Ancient Greek
113.7
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 113.7
Unproofread scanNot analysed yet
Πολλῶν δὲ οὐσιῶν τῶν κατὰ τόπον Ἐκκλησιῶν, ἐπὶ μόναις ἐπιστέλλει · διὰ τοῦ ἑβδοματικοῦ ἀριθμοῦ, τὸ μυστηριῶν τῶν ἀπανταχῇ Ἐκκλησιῶν σημαίνων, καὶ [τῷ] τῇ σαρόντι βίῳ σύστοιχον · ἐν ᾧ [καὶ] ἡ ἑβδοματικὴ τῶν ἡμερῶν περίοδος γίνεται. Διὸ καὶ ἐπὶ ἀγγέλων καὶ ἐπὶ Ἐκκλησιῶν μένινται αἱ φησι :Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ τῆς τρισυποστάτου Θεότητος. Διὰ μὲν γὰρ τοῦ, ὁ ὤν, ὁ Πατὴρ δηλοῦται :ὁ χρηματίσας τῷ Μωϋσῇ, Ἐγώ εἰμι, [λέγων,] ὁ ὤν · διὰ δὲ τοῦ, ὁ ἦν, ὁ Λόγος, ὅς ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν · διὰ δὲ τοῦ, ὁ ἐρχόμενος, ὁ Παράκλητος, ὁ δει ἐπιφοιτῶν τοῖς τῆς Ἐκκλησίας τέκνοις διὰ τοῦ ἁγίου βαπτίσματος · τελειοῦντος δὲ καὶ τρανοτέρως ἐν τῷ μέλλοντι. Ἐπὶ δὲ πνεύματα, τοὺς ἐπὶ ἀγγέλους νοεῖν δυνατὸν, [τοὺς τῶν Ἐκκλησιῶν λαχόντας τὴν κυβέρνησιν ·] οὐ συναρι-