Ancient Greek
122.6
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 122.6
Unproofread scanNot analysed yet
Οἶδά σου τὰ ἔργα. —Εἰ γὰρ καὶ διὰ τὴν πίστιν καὶ τὴν πρὸς τοὺς δεομένους διακονίαν, τὸ εὐλαβὲς ὑμῶν καὶ ὑπομονητικὸν ἀποδέχομαι, ἀλλὰ δικαίως ὑμῖν ἐπιμέμφομαι, ὅτι τὴν τῶν Νικολαϊτῶν αἵρεσιν, τὴν τροπικῶς ὠνομασμένην Ἰεζάβελ, διὰ τὴν δυσσέβειαν καὶ ἀσέλγειαν, ἀφήκατε παρῃχτάζεσθαι, ὥστε τοῖς δούλοις μου, δι’ ἀπλότητα γνώμης, παραγενέσθαι σκάνδαλον, καὶ ἄλκειν αὐτοὺς [καὶ] εἰς εἰδωλόθυτα, οἷς καλῶς ἀπετάξατο. Ταύτην οὖν ἐπιστομίζειν ὀφείλετε· ὅτι καὶ προφήτις εἶναι ὑποκρίνεται, ὑπὸ πονηροῦ ἐνεργουμένη πνεύματος.