Ancient Greek · ~29 min
Book 7
Joannes Zonaras, Epitome historiarum (lib. 1‑18) 7.26.1
Not analysed yet
Λατῖνοι δὲ καίπερ ἔνσπονδοι τοῖς Ῥωμαίοις ὄντες Β ἀπέστησαν καὶ πόλεμον ἤραντο ,ἐν φρονήματι γεγονότες νότες ὅτι τε νεότητι ἤκμαζον καὶ τὰ πολεμικὰ ἐκ τῆς ἀεὶ σὺν αὐτοῖς στρατείας ἀκριβῶς ἤσκηντο. οἱ δὲ τοῦτο γνόντες ἐξῆλθον, ὕπατον τόν τε Τουρκουάτον τὸ τρίτον ἑλόμενοι καὶ τὸν Δέκιον, καὶ ἐμαχέσαντο αὐτοῖς κραταιὰν μάχην, κρίσιν τὴν ἡμέραν ἐκείνην ἑκάτεροι νομίζοντες ἀκριβῆ τῆς σφετέρας τύχης τε καὶ τῆς ἀρετῆς. ἔδοξε δὲ περιφανεστέρα ἡ μάχη καὶ διά τι συμβεβηκός. τοὺς γὰρ Λατίνους οἶ ὕπατοι καὶ ὁμοσκεύους καὶ ὁμοφώνους τοῖς Ῥωμαίοις ὁρῶντες ἐφοβήθησαν μὴ τῶν στρατιωτῶν τινες σφαλῶσι, τό τε οἰκεῖον καὶ τὸ πολέμιον μὴ ῥᾷστα διαγινώσκοντες. καὶ διὰ τοῦτο προεῖπον σφίσι τά τε ἄλλα παρατηρεῖν ἀκριβῶς, καὶ καθ’ ἑαυτὸν μηδένα μηδενὶ τῶν ἐναντίων συμβαλεῖν. τοῦτο δὴ τὸ παράγγελμα οἱ μὲν ἐτήρησαν, ὁ δὲ Τουρκουάτου παῖς, στρατευόμενος ἐν τοῖς ἱππεῦσι, καὶ πεμφθεὶς πρὸς κατασκοπὴν τῶν ἐναντίων, παρεῖδεν οὐκ αὐθαδείᾳ, ἀλλὰ μέντοι φιλοτιμίᾳ. ἐπεὶ γὰρ ὁ ἵππαρχος τῶν Λατίνων ἰδὼν αὐτὸν προσιόντα πρὸς μονομαχίαν προεκαλέσατο ,καὶ μὴ δεξάμενον ταύτην διὰ τὴν πρόρρησιν ,παρώξυνεν εἰπών “οὐ σὺ μέντοι Τουρκουάτου υἱὸς εἶ ; οὐ σεμνύνει τῷ στρεπτῷ τοῦ πατρός; ἢ πρὸς μὲν Γαλάτας ἀνθρώπους φθόρους ἔρρωσθε καὶ ἀνδρίζεσθε ,τοὺς δὲ δὴ Λατίνους ἡμᾶς φοβεῖσθε ; τί οὖν ἄρχειν ἡμῶν ἀξιοῦτε ; τί δ’ ὡς χείροσιν ὑμῶν ἐπιτάσσετε; ἔκφρων ἐγένετο ὑπὸ τοῦ θυμοῦ, καὶ τῆς παραγγέλσεως ἑκὼν ἐπελάθετο, καὶ μονομαχήσας ἐνίκησε, καὶ τὰ σκῦλα μέγα φρονῶν ἐκόμισε τῷ πατρί. καὶ ὃς ἀθροίσας τὸ στράτευμα “γενναίως μέν’ ἔφη “ὦ παῖ, ἐμαχέσω, καὶ διὰ τοῦτό σε στεφανώσω ὅτι δὲ τὸ προσταχθὲν οὐ παρετήρησας, καίτοι καὶ ὡς υἷός πειθαρχεῖν καὶ ὡς στρατιώτης ἀναγκαζόμενος ,διὰ τοῦτό σε δικαιώσω, ἔνα καὶ τὸ τῆς ἀριστείας ἆθλον καὶ τὸ τῆς ἀνηκουστίας τίμημα λήψῃ. ”ταῦτ’ εἰπὼν ἅμα