ ἐνέδρα ἐλελόχιστο, κἀκεῖθεν αὐτὸν κάτω ἀπώσατο· ὃς καὶ ληφθεὶς ἀποκεκόμιστο πρὸς τὸ δικαστήριον. ὁ δὲ τάς τε ἀριστείας κατέλεγε καὶ τὸ Καπιτώλιον τοῖς τε δικάζουσι καὶ τοῖς περιεστῶσιν ἐδείκνυ, ἄποπτον ὄν ἐκεῖθεν, καὶ τῆς σωτηρίας αὐτοῦ τε καὶ τῶν ἐν αὐτῷ προσπεφευγότων πολιτῶν ἀνεμίμνησκεν, ὡς ἐντεῦθεν κατακλᾶσθαι τοὺς δικαστὰς καὶ ὑπερτίθεσθαι τὴν ψῆφον, μήτ’ ἀφιέντας μήτι. καταδικάζοντας. τοῦτο δὴ νοήσας ὁ Κάμιλλος εἰς ἄλλον τόπον τὸ δικαστήριον συνεστήσατο, ὅθεν οὐκ ἦν τὸ Καπιτώλιον ἄποπτον. καὶ καταψηφισθεὶς ὁ Καπιτωλῖνος ἐκεῖ ἀπήχθη τε εἰς τὸ Καπιτώλιον καὶ κατὰ τῆς πέτρας ὠσθεὶς ἀπώλετο, καθ’ ἧς ἐκεῖνος τὸν Κελτὸν κατεκρήμνισεν. Εἶτα πολλῶν πολέμων κατά τε τῆς Ῥώμης αὐτῆς καὶ τῶν ὑποκειμένων αὐτῇ πόλεων κινηθέντων, ἐπεξελθόντες τοῖς ἐναντίοις οἱ Ῥωμαῖοι διά τε τοῦ Καμίλλου καὶ δι’ ἑτέρων, ἤδη ἐκείνου ὑπεργηράσαντος, τούς τε πολέμους κατέπαυσαν καὶ εἰρήνην βαθεῖαν ἔσχον πρὸς τοὺς ἐκτός, πρὸς ἀλλήλους δὲ ἐστασίαζον. Μάρκος γάρ τις Φάβιος εὐπατρίδης ,θυγατέρων δύο τυγχάνων πατήρ, τὴν μὲν πρεσβυτέραν Λικινίῳ τινὶ Στόλωνι κατηγγύησε πολὺ αὐτοῦ καταδεεστέρῳ, τὴν δὲ νεωτέραν Σουλπικίῳ Ῥούφῳ, ἀνδρὶ ὁμοτίμῳ, συνῴκισε. χιλιαρχοῦντος οὖν τοῦ Ρούφου καὶ ὄντος ἐν ἀγορᾷ, πρὸς τὴν γυναῖκα αὐτοῦ ἡ ἀδελφὴ αὐτῆς παραγέγονεν. ἀφικομένου δ' ἐκείνου τὴν θύραν ὁ ῥαβδοῦχος κατά τι ἔθος ἀρχαῖον ἔκρουσε. διεπτοήθη δὲ πρὸς τὸν πάταγον ἡ γυνὴ οὔπω τούτου πεπειραμένη · καὶ γέλως ἐπὶ τούτῳ καὶ παρὰ τῆς ἀδελφῆς καὶ τῶν παρόντων ἐγένετο, καὶ ὡς ἰδιῶτις ἐσκώφθη. τῇ δ' ἐν δεινῷ τὸ πρᾶγμα πεποίητο, καὶ τὸν ἄνδρα ἐς ἀρχὴν παραγγεῖλαι ἠρέθιζεν. ὁ γοῦν Στόλων ὑπὸ τῆς γυναικὸς παρακινηθεὶς Λουκίῳ τινὶ Σεξτίῳ, ἀνδρὶ τῶν ὀμοίων, τὰ τοῦ πράγματος κοινωσάμενος ,ἄμφω δημαρχῆσαι κατεβιάσαντο, καὶ τὸν κόσμον τῆς πολιτείας συνέχεον, ὡς καὶ ἐπὶ τέσσαρσιν ἔτεσιν ἀναρχίαν γενέσθαι τῷ δήμῳτὰς γὰρ τῶν εὐπατριδῶν ἀρχαιρεσίας ἐνεπόδιζον. καὶ ἐπὶ πλέον ἂν ἔτι τοῦτο ἐγένετο, εἰ μή τις ἀγγελία κεκόμιστο ἐπὶ τὴν Ῥώμην αὗθις ἐλαύνειν Κελτούς. ἅπαν οὑν πρὸς ἀλλήλους ἀφέντες διάφορον ,δικτά- τωρα τὸ πέμπτον τὸν Κάμιλλον εἵλοντο καὶ πρὸς τοὺς βαρβάρους ἐστράτευσαν. οὐ μάχη μέντοι κοινή ,μονομαχία δὲ γέγονε πρότερον. Τίτος γάρ τις Μάλλιος, ἀνὴρ εὐπατρίδης. προσκεκρουκὼς τῷ πατρὶ παρημελεῖτο καὶ διέτριβεν ἐν ἀγρῷ· εἶτα τῷ πατρὶ διηλλάγη, καὶ χιλίαρχος στρατοπέδου γενόμενος τῷ τε προκαλουμένῳ Κελτῷ πρὸς μονομαχίαν ἀντέστη καὶ νικήσας αὐτὸν τὸν στρεπτὸν αὐτοῦ χρυσοῦν ὄντα ἐσκύλευσε, καὶ Τουρκουάτος φορῶν αὐτὸν ἐπεκέκλητο. συμμιξάντων δὲ καὶ τῶν στρατευμάτων ἥττηντο οἶ Κελτοί, καὶ τῆς μὲν ἐπὶ τὴν Ῥώμην ὁρμῆς ἀπέσχοντο, τὴν δ' Ἀλβανίδα ἐλεηλάτουν, ἐάσαντες οὖν αὐτοὺς οἷ Ῥωμαῖοι διαρπάσαι τὴν χώραν, ὡς κατακορεῖς γενόμενοι βρωμάτων καὶ μέθης εὐεπιχειρητότεροι εἶεν, ἐπέθεντο σφίσι, καὶ αὐτῶν τε πολλοὺς διέφθειραν καὶ τὸ σφῶν εἷλον στρατόπεδον. ὁ δὲ Κάμιλλος εἰς τὴν Ῥώμην ἐπανελθὼν ἀπέθετο τὴν ἀρχήν. Ἔκτοτε οὑν οἶ μὲν χιλίαρχοι, οἳ ἀντὶ τῶν ὑπάτων ἐγίνοντο, ἐσχολάκασιν, ὕπατοι δὲ ἀπεδείκνυντο ἐνίοτε μὲν εὐπατρίδαι, ἐκ δὲ τοῦ πλήθους ἐνίοτε, ποτὲ δὲ καὶ ἐξ ἀμφοτέρων ὁμοῦ. νόσου δ’ ἐνσκηψάσης τῇ Ῥώμῃ καὶ ὁ Κάμιλλος τέθνηκε, καὶ οἶ Ῥωμαῖοι πλεῖστα θανόντος τοῦ ἀνδρὸς ἠνιάθησαν.