Ancient Greek
113.4 to 113.6
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 113.4-6
Unproofread scanNot analysed yet
Μακάριος ὁ ἀναγινώσκων, καὶ οἱ ἀκούοντες τοὺς λόγους τῆς προφητείας, καὶ τηροῦντες τὰ ἐν αὐτῇ γεγραμμένα :ὁ γὰρ καιρὸς ἐγγύς. Μακαρίζει τοὺς διὰ τῶν πράξεων ἀναγινώσκοντας καὶ ἀκούοντας. Ἐγγὺς γὰρ ὁ παρὼν καιρός, καὶ πάλσιν εἰς ἐργασίαν προκαλεῖνος :ὡς φησιν ὁ Κύριος :Ἡργάσθε ὡς ἡμέρα ἐστὶ :καὶ ἔξεστι τυχεῖν τοῦ μακαρισμοῦ. Καὶ ἕτερος δὲ, Ἐγγὺς ὁ καιρός, ὁ τῆς τῶν ἐπάθλων διανομῆς, διὰ τὴν τοῦ [παρόντος] βίου μικρότητα, συγκρίσει τοῦ μέλλοντος. Ἰωάννης ταῖς ἐπτά Ἐκκλησίαις ταῖς ἐν τῇ Ἀσίᾳ · χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ [τοῦ] ὁ ὤν, καὶ ὁ ἦν, καὶ ὁ ἐρχόμενος :καὶ ἀπὸ τῶν ἐπτά πνευμάτων, ἃ ἐστὶν ἐνώπιον τοῦ θρόνου αὐτοῦ :καὶ ἀπὸ Ἰησοῦ Χριστοῦ.