Ancient Greek
115.6 to 115.9
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 115.6-9
Unproofread scanNot analysed yet
Ἐγώ εἰμι τὸ α καὶ τὸ ω, [ἡ] ἀρχὴ καὶ [τὸ] τέλος, λέγει Κύριος ὁ Θεός, ὁ ὢν, καὶ ὁ ἦν, καὶ ὁ ἐρχόμενος, [ὁ] παντοκράτωρ. Τὸ δὲ, Ἐγώ εἰμι τὸ α καὶ τὸ ω, ὁ Χριστὸς ἐνταῦθα δηλοῦται· ὅτε Θεὸς καὶ κρατῶν τῶν πάντων, ἀναρχὸς τε ὁμοῦ καὶ ἀτελεύτητος, ὡν καὶ προῶν, καὶ πέραν οὐκ ἔχων, ὡς τῷ Πατρὶ συναίδιος· καὶ διὰ τοῦτο ἀποδώσων ἑκάστῳ τῶν πεπραγμένων τὰ ἐπίχειρα. Ἐγὼ Ἰωάννης ὁ ἀδελφὸς ὑμῶν καὶ συγκοινωνὸς ἐν τῇ θλίψει καὶ [ἐν τῇ] βασιλείᾳ καὶ ὑπομονῇ Ἰησοῦ Χριστοῦ, ἦν ἐν τῇ νήσῳ τῇ καλουμένῃ Πάτμῳ, διὰ τὸν λόγον τοῦ Θεοῦ καὶ [διὰ] τὴν μαρτυρίαν Ἰησοῦ [Χριστοῦ]. Ἐγὼ δὲ, ἂτε ἀδελφὸς, φησιν, ὑμῶν ὢν, καὶ συγκοινωνὸς ἐν ταῖς διὰ Χριστὸν θλίψεσιν, εἰχότως τὸ ἀξίωτιστον παρ' ὑμῖν κέκτημαι· διὰ γὰρ τὴν μαρτυρίαν Ἰησοῦ, Πάτμον οἰκεῖν τὴν νῆσον καταδικασθεὶς, ἀπαγγέλλω ὑμῖν τὰ ἑωραμένα μοι ἐν αὐτῇ μυστήρια.