τόν τε στέφα νον τῇ κεφαλῇ αὐτοῦ ἐπέθετο καὶ αὐτὴν ἐκείνην ἀπέτεμεν. Εἶτα ὄναρ ἀμφοῖν τοῖς ὑπάτοις ἐν τῇ αὐτῇ νυκτὶ ὁμοίως φανὲν ἔδοξε λέγειν τῶν ἐναντίων κρατήσειν, ὁ ἕτερος τῶν ὑπάτων ἑαυτὸν ἐπιδῷ. μεθ’ ἡμέραν οὑν ἀλλήλοις διηγησάμενοι τὸ ὄναρ συνέθεντο θεῖον εἶναι, καὶ πεισθῆναι δεῖν αὐτῷ ὡμολόγησαν. καὶ ἠμφισβήτησαν δὲ πρὸς ἀλλήλους, οὐχ ὃς ἂν σωθείη, ἀλλ’ ὃς μᾶλλον μᾶλλον ἑαυτὸν ἐπιδῷ · καὶ παρὰ τοῖς πρώτοις τοῦ στρατοπέδου ἐδικαιολογήσαντο. καὶ τέλος ἤρεσε σφίσι τὸν μὲν ἐπὶ τοῦ δεξιοῦ κέρως, τὸν δὲ ἐπὶ τοῦ λαιοῦ παρατάξασθαι ,καὶ ὁπότερον ἂν έκείνων ἐλαττωθῇ, τὸν ἐπ’ αὐτῷ τεταγμένον ἀποθανεῖν. τοσαύτη δ' ἦν φιλοτιμία αὐτοῖς περὶ τὴν ἐπίδοσιν ὡς εὔχεσθαι ἕκαστον τῶν ὑπάτων ἡττηθῆναι ,ἵνα τύχῃ τῆς ἐπιδόσεως καὶ τῆς εὐκλείας τῆς ἐξ αὐτῆς. συμβαλόντες δὲ τοῖς Λατίνοις μέχρι μὲν πολλοῦ ἰσοπαλῶς ἠγωνίσαντο ,εἶτα τὸ κατὰ τὸν Δέκιον κέρας μικρόν τι τοῖς Λατίνοις ἐνέκλινεν. ὃ γνοὺς ὁ Δέκιος ἑαυτὸν ἐπιδέδωκε καὶ τὰ ὅπλα ἐκδὺς τὴν ἐσθῆτα ἐνέδυ τὴν περιπόρφυρον. καὶ οἶ μὲν οὕτω φασὶν ἐφ’ ἀναπηδῆσαι ἀναπηδήσαι αὐτὸν καὶ εἰσελάσαι πρὸς τοὺς πολεμίους καὶ ὑπ’ ἐκείνων ἀποθανεῖν, οἱ δὲ ὑπὸ συστρατιώτου πολιτικοῦ σφαγῆναι. τέως δὲ τελευτήσαντος τοῦ Δεκίου τοῖς Ῥωμαίοις ἡ νίκη καθαρός συνηνέχθη, καὶ οἱ Λατῖνοι πάντες ἐτράπησαν ,οὐ πάντως δὲ διὰ τὸν θάνατον τοῦ Δεκίου πῶς γὰρ ἄν τις πιστεύσειεν ἐξ ἑνὸς ἀνδρὸς τοιᾶσδε τελευτῆς τοσοῦτον πλῆθος ἀνθρώπων τὸ μὲν φθαρῆναι ,τὸ δὲ σωθῆναι καὶ νικῆσαι περιφανῶς ; οἱ μὲν οὑν Λατῖνοι οὕτως ἥττηντο, ὁ δέ γε Τουρκουάτος καὶ τὸν υἱὸν ἀποκτείνας καὶ τοῦ συνάρχοντος τεθνηκότος ἑώρτασεν ὅμως τὰ ἐπινίκια. Εἰτ' αὖθις αὐτούς τε τοὺς Λατίνους ἐπαναστάντας κατεπολέμησαν, καὶ ἕτερα ἔθνη μάχαις ὑπέταξαν, ποτὲ μὲν ὑπάτοις κεχρημένοι, ποτὲ δὲ δικτάτωρσιν. ὧν εἶς ἦν καὶ Λούκιος Παπείριος ὁ καὶ Κούρσωρ ὀνομαζόμενος διά τε τὴν ἔξιν, ἦν γὰρ δρομικώτατος, καὶ διὰ τὴν ἄσκησιν τοῦ δρόμου. μετὰ δὲ ταῦτα δικτάτωρ ὁ Παπείριος ἐπὶ τοὺς Σαυνίτας ἐξεπέμφθη μετὰ Φαβίου Ῥούλλου ἱππάρχου, καὶ ἡττήσας αὐτοὺς ἠνάγκασεν ἐπὶ συνθήκαις συμβῆναι αἷς ἐκεῖνος ἐβούλετο. ἀποθεμένου δὲ τὴν ἡγεμονίαν αὐτοῦ ἐπανέστησαν αὖθις. ὑπὸ δὲ Κορνηλίου Αὔλου δικτάτωρος καὶ πάλιν πολεμηθέντες καὶ ἡττηθέντες διεκηρυκεύσαντο πρὸς τοὺς ἐν τῇ Ῥώμῃ, τοὺς αἰχμαλώτους τε ὅσους εἶχον πέμψαντες αὐτοῖς, καὶ τὴν αἰτίαν τοῦ πολέμου Ῥουτούλῳ, ἀνδρὶ δυνατῷ παρ’ αὐτοῖς, ἐπιγράφοντες· οὗ τὰ ὀστᾶ, ἐπεὶ φθάσας ἐκεῖνος διεχειρίσατο ἑαυτόν ,διέρριψαν. οὐ μέντοι καὶ ἔτυχον τῆς εἰρήνης ὡς ἄπιστοι ,ἀλλ’ ἄσπονδον σφίσιν ἐψηφίσαντο πόλεμον ,καίτοι τοὺς αἰχμαλώτους λαβόντες. ὑπεραυχήσαντες οὖν Ῥωμαῖοι καὶ αὐτοβοεὶ πάντας αὐτοὺς αἱρήσειν ἐλπίσαντες, δεινῷ παθήματι περιέπεσον. ὑπερδείσαντες γὰρ οἶ Σαυνῖται καὶ ἐν συμφορᾷ ποιούμενοι τὸ μὴ σπείσασθαι, καὶ ὡς ἀπεγνωσμένοι μαχόμενοι, καὶ λοχήσαντες ἴν τινι χώρᾳ κοιλοτέρᾳ καὶ στενῇ, τό τε στρατόπεδον εἷλον καὶ τοὺς Ῥωμαίους ἐζώγρησαν πανσυδὶ καὶ πάντας ὑπήγαγον ὑπὸ τόν ζυγόν, τί δ ἦν τὸ τοῦ ζυγοῦ ἤδη μοι ἄνωθί που ἱστόρηται ,οὐδένα μέντοι ἀπέκτειναν, ἀλλὰ τά τε ὅπλα καὶ τοὺς ἵππους καὶ τὰ ἄλλα ὅσα εἶχον πλὴν ἑνὸς ἱματίου ἀφείλοντο, καὶ γυμνοὺς σφᾶς ἀφῆκαν ἐπὶ συνθήκαις τοῦ τὴν χώραν αὐτῶν ἐκλιπεῖν καὶ συμμάχους σφίσιν ἀπὸ τῆς ἴσης εἶναι. ἔνα δὲ τὰ τῆς ὁμολογίας καὶ παρὰ τῆς γερουσίας βεβαιωθῶσι, τῶν ἱππέων ἑξακοσίους εἰς ὁμηρείαν κατέσχον. Οἶ’ δ' ὕπατοι Σπούριός τε Ποστούμιος καὶ Τιβέριος Καλουϊνος μετὰ τῆς στρατιάς εὐθὺς ἀνεχώρησαν, καὶ νυκτὸς αὐτοί τε καὶ τῶν ἄλλων οἱ ἀξιολογώτατοι εἰς τὴν ῥώμην εἰσήλθοσαν, οἱ δὲ λοιποὶ στρατιῶται κατὰ τοὺς ἀγροὺς ἐσκεδάσθησαν. οἱ δ᾿ ἐν τῇ πόλει τὰ πεπραγμένα μαθόντες οὔτεἡσθῆναι τῇ τῶν στρατιωτῶν σωτηρίᾳ οὔτ᾿ ἀχθεσθῆναι ἠδύναντο. πρὸς μὲν γὰρ τὸ δεινὸν ὑπερήλγουν, καὶ ὅτι παρὰ τῶν Σαυνιτῶν τοιαῦτα πεπόνθασι, μεῖζον σφίσι τὸ ἄλγος ἐγίνετο· λογιζόμενοι δὲ ὡς εἰ πάντας ἀπολέσθαι συνέβη, καὶ περὶ πάντα ἂν ἐκινδύνευσαν, ἐπὶ τῇ σφῶν ἥδοντο σωτηρίᾳ. ἐπικρύπτοντες δὲ τέως τὸ ἥδεσθαι, πένθος ἐπεποιήκεσαν, καὶ οὐδὲν ἐν τῷ καθεστηκότι τρόπῳ ἔπραξαν, οὔτ᾿ αὐτίκα οὔθ᾿ ὕστερον, ἕως ἀντεπεκράτησαν· τοὺς δ᾿ ὑπάτους μὲν παραχρῆμα ἔπαυσαν, ἑτἐρους δ᾿ ἀνθελόμενοι βουλὴν ἐποιήσαντο. καὶ ἐδόκει μὲν σφέσι μὴ δέξασθαι τὴν σύμβασιν, ἐπεὶ δὲ ἀδύνατον ἦν τοῦτο δρᾶσαι μὴ οὐχὶ πρὸς τοὺς πράξαντας αὐτὴν τρέψαντας τὴν αἰτίαν, ὤκνουν μὲν τῶν ὑπάτων καταψηφίσασθαι καὶ τῶν ἄλλων, οἳ μετ᾿ αὐτῶν ὡς ἀρχάς τινας ἄρχοντες τὰς σπονδὰς ἐποιήσαντο, ὤκνουν δὲ καὶ ἀφεῖναι, ἴνα μὴ ἐφ᾿ ἑαυτοὺς τὸ παρασπόνδημα περιστήσωσιν. αὐτοῖς οὖν ἐκείνοις τοῖς ὑπάτοις ἐπεκοινώσαντο, καὶ πρώτῳ γε τῷ Ποστουμίῳ τὴν ψῆφον ἐπήγαγον, ὅπως αὐτὸς καθ᾿ ἑαυτοῦ γνώμην ἀποφήνηται, αἰσχύνῃ τοῦ μὴ πάντας ἀδοξίας ἀναπλῆσαι. ὁ δὲ παρελθὼν εἰς τὸ μέσον ἔφη μὴ δεῖν κυρωθῆναι τὰ ὑπ᾿ αὐτῶν πεπραγμένα παρὰ τῆς γερουσίας καὶ τοῦ δήμου· μηδὲ γὰρ αὐτοὺς ἑκουσίως πράξαι αὐτά, ἀλλ᾿ ἀνάγκῃ συνεχομένους, ἣν αὐτοῖς ἐπήγαγον οἶ πολέμιοι οὐκ ἐξ ἀρετῆς, ἀλλ᾿ ἐκ δόλου καὶ ἐξ ἐνέδρας. οἱ γοῦν ἀπατήσαντες, εἰ ἀντηπατήθησαν, οὐκ ἂν δύναιντο δικαίως ἐπεγκαλεῖν τοῖς ἀνταπατήσασι. ταῦτα τοίνυν εἰπόντος καὶ τοιαῦτα πολλά, ἐν ἀμηχανίᾳ ἡ γερουσία ἐγένετο· τοῦ δὲ Πο- στουμίου καὶ τοῦ Καλουίνου εἰς ἑαυτοὺς τὴν αἰτίαν ἀναδεχομένων, ἐψηφίσθη μήτε κυρωθῆναι τὰ ωμολογημένα ἐκείνους τε ἐκδοθῆναι. Ἀπήχθησαν οὖν καὶ ἄμφω οἱ ὕπατοι καὶ οἱ λοιποὶ ἄρχοντες οἱ ἐπὶ τοῖς ὅρκοις παρουσιάσαντες εἰς τὸ Σαύνιον. οὐ μέντοι αὐτοὺς οἱ Σαυνῖται ἐδέξαντο, ἀλλὰ τοὺς ἁλόντας ἀπῄτουν ἅπαντας, καὶ τοὺς θεοὺς ἐπεβοῶντο καὶ ἐπεθείαζον, καὶ τέλος τοὺς ἐκδοθέντας ἀντέπεμψαν. οἱ δὲ Ῥωμαῖοι ἐκείνους μὲν ἀσμένως ἀπέλαβον, τοῖς δὲ Σαυνίταις ὀργῇ τὴν μάχην ἐπήγαγον. καὶ κρατήσαντες τὰ ὅμοια σφίσιν ἐποίησαν, καὶ ὑπὸ τὸν ζυγὸν αὐτοὺς ἀνθυπήγαγον ,καὶ ἀφῆκαν, μηδὲν ἄλλο κακὸν δράσαντες. καὶ τοὺς σφετέρους ἱππεῖς, οὑς ὡς ὁμήρους κατεῖχον οἱ Σαυνῖται, ἀπαθεῖς ἐκομίσαντο.