Ancient Greek
122.7 to 122.9
Joannes, Ἔκφρασις τοῦ κοσμικοῦ πίνακος 122.7-9
Unproofread scanNot analysed yet
Καὶ ἔδωκα αὐτῇ χρόνον ἵνα μετανοήσῃ· καὶ οὐ θέλει μετανοῆσαι ἐκ τῆς πορνείας αὐτῆς. Ἰδοὺ, βάλλω αὐτὴν εἰς κλίνην· καὶ τοὺς μοιχευόντας μετ’ αὐτῆς εἰς ὀλίγην μεγάλην, ἐὰν μὴ μετανοήσωσιν ἐκ τῶν ἔργων αὐτῶν· καὶ τὰ τέκνα αὐτῆς ἀποκτενῶ ἐν θανάτῳ. Καὶ ἔδωκα αὐτῇ χρόνον· ἡ δὲ πονηρὰ [φησίν] αὐτῶν αἵρεσις, καιρὸν λαβοῦσα εἰς μετάνοιαν, καλῶς τοῦτο οὐκ ἐχρήσατο. Ἰδοὺ, βάλλω αὐτὴν εἰς κλίνην. Τῇ τροπῇ ἐνέμεινε, καὶ μοιχαλίδι τὴν συστρόφην τῶν αἱρετικῶν παρεϊκάσας, ἀπειλεῖ ταύτην τε ἀθενεῖν καὶ θανάτῳ περιβαλεῖν, καὶ τοὺς αὐτῇ συμφυσιρομένους καὶ [ἐκ Θεοῦ] πορνεύοντας, εἰ μὴ διὰ μετανοίας πρὸς αὐτὸν ἐπιστρέψωσιν. Καὶ γνώσονται πᾶσαι αἱ Ἐκκλησίαι, ὅτι ἐγώ εἰμι ὁ ἐρευνῶν νεφροὺς καὶ καρδίας· καὶ δώσω ὑμῖν ἑκάστῳ κατὰ τὰ ἔργα ὑμῶν. Ὑμῖν δὲ λέγω τοῖς Λοιποῖς τοῖς ἐν Θυατείροις, ὅσοι οὐκ ἔχουσι τὴν διδαχὴν ταύτην, οἵτινες οὐκ ἐγνωσαν τὰ βαθέα τοῦ Σατανᾶ, ὡς λέγουσιν. Οὐ βάλλω ἐφ’ ὑμᾶς ἄλλο βάρος πλὴν ὃ ἔχετε. κρατήσατε ἄχρις οὗ ἂν ἔλθω.