Ancient Greek · ~15 min
Book 7
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 7.25.1
Not analysed yet
Μετὰ δὲ ταῦτα καί τι συμβεβηκέναι πάθος περὶ τὴν Ῥώμην ἱστόρηται. διαστῆναι γὰρ λέγεται τὸ πεδίον τὸ μεταξὺ τοῦ Παλατίου καὶ τοῦ Καπιτωλίου ἐξάπινα, μήτε σεισμοῦ προηγησαμένου μήτ’ ἄλλου τιτῷ νός, οἶα συμβαίνειν εἴωθε φυσικῶς ἐπὶ τοῖς τοιούτοις παθήμασι. καὶ ἦν τὸ χάσμα διαμένον ἐπὶ μακρόν, οὔτε συνερχόμενον οἴως δή ποτε οὔτε μέντοι πληρούμενον, καὶ ταῦτα χοῦν τε τῶν Ῥωμαίων ἐς αὐτὸ συμφορούντων πολὺν καὶ λίθους καὶ ἄλλην ὕλην παντοδαπήν. ἀποροῦσιν οὖν τοῖς Ῥωμαίους χρησμὸς ἐδόθη μὴ ἄλλως τὸ διεστὸς συνελθεῖν, εἰ μὴ τὸ κρεῖττον αὐτῶν καὶ δι’ οὗ μάλιστα πλεῖστον ἰσχύουσιν εἰς τὸ χάσμα ἐμβάλλουσιν · οὕτω γὰρ ἐκεῖνό τε παύσεται καὶ τῇ πόλει ἔσται δύναμις ἀκατάλυτος. ἔμενεν οὖν καὶ πάλιν τὸ ἄπορον ἀπόρου μένον ,ἀσαφοῦς τυγχάνοντος τοῦ χρησμοῦ. Μάρκος δὲ Μάρκος ἀνὴρ εὐπατρίδης, νέος τὴν ἡλικίαν, ὡραιότατος τὴν μορφήν, ῥωμαλεώτατος τὴν ἰσχύν ,ἀνδρειότατος τὴν ψυχήν, φρονήσει διαπρεπής ,τὸν νοῦν συνεὶς τοῦ χρησμοῦ παρελθὼν εἰς μέσον ἐδημηγόρησε λέγων “τί τῶν λογίων ἀσάφειαν, ὦ Ῥωμαῖοι, ἢ ἀμαθίαν ἡμῶν αὐτῶν καταψηφιζόμεθα; ἡμεῖς ἐσμεν τοῦτο δὴ τὸ ζητούμενόν τε καὶ ἀπορούμενον. οὐ γάρ τι ἄψυχον ἐμψύχου λογισθήσεται βέλτιον, οὐδὲ τοῦ ἔννου καὶ ἔμφρονος καὶ λόγῳ κεκοσμημένου τὸ ἄνουν ἄλογόν τε καὶ ἄφρον προτιμηθήσεται. τί γὰρ ἄν τις ἀνθρώπου προκρίνειεν, ἵνα τοῦτο ἐς τὴν τῆς γῆς βαλόντες διάστασιν αὐτὴν συναγάγοιμεν; οὐκ ἔστιν οὐδὲν ζῷον θνητὸν οὐδ’ ἄμεινον οὐδ’ ἰσχυρότερον ἀνθρώπου. εἰ γάρ τι δεῖ καὶ θρασυνόμενον εἰπεῖν, οὔτ’ ἄνθρωπος οὐδὲν ἄλλο ἐστὶν ἢ θεὸς σῶμα θνητὸν ἔχων οὔτε θεὸς ἄλλο τι ἢ ἄνθρωπος ἀσώματος κἀντεῦθεν ἀθάνατος, καὶ οὐ πόρρω τῆς θείας δυνάμεως ἀπηρτήμεθα. ταῦτα ἐγὼ μὲν οὕτω φρονῶ, ἀξιῶ δὲ καὶ ὑμᾶς τῇ γνώμῃ προσθέσθαι ταύτῃ. καὶ μή τις οἰήσαιτο ὅτι κλῆρον ποιήσομαι ἢ κόρην κελεύσω θανεῖν ἢ μειράκιον· αὐτὸς γὰρ ἐγὼ ἑκὼν ἐμαυτόν ὑμίν ἐπιδίδωμι, ἵνα σήμερον αὐτίκα κήρυκα πέμψητέ με καὶ πρεσβευτὴν τοῖς χθονίοις θεοῖς ,ἐσόμενον ὑμίν ἀεὶ προστάτην καὶ σύμμαχον.’ ταῦτα εἰπὼν ὁ Κούρτιος τὰ ὅπλα ἐνεδιδύσκετο, εἶτα καὶ τοῦ ἵππου ἐπέβη. οἱ δ’ ἄλλοι περιαλγεῖς ἐγίνοντο καὶ περιχαρείς ,καὶ κοσμήματά τινα συμφορήσαντες οἱ μὲν αὐτὸν ἐκεῖνον αὐτοῖς ἐκόσμουν ὡς ἥρωα, οἶ δέ τινα καὶ ἐς τὸ χάσμα ,ἐνέβαλλον. ἄρτι δ' ἐς αὐτὸ ἐνήλατο ὁ Κούρτιος ἔφιππος καὶ ἡ τῆς γῆς συνήχθη διάστασις, καὶ οὐδεὶς οὐκέτι οὔτε τὸ χάσμα οὔτε τὸν Κούρτιον ἐθεάσατο. ταῦθ’ οὕτω Ῥωμαίοις ἱστόρηται· εἰ δέ τῳ μυθώδη κριθείη κριθείη καὶ μὴ πιστά, ἔξεστίν οἶ μὴ προσέχειν αὐτοῖς. Τοῖς Ῥωμαίοις δὲ πόλεμοι αὖθις καὶ παρὰ Γαλατῶν καὶ ὑφ’ ἑτέρων ἐθνῶν ἐπηνέχθησαν ,ἀλλ’ ἀπεκρούσαντο πάντας, πῇ μὲν ὑπάτους, πῇ δὲ δικτάτωρας ψηφιζόμενοι. ὅτε καί τι τοιοῦτον συμβέβηκε. δικτάτωρ ἐλέχθη Λούκιος Κάμιλλος, Γαλατῶν κατατρεχόντων τὰ ὑπὸ Ῥώμην. ὃς ἐπὶ τοὺς βαρβάρους ὁρμήσας γνώμην εἶχε τρίβειν τὸν καιρὸν καὶ μὴ διακινδυνεύειν πρὸς ἀνθρώπους ἀπονοίᾳ χρωμένους ῥᾷον γὰρ αὐτοὺς καὶ ἀσφαλέστερον ἀπορίᾳ τροφῶν ἐκτρυχώσειν ἤλπισε. Γαλάτης δέ τις εἰς μονομαχίαν τινὰ τῶν Ῥωμαίων προεκαλεῖτο. καὶ ἀντέστη αὐτῷ Οὐαλέριος Μάρκος χιλιαρχῶν, ὁ τοῦ Μαξίμου ἐκείνου ἔγγονος. καὶ λαμπρὰ μὲν ἡ μάχη προέβη ἀμφοῖν· ὁ μὲν γὰρ τῇ σοφίᾳ καὶ τῇ περιτεχνήσει προέφερεν, ὁ δὲ Γαλάτης τῇ ἰσχύι· καὶ τῇ τόλμῃ · ἐπὶ πλέον δ’ ἐθαυμαστώθη ὅτι τῷ τοῦ Οὐαλερίου κράνει κόραξ ἐφιπτάμενος καὶ κρώζων εἰς τὸν βάρβαρον ἐνεχρίμπτετο, καὶ τήν τε ὄψιν αὐτοῦ ἐπετάρασσε καὶ τὴν ὁρμὴν ἐνεπόδιζε, μέχρις οὗ κατειργάσθη. διὸ ἀγανακτήσαντες οἶ Γαλάται ὡς ὑπὸ ὄρνιθος ἠλαττωμένοι, θυμῷ αὐτίκα συνέμιξαν τοῖς Ῥωμαίοις, καὶ κακῶς ἀπηλλάγησαν. ὁ δ’ Οὐαλέριος ὑπὸ τῆς τοῦ κόρακος συμμαχίας Κορουΐνος ἐπωνομάσθη. Εἰσέπειτα δὲ τῶν στρατευμάτων στασιασάντων καὶ ἐμφυλίου πολέμου γενέσθαι μέλλοντος, κατηλλάγησαν οἱ στασιάσαντες, νόμων τεθέντων μήτ’ ἄκοντά τινα τοῦ καταλόγου ἀπαλείφεσθαι μήτε τὸν χιλιαρχήσαντα ἑκατονταρχεῖν ,καὶ τοὺς ὑπάτους καὶ ἄμφω ἐξὸν εἶναι καὶ ἐκ τοῦ πλήθους καθίστασθαι καὶ τὸν αὐτὸν μήτε δύο ἄμα ἀρχὰς μήτε τὴν αὐτὴν δὶς ἐντὸς δέκα ἄρχειν ἐτῶν.