Ancient Greek
115.5
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 115.5
Unproofread scanNot analysed yet
Ὁ γὰρ ἐνταῦθα, φησιν, ὡς ἀμνὸς σφαγιασθεὶς, [ἰδίῳ] ἐν τῇ πατρικῇ δόξῃ κριτὴς ἐπὶ τῶν νεφελῶν ἐλεύσεται· εἴτε ἀσωμάτων νοουμένων δυνάμεων τῶν νεφελῶν, εἴτε [καὶ] τοιούτων ὁσπερ αὐτὸν ἐν τῷ Θαβωρίῳ ὁρεῖ σύν τοῖς ἀγίοις μαθηταῖς ἐκάλεψεν. Ἔρχομενον δὲ αὐτὸν μετὰ δόξης, πᾶς μὲν ὀφθαλμὸς ὄψεται· οἱ δὲ ἐκεκέντησάντες, καὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς αἱ τῇ ἀπιστίᾳ ἐμμεῖναισι, κόψονται. Ναί, ἀμήν, ἀντὶ τοῦ, πάντως· δι' οὖ τὸν αὐτὸν νοῦν τῇ τε Ἑλληνιδὶ τῇ τε Ἑβραϊδὶ γλώττῃ ἐσῆμανε· τὸ γὰρ Ἀμήν, ε' γένοιτο >ἐρμηνεύεται.